Epistle of Paul to the Romans.

Chapters 1-4.


Chapter 1.

  1. Παυλος δουλος Χριστου Ιησου, κλητος αποστολος, αφωρισμενος εις ευαγγελιον θεου,
  2. ο προεπηγγειλατο δια των προφητων αυτου εν γραφαις αγιαις,
  3. περι του υιου αυτου του γενομενου εκ σπερματος Δαυιδ κατα σαρκα,
  4. του ορισθεντος υιου θεου εν δυναμει κατα πνευμα αγιωσυνης εξ αναστασεως νεκρων, Ιησου Χριστου του κυριου ημων,
  5. δι ου ελαβομεν χαριν και αποστολην εις υπακοην πιστεως εν πασιν τοις εθνεσιν υπερ του ονοματος αυτου,
  6. εν οις εστε και υμεις κλητοι Ιησου Χριστου,
  7. πασιν τοις ουσιν εν Ρωμη αγαπητοις θεου, κλητοις αγιοις χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου Ιησου Χριστου.
  8. Πρωτον μεν ευχαριστω τω θεω μου δια Ιησου Χριστου περι παντων υμων, οτι η πιστις υμων καταγγελλεται εν ολω τω κοσμω.
  9. μαρτυς γαρ μου εστιν ο θεος, ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου, ως αδιαλειπτως μνειαν υμων ποιουμαι
  10. παντοτε επι των προσευχων μου, δεομενος ει πως ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προς υμας.
  11. επιποθω γαρ ιδειν υμας, ινα τι μεταδω χαρισμα υμιν πνευματικον εις το στηριχθηναι υμας,
  12. τουτο δε εστιν συμπαρακληθηναι εν υμιν δια της εν αλληλοις πιστεως υμων τε και εμου.
  13. ου θελω δε υμας αγνοειν, αδελφοι, οτι πολλακις προεθεμην ελθειν προς υμας, και εκωλυθην αχρι του δευρο, ινα τινα καρπον σχω και εν υμιν καθως και εν τοις λοιποις εθνεσιν.
  14. Ελλησιν τε και βαρβαροις, σοφοις τε και ανοητοις οφειλετης ειμι
  15. ουτως το κατ εμε προθυμον και υμιν τοις εν Ρωμη ευαγγελισασθαι.
  16. Ου γαρ επαισχυνομαι το ευαγγελιον, δυναμις γαρ θεου εστιν εις σωτηριαν παντι τω πιστευοντι, Ιουδαιω τε πρωτον και Ελληνι
  17. δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεως εις πιστιν, καθως γεγραπται, Ο δε δικαιος εκ πιστεως ζησεται.
  18. Αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων,
  19. διοτι το γνωστον του θεου φανερον εστιν εν αυτοις ο θεος γαρ αυτοις εφανερωσεν.
  20. τα γαρ αορατα αυτου απο κτισεως κοσμου τοις ποιημασιν νοουμενα καθοραται, η τε αιδιος αυτου δυναμις και θειοτης, εις το ειναι αυτους αναπολογητους
  21. διοτι γνοντες τον θεον ουχ ως θεον εδοξασαν η ηυχαριστησαν, αλλ εματαιωθησαν εν τοις διαλογισμοις αυτων και εσκοτισθη η ασυνετος αυτων καρδια.
  22. φασκοντες ειναι σοφοι εμωρανθησαν,
  23. και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονος φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων.
  24. Διο παρεδωκεν αυτους ο θεος εν ταις επιθυμιαις των καρδιων αυτων εις ακαθαρσιαν του ατιμαζεσθαι τα σωματα αυτων εν αυτοις,
  25. οιτινες μετηλλαξαν την αληθειαν του θεου εν τω ψευδει, και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα, ος εστιν ευλογητος εις τους αιωνας αμην.
  26. δια τουτο παρεδωκεν αυτους ο θεος εις παθη ατιμιας αι τε γαρ θηλειαι αυτων μετηλλαξαν την φυσικην χρησιν εις την παρα φυσιν,
  27. ομοιως τε και οι αρσενες αφεντες την φυσικην χρησιν της θηλειας εξεκαυθησαν εν τη ορεξει αυτων εις αλληλους, αρσενες εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθιαν ην εδει της πλανης αυτων εν εαυτοις απολαμβανοντες.
  28. και καθως ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει, παρεδωκεν αυτους ο θεος εις αδοκιμον νουν, ποιειν τα μη καθηκοντα,
  29. πεπληρωμενους παση αδικια πονηρια πλεονεξια κακια, μεστους φθονου φονου εριδος δολου κακοηθειας, ψιθυριστας,
  30. καταλαλους, θεοστυγεις, υβριστας, υπερηφανους, αλαζονας, εφευρετας κακων, γονευσιν απειθεις,
  31. ασυνετους, ασυνθετους, αστοργους, ανελεημονας
  32. οιτινες το δικαιωμα του θεου επιγνοντες, οτι οι τα τοιαυτα πρασσοντες αξιοι θανατου εισιν, ου μονον αυτα ποιουσιν αλλα και συνευδοκουσιν τοις πρασσουσιν.

