Epistle of Paul to the Romans.

Chapters 5-8.


Chapter 5.

  1. Δικαιωθεντες ουν εκ πιστεως ειρηνην εχομεν προς τον θεον δια του κυριου ημων Ιησου Χριστου,
  2. δι ου και την προσαγωγην εσχηκαμεν [τη πιστει] εις την χαριν ταυτην εν η εστηκαμεν, και καυχωμεθα επ ελπιδι της δοξης του θεου.
  3. ου μονον δε, αλλα και καυχωμεθα εν ταις θλιψεσιν, ειδοτες οτι η θλιψις υπομονην κατεργαζεται,
  4. η δε υπομονη δοκιμην, η δε δοκιμη ελπιδα
  5. η δε ελπις ου καταισχυνει, οτι η αγαπη του θεου εκκεχυται εν ταις καρδιαις ημων δια πνευματος αγιου του δοθεντος ημιν,
  6. ετι γαρ Χριστος οντων ημων ασθενων ετι κατα καιρον υπερ ασεβων απεθανεν.
  7. μολις γαρ υπερ δικαιου τις αποθανειται υπερ γαρ του αγαθου ταχα τις και τολμα αποθανειν
  8. συνιστησιν δε την εαυτου αγαπην εις ημας ο θεος οτι ετι αμαρτωλων οντων ημων Χριστος υπερ ημων απεθανεν.
  9. πολλω ουν μαλλον δικαιωθεντες νυν εν τω αιματι αυτου σωθησομεθα δι αυτου απο της οργης.
  10. ει γαρ εχθροι οντες κατηλλαγημεν τω θεω δια του θανατου του υιου αυτου, πολλω μαλλον καταλλαγεντες σωθησομεθα εν τη ζωη αυτου
  11. ου μονον δε, αλλα και καυχωμενοι εν τω θεω δια του κυριου ημων Ιησου Χριστου, δι ου νυν την καταλλαγην ελαβομεν.
  12. Δια τουτο ωσπερ δι ενος ανθρωπου η αμαρτια εις τον κοσμον εισηλθεν και δια της αμαρτιας ο θανατος, και ουτως εις παντας ανθρωπους ο θανατος διηλθεν, εφ ω παντες ημαρτον
  13. αχρι γαρ νομου αμαρτια ην εν κοσμω, αμαρτια δε ουκ ελλογειται μη οντος νομου
  14. αλλα εβασιλευσεν ο θανατος απο Αδαμ μεχρι Μωυσεως και επι τους μη αμαρτησαντας επι τω ομοιωματι της παραβασεως Αδαμ, ος εστιν τυπος του μελλοντος.
  15. Αλλ ουχ ως το παραπτωμα, ουτως και το χαρισμα ει γαρ τω του ενος παραπτωματι οι πολλοι απεθανον, πολλω μαλλον η χαρις του θεου και η δωρεα εν χαριτι τη του ενος ανθρωπου Ιησου Χριστου εις τους πολλους επερισσευσεν.
  16. και ουχ ως δι ενος αμαρτησαντος το δωρημα το μεν γαρ κριμα εξ ενος εις κατακριμα, το δε χαρισμα εκ πολλων παραπτωματων εις δικαιωμα.
  17. ει γαρ τω του ενος παραπτωματι ο θανατος εβασιλευσεν δια του ενος, πολλω μαλλον οι την περισσειαν της χαριτος και της δωρεας της δικαιοσυνης λαμβανοντες εν ζωη βασιλευσουσιν δια του ενος Ιησου Χριστου.
  18. Αρα ουν ως δι ενος παραπτωματος εις παντας ανθρωπους εις κατακριμα, ουτως και δι ενος δικαιωματος εις παντας ανθρωπους εις δικαιωσιν ζωης
  19. ωσπερ γαρ δια της παρακοης του ενος ανθρωπου αμαρτωλοι κατεσταθησαν οι πολλοι, ουτως και δια της υπακοης του ενος δικαιοι κατασταθησονται οι πολλοι.
  20. νομος δε παρεισηλθεν ινα πλεοναση το παραπτωμα ου δε επλεονασεν η αμαρτια, υπερεπερισσευσεν η χαρις,
  21. ινα ωσπερ εβασιλευσεν η αμαρτια εν τω θανατω, ουτως και η χαρις βασιλευση δια δικαιοσυνης εις ζωην αιωνιον δια Ιησου Χριστου του κυριου ημων.

Chapter 6.

