Epistle of Paul to the Romans.

Chapters 13-16.


Chapter 13.

  1. Πασα ψυχη εξουσιαις υπερεχουσαις υποτασσεσθω. ου γαρ εστιν εξουσια ει μη υπο θεου, αι δε ουσαι υπο θεου τεταγμεναι εισιν
  2. ωστε ο αντιτασσομενος τη εξουσια τη του θεου διαταγη ανθεστηκεν, οι δε ανθεστηκοτες εαυτοις κριμα λημψονται.
  3. οι γαρ αρχοντες ουκ εισιν φοβος τω αγαθω εργω αλλα τω κακω. θελεις δε μη φοβεισθαι την εξουσιαν; το αγαθον ποιει, και εξεις επαινον εξ αυτης
  4. θεου γαρ διακονος εστιν σοι εις το αγαθον. εαν δε το κακον ποιης, φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονος εστιν, εκδικος εις οργην τω το κακον πρασσοντι.
  5. διο αναγκη υποτασσεσθαι, ου μονον δια την οργην αλλα και δια την συνειδησιν.
  6. δια τουτο γαρ και φορους τελειτε, λειτουργοι γαρ θεου εισιν εις αυτο τουτο προσκαρτερουντες.
  7. αποδοτε πασιν τας οφειλας, τω τον φορον τον φορον, τω το τελος το τελος, τω τον φοβον τον φοβον, τω την τιμην την τιμην.
  8. Μηδενι μηδεν οφειλετε, ει μη το αλληλους αγαπαν ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν.
  9. το γαρ Ου μοιχευσεις, Ου φονευσεις, Ου κλεψεις, Ουκ επιθυμησεις, και ει τις ετερα εντολη, εν τω λογω τουτω ανακεφαλαιουται, [εν τω] Αγαπησεις τον πλησιον σου ως σεαυτον.
  10. η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη.
  11. Και τουτο ειδοτες τον καιρον, οτι ωρα ηδη υμας εξ υπνου εγερθηναι, νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν.
  12. η νυξ προεκοψεν, η δε ημερα ηγγικεν. αποθωμεθα ουν τα εργα του σκοτους, ενδυσωμεθα [δε] τα οπλα του φωτος.
  13. ως εν ημερα ευσχημονως περιπατησωμεν, μη κωμοις και μεθαις, μη κοιταις και ασελγειαις, μη εριδι και ζηλω
  14. αλλα ενδυσασθε τον κυριον Ιησουν Χριστον, και της σαρκος προνοιαν μη ποιεισθε εις επιθυμιας.

Chapter 14.

  1. Τον δε ασθενουντα τη πιστει προσλαμβανεσθε, μη εις διακρισεις διαλογισμων.
  2. ος μεν πιστευει φαγειν παντα, ο δε ασθενων λαχανα εσθιει.
  3. ο εσθιων τον μη εσθιοντα μη εξουθενειτω, ο δε μη εσθιων τον εσθιοντα μη κρινετω, ο θεος γαρ αυτον προσελαβετο.
  4. συ τις ει ο κρινων αλλοτριον οικετην; τω ιδιω κυριω στηκει η πιπτει· σταθησεται δε, δυνατει γαρ ο κυριος στησαι αυτον.
  5. ος μεν [γαρ] κρινει ημεραν παρ᾿ ημεραν, ος δε κρινει πασαν ημεραν· εκαστος εν τω ιδιω νοι πληροφορεισθω.
  6. ο φρονων την ημεραν κυριω φρονει· και ο εσθιων κυριω εσθιει, ευχαριστει γαρ τω θεω· και ο μη εσθιων κυριω ουκ εσθιει, και ευχαριστει τω θεω.
  7. ουδεις γαρ ημων εαυτω ζη, και ουδεις εαυτω αποθνησκει·
  8. εαν τε γαρ ζωμεν, τω κυριω ζωμεν, εαν τε αποθνησκωμεν, τω κυριω αποθνησκομεν. εαν τε ουν ζωμεν εαν τε αποθνησκωμεν, του κυριου εσμεν.
  9. εις τουτο γαρ Χριστος απεθανεν και εζησεν ινα και νεκρων και ζωντων κυριευση.
  10. συ δε τι κρινεις τον αδελφον σου; η και συ τι εξουθενεις τον αδελφον σου; παντες γαρ παραστησομεθα τω βηματι του θεου·
  11. γεγραπται γαρ, Ζω εγω, λεγει κυριος, οτι εμοι καμψει παν γονυ, και πασα γλωσσα εξομολογησεται τω θεω.
  12. αρα [ουν] εκαστος ημων περι εαυτου λογον δωσει [τω θεω].
  13. Μηκετι ουν αλληλους κρινωμεν· αλλα τουτο κρινατε μαλλον, το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον.
  14. οιδα και πεπεισμαι εν κυριω Ιησου οτι ουδεν κοινον δι᾿ εαυτου· ει μη τω λογιζομενω τι κοινον ειναι, εκεινω κοινον.
  15. ει γαρ δια βρωμα ο αδελφος σου λυπειται, ουκετι κατα αγαπην περιπατεις. μη τω βρωματι σου εκεινον απολλυε υπερ ου Χριστος απεθανεν.
  16. μη βλασφημεισθω ουν υμων το αγαθον.
  17. ου γαρ εστιν η βασιλεια του θεου βρωσις και ποσις, αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω·
  18. ο γαρ εν τουτω δουλευων τω Χριστω ευαρεστος τω θεω και δοκιμος τοις ανθρωποις.
  19. αρα ουν τα της ειρηνης διωκωμεν και τα της οικοδομης της εις αλληλους·
  20. μη ενεκεν βρωματος καταλυε το εργον του θεου. παντα μεν καθαρα, αλλα κακον τω ανθρωπω τω δια προσκομματος εσθιοντι.
  21. καλον το μη φαγειν κρεα μηδε πιειν οινον μηδε εν ω ο αδελφος σου προσκοπτει.
  22. συ πιστιν [ην] εχεις κατα σεαυτον εχε ενωπιον του θεου. μακαριος ο μη κρινων εαυτον εν ω δοκιμαζει·
  23. ο δε διακρινομενος εαν φαγη κατακεκριται, οτι ουκ εκ πιστεως· παν δε ο ουκ εκ πιστεως αμαρτια εστιν.