Chapter 2.

  1. Διο αναπολογητος ει, ω ανθρωπε πας ο κρινων εν ω γαρ κρινεις τον ετερον, σεαυτον κατακρινεις, τα γαρ αυτα πρασσεις ο κρινων.
  2. οιδαμεν δε οτι το κριμα του θεου εστιν κατα αληθειαν επι τους τα τοιαυτα πρασσοντας.
  3. λογιζη δε τουτο, ω ανθρωπε ο κρινων τους τα τοιαυτα πρασσοντας και ποιων αυτα, οτι συ εκφευξη το κριμα του θεου;
  4. η του πλουτου της χρηστοτητος αυτου και της ανοχης και της μακροθυμιας καταφρονεις, αγνοων οτι το χρηστον του θεου εις μετανοιαν σε αγει;
  5. κατα δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεις σεαυτω οργην εν ημερα οργης και αποκαλυψεως δικαιοκρισιας του θεου,
  6. ος αποδωσει εκαστω κατα τα εργα αυτου,
  7. τοις μεν καθ υπομονην εργου αγαθου δοξαν και τιμην και αφθαρσιαν ζητουσιν, ζωην αιωνιον
  8. τοις δε εξ εριθειας και απειθουσι τη αληθεια πειθομενοις δε τη αδικια, οργη και θυμος
  9. θλιψις και στενοχωρια επι πασαν ψυχην ανθρωπου του κατεργαζομενου το κακον, Ιουδαιου τε πρωτον και Ελληνος
  10. δοξα δε και τιμη και ειρηνη παντι τω εργαζομενω το αγαθον, Ιουδαιω τε πρωτον και Ελληνι
  11. ου γαρ εστιν προσωπολημψια παρα τω θεω.
  12. οσοι γαρ ανομως ημαρτον, ανομως και απολουνται και οσοι εν νομω ημαρτον, δια νομου κριθησονται
  13. ου γαρ οι ακροαται νομου δικαιοι παρα [τω] θεω, αλλ οι ποιηται νομου δικαιωθησονται.
  14. οταν γαρ εθνη τα μη νομον εχοντα φυσει τα του νομου ποιωσιν, ουτοι νομον μη εχοντες εαυτοις εισιν νομος
  15. οιτινες ενδεικνυνται το εργον του νομου γραπτον εν ταις καρδιαις αυτων, συμμαρτυρουσης αυτων της συνειδησεως και μεταξυ αλληλων των λογισμων κατηγορουντων η και απολογουμενων,
  16. εν ημερα οτε κρινει ο θεος τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια Χριστου Ιησου.
  17. Ει δε συ Ιουδαιος επονομαζη και επαναπαυη νομω και καυχασαι εν θεω
  18. και γινωσκεις το θελημα και δοκιμαζεις τα διαφεροντα κατηχουμενος εκ του νομου,
  19. πεποιθας τε σεαυτον οδηγον ειναι τυφλων, φως των εν σκοτει,
  20. παιδευτην αφρονων, διδασκαλον νηπιων, εχοντα την μορφωσιν της γνωσεως και της αληθειας εν τω νομω
  21. ο ουν διδασκων ετερον σεαυτον ου διδασκεις; ο κηρυσσων μη κλεπτειν κλεπτεις;
  22. ο λεγων μη μοιχευειν μοιχευεις; ο βδελυσσομενος τα ειδωλα ιεροσυλεις;
  23. ος εν νομω καυχασαι, δια της παραβασεως του νομου τον θεον ατιμαζεις;
  24. το γαρ ονομα του θεου δι υμας βλασφημειται εν τοις εθνεσιν, καθως γεγραπται.
  25. περιτομη μεν γαρ ωφελει εαν νομον πρασσης εαν δε παραβατης νομου ης, η περιτομη σου ακροβυστια γεγονεν.
  26. εαν ουν η ακροβυστια τα δικαιωματα του νομου φυλασση, ουχ η ακροβυστια αυτου εις περιτομην λογισθησεται;
  27. και κρινει η εκ φυσεως ακροβυστια τον νομον τελουσα σε τον δια γραμματος και περιτομης παραβατην νομου.
  28. ου γαρ ο εν τω φανερω Ιουδαιος εστιν, ουδε η εν τω φανερω εν σαρκι περιτομη
  29. αλλ ο εν τω κρυπτω Ιουδαιος, και περιτομη καρδιας εν πνευματι ου γραμματι, ου ο επαινος ουκ εξ ανθρωπων αλλ εκ του θεου.