  1. Τι ουν ερουμεν; επιμενωμεν τη αμαρτια, ινα η χαρις πλεοναση;
  2. μη γενοιτο οιτινες απεθανομεν τη αμαρτια, πως ετι ζησομεν εν αυτη;
  3. η αγνοειτε οτι οσοι εβαπτισθημεν εις Χριστον Ιησουν εις τον θανατον αυτου εβαπτισθημεν;
  4. συνεταφημεν ουν αυτω δια του βαπτισματος εις τον θανατον, ινα ωσπερ ηγερθη Χριστος εκ νεκρων δια της δοξης του πατρος, ουτως και ημεις εν καινοτητι ζωης περιπατησωμεν.
  5. ει γαρ συμφυτοι γεγοναμεν τω ομοιωματι του θανατου αυτου, αλλα και της αναστασεως εσομεθα
  6. τουτο γινωσκοντες, οτι ο παλαιος ημων ανθρωπος συνεσταυρωθη, ινα καταργηθη το σωμα της αμαρτιας, του μηκετι δουλευειν ημας τη αμαρτια
  7. ο γαρ αποθανων δεδικαιωται απο της αμαρτιας.
  8. ει δε απεθανομεν συν Χριστω, πιστευομεν οτι και συζησομεν αυτω
  9. ειδοτες οτι Χριστος εγερθεις εκ νεκρων ουκετι αποθνησκει, θανατος αυτου ουκετι κυριευει.
  10. ο γαρ απεθανεν, τη αμαρτια απεθανεν εφαπαξ ο δε ζη, ζη τω θεω.
  11. ουτως και υμεις λογιζεσθε εαυτους [ειναι] νεκρους μεν τη αμαρτια ζωντας δε τω θεω εν Χριστω Ιησου.
  12. Μη ουν βασιλευετω η αμαρτια εν τω θνητω υμων σωματι εις το υπακουειν ταις επιθυμιαις αυτου,
  13. μηδε παριστανετε τα μελη υμων οπλα αδικιας τη αμαρτια, αλλα παραστησατε εαυτους τω θεω ωσει εκ νεκρων ζωντας και τα μελη υμων οπλα δικαιοσυνης τω θεω
  14. αμαρτια γαρ υμων ου κυριευσει, ου γαρ εστε υπο νομον αλλα υπο χαριν.
  15. Τι ουν; αμαρτησωμεν οτι ουκ εσμεν υπο νομον αλλα υπο χαριν; μη γενοιτο.
  16. ουκ οιδατε οτι ω παριστανετε εαυτους δουλους εις υπακοην, δουλοι εστε ω υπακουετε, ητοι αμαρτιας εις θανατον η υπακοης εις δικαιοσυνην;
  17. χαρις δε τω θεω οτι ητε δουλοι της αμαρτιας υπηκουσατε δε εκ καρδιας εις ον παρεδοθητε τυπον διδαχης,
  18. ελευθερωθεντες δε απο της αμαρτιας εδουλωθητε τη δικαιοσυνη
  19. ανθρωπινον λεγω δια την ασθενειαν της σαρκος υμων. ωσπερ γαρ παρεστησατε τα μελη υμων δουλα τη ακαθαρσια και τη ανομια εις την ανομιαν, ουτως νυν παραστησατε τα μελη υμων δουλα τη δικαιοσυνη εις αγιασμον.
  20. οτε γαρ δουλοι ητε της αμαρτιας, ελευθεροι ητε τη δικαιοσυνη.
  21. τινα ουν καρπον ειχετε τοτε εφ οις νυν επαισχυνεσθε; το γαρ τελος εκεινων θανατος.
  22. νυνι δε, ελευθερωθεντες απο της αμαρτιας δουλωθεντες δε τω θεω, εχετε τον καρπον υμων εις αγιασμον, το δε τελος ζωην αιωνιον.
  23. τα γαρ οψωνια της αμαρτιας θανατος, το δε χαρισμα του θεου ζωη αιωνιος εν Χριστω Ιησου τω κυριω ημων.

Chapter 7.

