The healing of a blind man with spittle.

Mark 8.22-26  (John 9.1-41).


Code-switching will not work with your browser, as it does not support JavaScript.
Mark 8.22-26.
22 Καὶ ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ, λέγων· Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς.
Extant: ~Ƿ45 א A B C D L W Δ Θ 1 13 Byzantine.
 
26 μηδε εις την κωμην εισελθης (אcorrected B L 1) / μη εις την κωμην εισελθης (א* W) / μηδε εις την κωμην εισελθης μηδε ειπης τινι εν τη κωμη (A C Δ Byzantine) / υπαγε εις τον οικον σου και μηδενι ειπης εις την κωμην (D) / υπαγε εις οικον σου και εαν εις την κωμην εισελθης μηδενι ειπης εν τη κωμη (Θ) / υπαγε εις τον οικον σου και εαν εις την κωμην εισελθης μηδενι ειπης μηδε εν τη κωμη (13).
Eusebius 81.
Word count: 80.
Previous: Mark 8.14-21.
Next: Mark 8.27-30.
22 And they come into Bethsaida. And they bear to him a blind man and call upon him to touch him. 23 And he took the hand of the blind man and led him out of the village, and he spat into his eyes and placed his hands on him, and asked him: Do you see anything? 24 And he saw again and said: I see the men, because I see them walking around as trees. 25 Thereafter again he placed his hands upon his eyes, and he looked intently, and he was restored, and saw all things plainly. 26 And he sent him away to his house, saying: Do not even go into the village.
John 9.1-41.
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς 7 καὶ εἶπεν αὐτῷ· Υπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι, Οὗτός ἐστιν· ἄλλοι ἔλεγον· Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι, Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· Πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος· Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι, Υπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνβλεψα. 12 καὶ εἶπαν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα. 13 ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ἐν ἧ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι δὲ ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν· Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι, Προφήτης ἐστίν. 18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς, λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι; 20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε· ἡλικίαν ἔχει· αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι, Ἡλικίαν ἔχει· αὐτὸν ἐπερωτήσατε. 24 ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι, Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.
Extant: Ƿ66 Ƿ75 א A B ~C D L W Δ Θ Ψ 1 13 Byzantine.
 
4 ημας δει (Ƿ66 Ƿ75 א* B L W) / δει ημας (D) / εμε δει (אcorrected A C Δ Θ Ψ 1 13 Byzantine).
4 πεμψαντος ημας (Ƿ66 Ƿ75 א* B L W) / πεμψαντος με (אcorrected A C D Δ Θ Ψ 1 13 Byzantine).
35 ανθρωπου (Ƿ66 Ƿ75 א B D W) / θεου (A L Δ Θ Ψ 1 13 Byzantine).
38-39 Most manuscripts have ο δε εφη... και ειπεν ο Ιησους in some form, but Ƿ75, א*, and W lack it. Lectionary 253, dated 1020, has ο δε εφη· Πιστευω, κυριε· και προσεκυνησεν αυτω και ειπεν· Ναι, κυριε, πεπιστευκα οτι συ ει ο υιος του θεου ο εις τον κοσμον ερχομενος. και ειπεν ο Ιησους.
Eusebius 89e.
Word count: 692.
Previous: John 8.48-59.
Next: John 10.1-18.
1 And he passed by and saw a man blind from birth. 2 And his disciples asked him, saying: Rabbi, who sinned, this man or his parents, that he was born blind? 3 Jesus answered: Neither this man nor his parents sinned, but rather so that the works of God might be made manifest in him. 4 It is binding upon us to work the works of him who sent us while it is day; night is coming when no one can work. 5 When I am in the world, I am the light of the world. 6 After saying these things he spat on the ground and made clay from the spittle, and anointed him with the clay upon his eyes. 7 And he said to him: Get on to wash in the pool of Siloam, which is interpreted Sent Away. He went away therefore and washed, and came seeing. 8 His neighbors therefore, and those who had witnessed him before, that he was a beggar, said: Is this man not the one who was sitting and begging? 9 Others said: This is the man. Others said: No, but he is like him. That man said: I am he. 10 They therefore said to him: How then were your eyes opened up? 11 That man answered: The man called Jesus made clay and anointed my eyes and said to me: Get on to Siloam and wash. After I did go away and did wash, therefore, I saw again. 12 And they said to him: Where is that man? He says: I do not know. 13 They lead the man once blind toward the Pharisees. 14 But it was a sabbath the day Jesus made the clay and opened up his eyes. 15 Again therefore the Pharisees too asked him how he saw again. And he said to them: He placed clay upon my eyes, and I washed myself, and I see. 16 Certain ones from among the Pharisees therefore said: This man is not from God, because he does not keep the sabbath. But others said: How can a man, a sinner, do such signs? And there was a schism among them. 17 They say therefore to the blind man again: What do you say about him, because he opened up your eyes? And he said: He is a prophet. 18 The Jews therefore did not have faith about him that he was blind and saw again, until they summoned the parents of him who saw again 19 and asked them, saying: Is this man your son, who you say was born blind? How then does he now see? 20 His parents answered therefore and said: We know that this man is our son and that he was born blind. 21 But how he now sees we do not know, or who opened up his eyes we do not know. Ask him; he is of age; he himself will speak about himself. 22 His parents said these things because they feared the Jews, for already the Jews had agreed together that, if anyone confessed him to be the Christ, he would be put out of the synagogue. 23 It was on account of this that his parents said: He is of age; ask him. 24 Therefore a second time they summoned the man who had been blind and said to him: Give glory to God; we know that this man is a sinner. 25 That man therefore answered: If he is a sinner I do not know; one thing I do know, that I was blind and now I see. 26 They said therefore to him: What did he do to you? How did he open up your eyes? 27 He answered them: I said it to you already and you did not listen. Why do you wish to hear it again? You do not also wish to become his disciples, do you? 28 And they reviled him and said: You are a disciple of that man, but we are disciples of Moses. 29 We know that God has spoken to Moses, but we do not know whence this man is. 30 The man answered and said to them: For in this there is a wondrous thing, that you do not know whence he is, and he opened up my eyes. 31 We know that God does not listen to sinners, but rather if anyone is God-fearing and does his will, he listens to this man. 32 It was not heard from the age that anyone opened up the eyes of a man born blind. 33 If this man were not from God, he could not do anything. 34 They answered and said to him: You were born wholly in sins, and you are teaching us? And they cast him out. 35 Jesus heard that they had cast him out, and he found him and said: Do you have faith in the son of man? 36 That man answered and said: And who is he, Lord, that I might have faith in him? 37 Jesus said to him: You have seen him, and the one speaking with you is he. 38 And he said: I have faith, Lord. And he worshipped him. 39 And Jesus said: I came into this world unto judgment, so that those who do not see might see, and those who see might become blind. 40 Those of the Pharisees who were with him heard these things, and they said to him: We are not also blind, are we? 41 Jesus said to them: If you were blind, you would not have sin. But now you say: We see. Your sin remains.

Notes and quotes.