Epistle of Paul to the Romans.

Chapters 9-12.


Chapter 9.

  1. Αληθειαν λεγω εν Χριστω, ου ψευδομαι, συμμαρτυρουσης μοι της συνειδησεως μου εν πνευματι αγιω,
  2. οτι λυπη μοι εστιν μεγαλη και αδιαλειπτος οδυνη τη καρδια μου.
  3. ηυχομην γαρ αναθεμα ειναι αυτος εγω απο του Χριστου υπερ των αδελφων μου των συγγενων μου κατα σαρκα,
  4. οιτινες εισιν Ισραηλιται, ων η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι,
  5. ων οι πατερες, και εξ ων ο Χριστος το κατα σαρκα ο ων επι παντων θεος ευλογητος εις τους αιωνας, αμην.
  6. Ουχ οιον δε οτι εκπεπτωκεν ο λογος του θεου. ου γαρ παντες οι εξ Ισραηλ, ουτοι Ισραηλ
  7. ουδ οτι εισιν σπερμα Αβρααμ, παντες τεκνα, αλλ, Εν Ισαακ κληθησεται σοι σπερμα.
  8. τουτ εστιν, ου τα τεκνα της σαρκος ταυτα τεκνα του θεου, αλλα τα τεκνα της επαγγελιας λογιζεται εις σπερμα
  9. επαγγελιας γαρ ο λογος ουτος, Κατα τον καιρον τουτον ελευσομαι και εσται τη Σαρρα υιος.
  10. ου μονον δε, αλλα και Ρεβεκκα εξ ενος κοιτην εχουσα, Ισαακ του πατρος ημων
  11. μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η φαυλον, ινα η κατ εκλογην προθεσις του θεου μενη,
  12. ουκ εξ εργων αλλ εκ του καλουντος, ερρεθη αυτη οτι Ο μειζων δουλευσει τω ελασσονι
  13. καθως γεγραπται, Τον Ιακωβ ηγαπησα, τον δε Ησαυ εμισησα.
  14. Τι ουν ερουμεν; μη αδικια παρα τω θεω; μη γενοιτο
  15. τω Μωυσει γαρ λεγει, Ελεησω ον αν ελεω, και οικτιρησω ον αν οικτιρω.
  16. αρα ουν ου του θελοντος ουδε του τρεχοντος, αλλα του ελεωντος θεου.
  17. λεγει γαρ η γραφη τω Φαραω οτι Εις αυτο τουτο εξηγειρα σε οπως ενδειξωμαι εν σοι την δυναμιν μου, και οπως διαγγελη το ονομα μου εν παση τη γη.
  18. αρα ουν ον θελει ελεει, ον δε θελει σκληρυνει.
  19. Ερεις μοι ουν, Τι [ουν] ετι μεμφεται; τω γαρ βουληματι αυτου τις ανθεστηκεν;
  20. ω ανθρωπε, μενουνγε συ τις ει ο ανταποκρινομενος τω θεω; μη ερει το πλασμα τω πλασαντι, Τι με εποιησας ουτως;
  21. η ουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησαι ο μεν εις τιμην σκευος, ο δε εις ατιμιαν;
  22. ει δε θελων ο θεος ενδειξασθαι την οργην και γνωρισαι το δυνατον αυτου ηνεγκεν εν πολλη μακροθυμια σκευη οργης κατηρτισμενα εις απωλειαν,
  23. και ινα γνωριση τον πλουτον της δοξης αυτου επι σκευη ελεους, α προητοιμασεν εις δοξαν,
  24. ους και εκαλεσεν ημας ου μονον εξ Ιουδαιων αλλα και εξ εθνων;
  25. ως και εν τω Ωσηε λεγει, Καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην
  26. και εσται εν τω τοπω ου ερρεθη αυτοις, Ου λαος μου υμεις, εκει κληθησονται υιοι θεου ζωντος.
  27. Ησαιας δε κραζει υπερ του Ισραηλ, Εαν η ο αριθμος των υιων Ισραηλ ως η αμμος της θαλασσης, το υπολειμμα σωθησεται
  28. λογον γαρ συντελων και συντεμνων ποιησει κυριος επι της γης.
  29. και καθως προειρηκεν Ησαιας, Ει μη κυριος Σαβαωθ εγκατελιπεν ημιν σπερμα, ως Σοδομα αν εγενηθημεν και ως Γομορρα αν ωμοιωθημεν.
  30. Τι ουν ερουμεν; οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην, δικαιοσυνην δε την εκ πιστεως
  31. Ισραηλ δε διωκων νομον δικαιοσυνης εις νομον ουκ εφθασεν.
  32. δια τι; οτι ουκ εκ πιστεως αλλ ως εξ εργων προσεκοψαν τω λιθω του προσκομματος,
  33. καθως γεγραπται, Ιδου τιθημι εν Σιων λιθον προσκομματος και πετραν σκανδαλου, και ο πιστευων επ αυτω ου καταισχυνθησεται.