  1. Η αγνοειτε, αδελφοι, γινωσκουσιν γαρ νομον λαλω, οτι ο νομος κυριευει του ανθρωπου εφ οσον χρονον ζη;
  2. η γαρ υπανδρος γυνη τω ζωντι ανδρι δεδεται νομω εαν δε αποθανη ο ανηρ, κατηργηται απο του νομου του ανδρος.
  3. αρα ουν ζωντος του ανδρος μοιχαλις χρηματισει εαν γενηται ανδρι ετερω εαν δε αποθανη ο ανηρ, ελευθερα εστιν απο του νομου, του μη ειναι αυτην μοιχαλιδα γενομενην ανδρι ετερω.
  4. ωστε, αδελφοι μου, και υμεις εθανατωθητε τω νομω δια του σωματος του Χριστου, εις το γενεσθαι υμας ετερω, τω εκ νεκρων εγερθεντι, ινα καρποφορησωμεν τω θεω.
  5. οτε γαρ ημεν εν τη σαρκι, τα παθηματα των αμαρτιων τα δια του νομου ενηργειτο εν τοις μελεσιν ημων εις το καρποφορησαι τω θανατω
  6. νυνι δε κατηργηθημεν απο του νομου, αποθανοντες εν ω κατειχομεθα, ωστε δουλευειν ημας εν καινοτητι πνευματος και ου παλαιοτητι γραμματος.
  7. Τι ουν ερουμεν; ο νομος αμαρτια; μη γενοιτο αλλα την αμαρτιαν ουκ εγνων ει μη δια νομου, την τε γαρ επιθυμιαν ουκ ηδειν ει μη ο νομος ελεγεν, Ουκ επιθυμησεις.
  8. αφορμην δε λαβουσα η αμαρτια δια της εντολης κατειργασατο εν εμοι πασαν επιθυμιαν χωρις γαρ νομου αμαρτια νεκρα.
  9. εγω δε εζων χωρις νομου ποτε ελθουσης δε της εντολης η αμαρτια ανεζησεν,
  10. εγω δε απεθανον, και ευρεθη μοι η εντολη η εις ζωην αυτη εις θανατον
  11. η γαρ αμαρτια αφορμην λαβουσα δια της εντολης εξηπατησεν με και δι αυτης απεκτεινεν.
  12. ωστε ο μεν νομος αγιος, και η εντολη αγια και δικαια και αγαθη.
  13. Το ουν αγαθον εμοι εγενετο θανατος; μη γενοιτο αλλα η αμαρτια, ινα φανη αμαρτια, δια του αγαθου μοι κατεργαζομενη θανατον ινα γενηται καθ υπερβολην αμαρτωλος η αμαρτια δια της εντολης.
  14. οιδαμεν γαρ οτι ο νομος πνευματικος εστιν εγω δε σαρκινος ειμι, πεπραμενος υπο την αμαρτιαν.
  15. ο γαρ κατεργαζομαι ου γινωσκω ου γαρ ο θελω τουτο πρασσω, αλλ ο μισω τουτο ποιω.
  16. ει δε ο ου θελω τουτο ποιω, συμφημι τω νομω οτι καλος.
  17. νυνι δε ουκετι εγω κατεργαζομαι αυτο αλλα η οικουσα εν εμοι αμαρτια.
  18. οιδα γαρ οτι ουκ οικει εν εμοι, τουτ εστιν εν τη σαρκι μου, αγαθον το γαρ θελειν παρακειται μοι, το δε κατεργαζεσθαι το καλον ου
  19. ου γαρ ο θελω ποιω αγαθον, αλλα ο ου θελω κακον τουτο πρασσω.
  20. ει δε ο ου θελω [εγω] τουτο ποιω, ουκετι εγω κατεργαζομαι αυτο αλλα η οικουσα εν εμοι αμαρτια.
  21. Ευρισκω αρα τον νομον τω θελοντι εμοι ποιειν το καλον οτι εμοι το κακον παρακειται
  22. συνηδομαι γαρ τω νομω του θεου κατα τον εσω ανθρωπον,
  23. βλεπω δε ετερον νομον εν τοις μελεσιν μου αντιστρατευομενον τω νομω του νοος μου και αιχμαλωτιζοντα με εν τω νομω της αμαρτιας τω οντι εν τοις μελεσιν μου.
  24. ταλαιπωρος εγω ανθρωπος τις με ρυσεται εκ του σωματος του θανατου τουτου;
  25. χαρις δε τω θεω δια Ιησου Χριστου του κυριου ημων. αρα ουν αυτος εγω τω μεν νοι δουλευω νομω θεου, τη δε σαρκι νομω αμαρτιας.

Chapter 8.