Chapter 15.

  1. Οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν, και μη εαυτοις αρεσκειν.
  2. εκαστος ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην·
  3. και γαρ ο Χριστος ουχ εαυτω ηρεσεν· αλλα καθως γεγραπται, Οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ᾿ εμε.
  4. οσα γαρ προεγραφη, εις την ημετεραν διδασκαλιαν εγραφη, ινα δια της υπομονης και δια της παρακλησεως των γραφων την ελπιδα εχωμεν.
  5. ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα Χριστον Ιησουν,
  6. ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων Ιησου Χριστου.
  7. Διο προσλαμβανεσθε αλληλους, καθως και ο Χριστος προσελαβετο υμας, εις δοξαν του θεου.
  8. λεγω γαρ Χριστον διακονον γεγενησθαι περιτομης υπερ αληθειας θεου, εις το βεβαιωσαι τας επαγγελιας των πατερων,
  9. τα δε εθνη υπερ ελεους δοξασαι τον θεον· καθως γεγραπται, Δια τουτο εξομολογησομαι σοι εν εθνεσιν, και τω ονοματι σου ψαλω.
  10. και παλιν λεγει, Ευφρανθητε, εθνη, μετα του λαου αυτου.
  11. και παλιν, Αινειτε, παντα τα εθνη, τον κυριον, και επαινεσατωσαν αυτον παντες οι λαοι.
  12. και παλιν Ησαιας λεγει, Εσται η ριζα του Ιεσσαι, και ο ανισταμενος αρχειν εθνων· επ᾿ αυτω εθνη ελπιουσιν.
  13. ο δε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εν τω πιστευειν, εις το περισσευειν υμας εν τη ελπιδι εν δυναμει πνευματος αγιου.
  14. Πεπεισμαι δε, αδελφοι μου, και αυτος εγω περι υμων, οτι και αυτοι μεστοι εστε αγαθωσυνης, πεπληρωμενοι πασης [της] γνωσεως, δυναμενοι και αλληλους νουθετειν.
  15. τολμηροτερον δε εγραψα υμιν απο μερους, ως επαναμιμνησκων υμας δια την χαριν την δοθεισαν μοι υπο του θεου
  16. εις το ειναι με λειτουργον Χριστου Ιησου εις τα εθνη, ιερουργουντα το ευαγγελιον του θεου, ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος, ηγιασμενη εν πνευματι αγιω.
  17. εχω ουν [την] καυχησιν εν Χριστω Ιησου τα προς τον θεον·
  18. ου γαρ τολμησω τι λαλειν ων ου κατειργασατο Χριστος δι᾿ εμου εις υπακοην εθνων, λογω και εργω,
  19. εν δυναμει σημειων και τερατων, εν δυναμει πνευματος [θεου]· ωστε με απο Ιερουσαλημ και κυκλω μεχρι του Ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του Χριστου,
  20. ουτως δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη Χριστος, ινα μη επ᾿ αλλοτριον θεμελιον οικοδομω,
  21. αλλα καθως γεγραπται, Οις ουκ ανηγγελη περι αυτου οψονται, και οι ουκ ακηκοασιν συνησουσιν.
  22. Διο και ενεκοπτομην τα πολλα του ελθειν προς υμας·
  23. νυνι δε μηκετι τοπον εχων εν τοις κλιμασι τουτοις, επιποθιαν δε εχων του ελθειν προς υμας απο πολλων ετων,
  24. ως αν πορευωμαι εις την Σπανιαν· ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και υφ᾿ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερους εμπλησθω
  25. νυνι δε πορευομαι εις Ιερουσαλημ διακονων τοις αγιοις.
  26. ευδοκησαν γαρ Μακεδονια και Αχαια κοινωνιαν τινα ποιησασθαι εις τους πτωχους των αγιων των εν Ιερουσαλημ.
  27. ευδοκησαν γαρ, και οφειλεται εισιν αυτων· ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη, οφειλουσιν και εν τοις σαρκικοις λειτουργησαι αυτοις.
  28. τουτο ουν επιτελεσας, και σφραγισαμενος αυτοις τον καρπον τουτον, απελευσομαι δι᾿ υμων εις Σπανιαν·
  29. οιδα δε οτι ερχομενος προς υμας εν πληρωματι ευλογιας Χριστου ελευσομαι.
  30. Παρακαλω δε υμας [,αδελφοι,] δια του κυριου ημων Ιησου Χριστου και δια της αγαπης του πνευματος, συναγωνισασθαι μοι εν ταις προσευχαις υπερ εμου προς τον θεον,
  31. ινα ρυσθω απο των απειθουντων εν τη Ιουδαια και η διακονια μου η εις Ιερουσαλημ ευπροσδεκτος τοις αγιοις γενηται,
  32. ινα εν χαρα ελθων προς υμας δια θεληματος θεου συναναπαυσωμαι υμιν.
  33. ο δε θεος της ειρηνης μετα παντων υμων· αμην.