Chapter 10.

  1. Αδελφοι, η μεν ευδοκια της εμης καρδιας και η δεησις προς τον θεον υπερ αυτων εις σωτηριαν.
  2. μαρτυρω γαρ αυτοις οτι ζηλον θεου εχουσιν, αλλ ου κατ επιγνωσιν
  3. αγνοουντες γαρ την του θεου δικαιοσυνην, και την ιδιαν [δικαιοσυνην] ζητουντες στησαι, τη δικαιοσυνη του θεου ουχ υπεταγησαν
  4. τελος γαρ νομου Χριστος εις δικαιοσυνην παντι τω πιστευοντι.
  5. Μωυσης γαρ γραφει την δικαιοσυνην την εκ [του] νομου οτι ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις.
  6. η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει, Μη ειπης εν τη καρδια σου, Τις αναβησεται εις τον ουρανον; τουτ εστιν Χριστον καταγαγειν
  7. η, Τις καταβησεται εις την αβυσσον; τουτ εστιν Χριστον εκ νεκρων αναγαγειν.
  8. αλλα τι λεγει; Εγγυς σου το ρημα εστιν, εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν.
  9. οτι εαν ομολογησης εν τω στοματι σου κυριον Ιησουν, και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων, σωθηση
  10. καρδια γαρ πιστευεται εις δικαιοσυνην, στοματι δε ομολογειται εις σωτηριαν.
  11. λεγει γαρ η γραφη, Πας ο πιστευων επ αυτω ου καταισχυνθησεται.
  12. ου γαρ εστιν διαστολη Ιουδαιου τε και Ελληνος, ο γαρ αυτος κυριος παντων, πλουτων εις παντας τους επικαλουμενους αυτον
  13. Πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται.
  14. Πως ουν επικαλεσωνται εις ον ουκ επιστευσαν; πως δε πιστευσωσιν ου ουκ ηκουσαν; πως δε ακουσωσιν χωρις κηρυσσοντος;
  15. πως δε κηρυξωσιν εαν μη αποσταλωσιν; καθως γεγραπται, Ως ωραιοι οι ποδες των ευαγγελιζομενων [τα] αγαθα.
  16. Αλλ ου παντες υπηκουσαν τω ευαγγελιω Ησαιας γαρ λεγει, Κυριε, τις επιστευσεν τη ακοη ημων;
  17. αρα η πιστις εξ ακοης, η δε ακοη δια ρηματος Χριστου.
  18. αλλα λεγω, μη ουκ ηκουσαν; μενουνγε, Εις πασαν την γην εξηλθεν ο φθογγος αυτων, και εις τα περατα της οικουμενης τα ρηματα αυτων.
  19. αλλα λεγω, μη Ισραηλ ουκ εγνω; πρωτος Μωυσης λεγει, Εγω παραζηλωσω υμας επ ουκ εθνει, επ εθνει ασυνετω παροργιω υμας.
  20. Ησαιας δε αποτολμα και λεγει, Ευρεθην [εν] τοις εμε μη ζητουσιν, εμφανης εγενομην τοις εμε μη επερωτωσιν.
  21. προς δε τον Ισραηλ λεγει, Ολην την ημεραν εξεπετασα τας χειρας μου προς λαον απειθουντα και αντιλεγοντα.