Chapter 3.

  1. Τι ουν το περισσον του Ιουδαιου, η τις η ωφελεια της περιτομης;
  2. πολυ κατα παντα τροπον. πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου.
  3. τι γαρ ει ηπιστησαν τινες; μη η απιστια αυτων την πιστιν του θεου καταργησει;
  4. μη γενοιτο γινεσθω δε ο θεος αληθης, πας δε ανθρωπος ψευστης, καθως γεγραπται, Οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε.
  5. ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν, τι ερουμεν; μη αδικος ο θεος ο επιφερων την οργην; κατα ανθρωπον λεγω.
  6. μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον;
  7. ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου, τι ετι καγω ως αμαρτωλος κρινομαι;
  8. και μη καθως βλασφημουμεθα και καθως φασιν τινες ημας λεγειν οτι Ποιησωμεν τα κακα ινα ελθη τα αγαθα; ων το κριμα ενδικον εστιν.
  9. Τι ουν; προεχομεθα; ου παντως, προητιασαμεθα γαρ Ιουδαιους τε και Ελληνας παντας υφ αμαρτιαν ειναι,
  10. καθως γεγραπται οτι Ουκ εστιν δικαιος ουδε εις,
  11. ουκ εστιν ο συνιων, ουκ εστιν ο εκζητων τον θεον.
  12. παντες εξεκλιναν, αμα ηχρεωθησαν ουκ εστιν ο ποιων χρηστοτητα, [ουκ εστιν] εως ενος.
  13. ταφος ανεωγμενος ο λαρυγξ αυτων, ταις γλωσσαις αυτων εδολιουσαν, ιος ασπιδων υπο τα χειλη αυτων,
  14. ων το στομα αρας και πικριας γεμει
  15. οξεις οι ποδες αυτων εκχεαι αιμα,
  16. συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων,
  17. και οδον ειρηνης ουκ εγνωσαν.
  18. ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων.
  19. Οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει, ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω
  20. διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου, δια γαρ νομου επιγνωσις αμαρτιας.
  21. Νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται, μαρτυρουμενη υπο του νομου και των προφητων,
  22. δικαιοσυνη δε θεου δια πιστεως Ιησου Χριστου, εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη
  23. παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου,
  24. δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν Χριστω Ιησου
  25. ον προεθετο ο θεος ιλαστηριον δια [της] πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων
  26. εν τη ανοχη του θεου, προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω, εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως Ιησου.
  27. Που ουν η καυχησις; εξεκλεισθη. δια ποιου νομου; των εργων; ουχι, αλλα δια νομου πιστεως.
  28. λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου.
  29. η Ιουδαιων ο θεος μονον; ουχι και εθνων; ναι και εθνων,
  30. ειπερ εις ο θεος, ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως.
  31. νομον ουν καταργουμεν δια της πιστεως; μη γενοιτο, αλλα νομον ιστανομεν.