Chapter 16.

  1. Συνιστημι δε υμιν Φοιβην την αδελφην ημων, ουσαν [και] διακονον της εκκλησιας της εν Κεγχρεαις,
  2. ινα αυτην προσδεξησθε εν κυριω αξιως των αγιων, και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι, και γαρ αυτη προστατις πολλων εγενηθη και εμου αυτου.
  3. Ασπασασθε Πρισκαν και Ακυλαν τους συνεργους μου εν Χριστω Ιησου,
  4. οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν, οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων,
  5. και την κατ᾿ οικον αυτων εκκλησιαν. ασπασασθε Επαινετον τον αγαπητον μου, ος εστιν απαρχη της Ασιας εις Χριστον.
  6. ασπασασθε Μαριαν, ητις πολλα εκοπιασεν εις υμας.
  7. ασπασασθε Ανδρονικον και Ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου, οιτινες εισιν επισημοι εν τοις αποστολοις, οι και προ εμου γεγοναν εν Χριστω.
  8. ασπασασθε Αμπλιατον τον αγαπητον μου εν κυριω.
  9. ασπασασθε Ουρβανον τον συνεργον ημων εν Χριστω και Σταχυν τον αγαπητον μου.
  10. ασπασασθε Απελλην τον δοκιμον εν Χριστω. ασπασασθε τους εκ των Αριστοβουλου.
  11. ασπασασθε Ηρωδιωνα τον συγγενη μου. ασπασασθε τους εκ των Ναρκισσου τους οντας εν κυριω.
  12. ασπασασθε Τρυφαιναν και Τρυφωσαν τας κοπιωσας εν κυριω. ασπασασθε Περσιδα την αγαπητην, ητις πολλα εκοπιασεν εν κυριω.
  13. ασπασασθε Ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου.
  14. ασπασασθε Ασυγκριτον, Φλεγοντα, Ερμην, Πατροβαν, Ερμαν, και τους συν αυτοις αδελφους.
  15. ασπασασθε Φιλολογον και Ιουλιαν, Νηρεα και την αδελφην αυτου, και Ολυμπαν, και τους συν αυτοις παντας αγιους.
  16. Ασπασασθε αλληλους εν φιληματι αγιω. Ασπαζονται υμας αι εκκλησιαι πασαι του Χριστου.
  17. Παρακαλω δε υμας, αδελφοι, σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας, και εκκλινετε απ᾿ αυτων·
  18. οι γαρ τοιουτοι τω κυριω ημων Χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια, και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων.
  19. η γαρ υμων υπακοη εις παντας αφικετο· εφ᾿ υμιν ουν χαιρω, θελω δε υμας σοφους ειναι εις το αγαθον, ακεραιους δε εις το κακον.
  20. ο δε θεος της ειρηνης συντριψει τον Σαταναν υπο τους ποδας υμων εν ταχει. η χαρις του κυριου ημων Ιησου μεθ᾿ υμων.
  21. Ασπαζεται υμας Τιμοθεος ο συνεργος μου, και Λουκιος και Ιασων και Σωσιπατρος οι συγγενεις μου.
  22. ασπαζομαι υμας εγω Τερτιος ο γραψας την επιστολην εν κυριω.
  23. ασπαζεται υμας Γαιος ο ξενος μου και ολης της εκκλησιας. ασπαζεται υμας Εραστος ο οικονομος της πολεως και Κουαρτος ο αδελφος.
  24. [Η χαρις του κυριου ημων Ιησου Χριστου μετα παντων υμων. αμην.]
  25. [Τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα Ιησου Χριστου, κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου
  26. φανερωθεντος δε νυν δια τε γραφων προφητικων κατ᾿ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος,
  27. μονω σοφω θεω δια Ιησου Χριστου ω η δοξα εις τους αιωνας· αμην.]