Chapter 11.

  1. Λεγω ουν, μη απωσατο ο θεος τον λαον αυτου; μη γενοιτο· και γαρ εγω Ισραηλιτης ειμι, εκ σπερματος Αβρααμ, φυλης Βενιαμιν.
  2. ουκ απωσατο ο θεος τον λαον αυτου ον προεγνω. η ουκ οιδατε εν Ηλια τι λεγει η γραφη; ως εντυγχανει τω θεω κατα του Ισραηλ,
  3. Κυριε, τους προφητας σου απεκτειναν, τα θυσιαστηρια σου κατεσκαψαν, καγω υπελειφθην μονος, και ζητουσιν την ψυχην μου.
  4. αλλα τι λεγει αυτω ο χρηματισμος; Κατελιπον εμαυτω επτακισχιλιους ανδρας, οιτινες ουκ εκαμψαν γονυ τη Βααλ.
  5. ουτως ουν και εν τω νυν καιρω λειμμα κατ᾿ εκλογην χαριτος γεγονεν·
  6. ει δε χαριτι, ουκετι εξ εργων, επει η χαρις ουκετι γινεται χαρις.
  7. τι ουν; ο επιζητει Ισραηλ, τουτο ουκ επετυχεν, η δε εκλογη επετυχεν· οι δε λοιποι επωρωθησαν,
  8. καθως γεγραπται, Εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως, οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν, εως της σημερον ημερας.
  9. και Δαυιδ λεγει, Γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις,
  10. σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν, και τον νωτον αυτων δια παντος συγκαμψον.
  11. Λεγω ουν, μη επταισαν ινα πεσωσιν; μη γενοιτο· αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν, εις το παραζηλωσαι αυτους.
  12. ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων, ποσω μαλλον το πληρωμα αυτων.
  13. Υμιν δε λεγω τοις εθνεσιν. εφ᾿ οσον μεν ουν ειμι εγω εθνων αποστολος, την διακονιαν μου δοξαζω,
  14. ει πως παραζηλωσω μου την σαρκα και σωσω τινας εξ αυτων.
  15. ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου, τις η προσλημψις ει μη ζωη εκ νεκρων;
  16. ει δε η απαρχη αγια, και το φυραμα· και ει η ριζα αγια, και οι κλαδοι.
  17. Ει δε τινες των κλαδων εξεκλασθησαν, συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις και συγκοινωνος της ριζης της πιοτητος της ελαιας εγενου,
  18. μη κατακαυχω των κλαδων· ει δε κατακαυχασαι, ου συ την ριζαν βασταζεις αλλα η ριζα σε.
  19. ερεις ουν, Εξεκλασθησαν κλαδοι ινα εγω εγκεντρισθω.
  20. καλως· τη απιστια εξεκλασθησαν, συ δε τη πιστει εστηκας. μη υψηλα φρονει, αλλα φοβου·
  21. ει γαρ ο θεος των κατα φυσιν κλαδων ουκ εφεισατο, [μη πως] ουδε σου φεισεται.
  22. ιδε ουν χρηστοτητα και αποτομιαν θεου· επι μεν τους πεσοντας αποτομια, επι δε σε χρηστοτης θεου, εαν επιμενης τη χρηστοτητι, επει και συ εκκοπηση.
  23. κακεινοι δε, εαν μη επιμενωσιν τη απιστια, εγκεντρισθησονται· δυνατος γαρ εστιν ο θεος παλιν εγκεντρισαι αυτους.
  24. ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον, ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια.
  25. Ου γαρ θελω υμας αγνοειν, αδελφοι, το μυστηριον τουτο, ινα μη ητε [παρ᾿] εαυτοις φρονιμοι, οτι πωρωσις απο μερους τω Ισραηλ γεγονεν αχρις ου το πληρωμα των εθνων εισελθη,
  26. και ουτως πας Ισραηλ σωθησεται· καθως γεγραπται, Ηξει εκ Σιων ο ρυομενος, αποστρεψει ασεβειας απο Ιακωβ·
  27. και αυτη αυτοις η παρ᾿ εμου διαθηκη, οταν αφελωμαι τας αμαρτιας αυτων.
  28. κατα μεν το ευαγγελιον εχθροι δι᾿ υμας, κατα δε την εκλογην αγαπητοι δια τους πατερας·
  29. αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θεου.
  30. ωσπερ γαρ υμεις ποτε ηπειθησατε τω θεω, νυν δε ηλεηθητε τη τουτων απειθεια,
  31. ουτως και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι [νυν] ελεηθωσιν·
  32. συνεκλεισεν γαρ ο θεος τους παντας εις απειθειαν ινα τους παντας ελεηση.
  33. Ω; βαθος πλουτου και σοφιας και γνωσεως θεου· ως ανεξεραυνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου.
  34. Τις γαρ εγνω νουν κυριου; η τις συμβουλος αυτου εγενετο;
  35. η τις προεδωκεν αυτω, και ανταποδοθησεται αυτω;
  36. οτι εξ αυτου και δι᾿ αυτου και εις αυτον τα παντα· αυτω η δοξα εις τους αιωνας. αμην.

Chapter 12.

  1. Παρακαλω ουν υμας, αδελφοι, δια των οικτιρμων του θεου, παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θεω, την λογικην λατρειαν υμων
  2. και μη συσχηματιζεσθε τω αιωνι τουτω, αλλα μεταμορφουσθε τη ανακαινωσει του νοος, εις το δοκιμαζειν υμας τι το θελημα του θεου, το αγαθον και ευαρεστον και τελειον.
  3. Λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν, αλλα φρονειν εις το σωφρονειν, εκαστω ως ο θεος εμερισεν μετρον πιστεως.
  4. καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν, τα δε μελη παντα ου την αυτην εχει πραξιν,
  5. ουτως οι πολλοι εν σωμα εσμεν εν Χριστω, το δε καθ εις αλληλων μελη.
  6. εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα, ειτε προφητειαν κατα την αναλογιαν της πιστεως,
  7. ειτε διακονιαν εν τη διακονια, ειτε ο διδασκων εν τη διδασκαλια,
  8. ειτε ο παρακαλων εν τη παρακλησει, ο μεταδιδους εν απλοτητι, ο προισταμενος εν σπουδη, ο ελεων εν ιλαροτητι.
  9. Η αγαπη ανυποκριτος. αποστυγουντες το πονηρον, κολλωμενοι τω αγαθω
  10. τη φιλαδελφια εις αλληλους φιλοστοργοι, τη τιμη αλληλους προηγουμενοι,
  11. τη σπουδη μη οκνηροι, τω πνευματι ζεοντες, τω κυριω δουλευοντες,
  12. τη ελπιδι χαιροντες, τη θλιψει υπομενοντες, τη προσευχη προσκαρτερουντες,
  13. ταις χρειαις των αγιων κοινωνουντες, την φιλοξενιαν διωκοντες.
  14. ευλογειτε τους διωκοντας [υμας], ευλογειτε και μη καταρασθε.
  15. χαιρειν μετα χαιροντων, κλαιειν μετα κλαιοντων.
  16. το αυτο εις αλληλους φρονουντες, μη τα υψηλα φρονουντες αλλα τοις ταπεινοις συναπαγομενοι. μη γινεσθε φρονιμοι παρ εαυτοις.
  17. μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον παντων ανθρωπων
  18. ει δυνατον, το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες
  19. μη εαυτους εκδικουντες, αγαπητοι, αλλα δοτε τοπον τη οργη, γεγραπται γαρ, Εμοι εκδικησις, εγω ανταποδωσω, λεγει κυριος.
  20. αλλα εαν πεινα ο εχθρος σου, ψωμιζε αυτον εαν διψα, ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου.
  21. μη νικω υπο του κακου, αλλα νικα εν τω αγαθω το κακον.