  1. Ουδεν αρα νυν κατακριμα τοις εν Χριστω Ιησου
  2. ο γαρ νομος του πνευματος της ζωης εν Χριστω Ιησου ηλευθερωσεν σε απο του νομου της αμαρτιας και του θανατου.
  3. το γαρ αδυνατον του νομου, εν ω ησθενει δια της σαρκος, ο θεος τον εαυτου υιον πεμψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας κατεκρινεν την αμαρτιαν εν τη σαρκι,
  4. ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοις μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα.
  5. οι γαρ κατα σαρκα οντες τα της σαρκος φρονουσιν, οι δε κατα πνευμα τα του πνευματος.
  6. το γαρ φρονημα της σαρκος θανατος, το δε φρονημα του πνευματος ζωη και ειρηνη
  7. διοτι το φρονημα της σαρκος εχθρα εις θεον, τω γαρ νομω του θεου ουχ υποτασσεται, ουδε γαρ δυναται
  8. οι δε εν σαρκι οντες θεω αρεσαι ου δυνανται.
  9. υμεις δε ουκ εστε εν σαρκι αλλα εν πνευματι, ειπερ πνευμα θεου οικει εν υμιν. ει δε τις πνευμα Χριστου ουκ εχει, ουτος ουκ εστιν αυτου.
  10. ει δε Χριστος εν υμιν, το μεν σωμα νεκρον δια αμαρτιαν, το δε πνευμα ζωη δια δικαιοσυνην.
  11. ει δε το πνευμα του εγειραντος τον Ιησουν εκ νεκρων οικει εν υμιν, ο εγειρας Χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια του ενοικουντος αυτου πνευματος εν υμιν.
  12. Αρα ουν, αδελφοι, οφειλεται εσμεν, ου τη σαρκι του κατα σαρκα ζην
  13. ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν, ει δε πνευματι τας πραξεις του σωματος θανατουτε ζησεσθε.
  14. οσοι γαρ πνευματι θεου αγονται, ουτοι υιοι θεου εισιν.
  15. ου γαρ ελαβετε πνευμα δουλειας παλιν εις φοβον, αλλα ελαβετε πνευμα υιοθεσιας, εν ω κραζομεν, Αββα ο πατηρ
  16. αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου.
  17. ει δε τεκνα, και κληρονομοι κληρονομοι μεν θεου, συγκληρονομοι δε Χριστου, ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν.
  18. Λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας.
  19. η γαρ αποκαραδοκια της κτισεως την αποκαλυψιν των υιων του θεου απεκδεχεται
  20. τη γαρ ματαιοτητι η κτισις υπεταγη, ουχ εκουσα αλλα δια τον υποταξαντα, εφ ελπιδι
  21. οτι και αυτη η κτισις ελευθερωθησεται απο της δουλειας της φθορας εις την ελευθεριαν της δοξης των τεκνων του θεου.
  22. οιδαμεν γαρ οτι πασα η κτισις συστεναζει και συνωδινει αχρι του νυν
  23. ου μονον δε, αλλα και αυτοι την απαρχην του πνευματος εχοντες ημεις και αυτοι εν εαυτοις στεναζομεν υιοθεσιαν απεκδεχομενοι, την απολυτρωσιν του σωματος ημων.
  24. τη γαρ ελπιδι εσωθημεν ελπις δε βλεπομενη ουκ εστιν ελπις ο γαρ βλεπει τις ελπιζει;
  25. ει δε ο ου βλεπομεν ελπιζομεν, δι υπομονης απεκδεχομεθα.
  26. Ωσαυτως δε και το πνευμα συναντιλαμβανεται τη ασθενεια ημων το γαρ τι προσευξωμεθα καθο δει ουκ οιδαμεν, αλλα αυτο το πνευμα υπερεντυγχανει στεναγμοις αλαλητοις
  27. ο δε εραυνων τας καρδιας οιδεν τι το φρονημα του πνευματος, οτι κατα θεον εντυγχανει υπερ αγιων.
  28. οιδαμεν δε οτι τοις αγαπωσιν τον θεον παντα συνεργει εις αγαθον, τοις κατα προθεσιν κλητοις ουσιν.
  29. οτι ους προεγνω, και προωρισεν συμμορφους της εικονος του υιου αυτου, εις το ειναι αυτον πρωτοτοκον εν πολλοις αδελφοις
  30. ους δε προωρισεν, τουτους και εκαλεσεν και ους εκαλεσεν, τουτους και εδικαιωσεν ους δε εδικαιωσεν, τουτους και εδοξασεν.
  31. Τι ουν ερουμεν προς ταυτα; ει ο θεος υπερ ημων, τις καθ ημων;
  32. ος γε του ιδιου υιου ουκ εφεισατο, αλλα υπερ ημων παντων παρεδωκεν αυτον, πως ουχι και συν αυτω τα παντα ημιν χαρισεται;
  33. τις εγκαλεσει κατα εκλεκτων θεου; θεος ο δικαιων
  34. τις ο κατακρινων; Χριστος [Ιησους] ο αποθανων, μαλλον δε εγερθεις, ος και εστιν εν δεξια του θεου, ος και εντυγχανει υπερ ημων.
  35. τις ημας χωρισει απο της αγαπης του Χριστου; θλιψις η στενοχωρια η διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα;
  36. καθως γεγραπται οτι Ενεκεν σου θανατουμεθα ολην την ημεραν, ελογισθημεν ως προβατα σφαγης.
  37. αλλ εν τουτοις πασιν υπερνικωμεν δια του αγαπησαντος ημας.
  38. πεπεισμαι γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε ενεστωτα ουτε μελλοντα ουτε δυναμεις
  39. ουτε υψωμα ουτε βαθος ουτε τις κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του θεου της εν Χριστω Ιησου τω κυριω ημων.