Chapter 4.

  1. Τι ουν ερουμεν ευρηκεναι Αβρααμ τον προπατορα ημων κατα σαρκα;
  2. ει γαρ Αβρααμ εξ εργων εδικαιωθη, εχει καυχημα αλλ ου προς θεον.
  3. τι γαρ η γραφη λεγει; Επιστευσεν δε Αβρααμ τω θεω, και ελογισθη αυτω εις δικαιοσυνην.
  4. τω δε εργαζομενω ο μισθος ου λογιζεται κατα χαριν αλλα κατα οφειλημα
  5. τω δε μη εργαζομενω, πιστευοντι δε επι τον δικαιουντα τον ασεβη, λογιζεται η πιστις αυτου εις δικαιοσυνην,
  6. καθαπερ και Δαυιδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεος λογιζεται δικαιοσυνην χωρις εργων,
  7. Μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
  8. μακαριος ανηρ ου ου μη λογισηται κυριος αμαρτιαν.
  9. ο μακαρισμος ουν ουτος επι την περιτομην η και επι την ακροβυστιαν; λεγομεν γαρ, Ελογισθη τω Αβρααμ η πιστις εις δικαιοσυνην.
  10. πως ουν ελογισθη; εν περιτομη οντι η εν ακροβυστια; ουκ εν περιτομη αλλ εν ακροβυστια
  11. και σημειον ελαβεν περιτομης, σφραγιδα της δικαιοσυνης της πιστεως της εν τη ακροβυστια, εις το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιας, εις το λογισθηναι [και] αυτοις [την] δικαιοσυνην,
  12. και πατερα περιτομης τοις ουκ εκ περιτομης μονον αλλα και τοις στοιχουσιν τοις ιχνεσιν της εν ακροβυστια πιστεως του πατρος ημων Αβρααμ.
  13. Ου γαρ δια νομου η επαγγελια τω Αβρααμ η τω σπερματι αυτου, το κληρονομον αυτον ειναι κοσμου, αλλα δια δικαιοσυνης πιστεως
  14. ει γαρ οι εκ νομου κληρονομοι, κεκενωται η πιστις και κατηργηται η επαγγελια
  15. ο γαρ νομος οργην κατεργαζεται ου δε ουκ εστιν νομος, ουδε παραβασις.
  16. δια τουτο εκ πιστεως, ινα κατα χαριν, εις το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι, ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεως Αβρααμ, ος εστιν πατηρ παντων ημων,
  17. καθως γεγραπται οτι Πατερα πολλων εθνων τεθεικα σε, κατεναντι ου επιστευσεν θεου του ζωοποιουντος τους νεκρους και καλουντος τα μη οντα ως οντα
  18. ος παρ ελπιδα επ ελπιδι επιστευσεν εις το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον, Ουτως εσται το σπερμα σου
  19. και μη ασθενησας τη πιστει κατενοησεν το εαυτου σωμα [ηδη] νενεκρωμενον, εκατονταετης που υπαρχων, και την νεκρωσιν της μητρας Σαρρας,
  20. εις δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστια αλλ ενεδυναμωθη τη πιστει, δους δοξαν τω θεω
  21. και πληροφορηθεις οτι ο επηγγελται δυνατος εστιν και ποιησαι.
  22. διο [και] ελογισθη αυτω εις δικαιοσυνην.
  23. Ουκ εγραφη δε δι αυτον μονον οτι ελογισθη αυτω,
  24. αλλα και δι ημας οις μελλει λογιζεσθαι, τοις πιστευουσιν επι τον εγειραντα Ιησουν τον κυριον ημων εκ νεκρων,
  25. ος παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων.