Martyrdom of Polycarp.

Chapters 1-22.


Η εκκλησια του θεου η παροικουσα Σμυρναν τη εκκλησια του θεου τη παροικουση εν Φιλομηλιω και πασαις ταις κατα παντα τοπον της αγιας και καθολικης εκκλησιας παροικιαις· ελεος και ειρηνη και αγαθη θεου πατρος και του κυριου ημων Ιησου Χριστου πληθυνθειη.

Chapter 1.

  1. Εγραψαμεν υμιν, αδελφοι, τα κατα τους μαρτυρησαντας και τον μακαριαν Πολυκαρπον, οστις ωσπερ επισφραγισας δια της μαρτυριας αυτου κατεπαυσε τον διωγμον. σχεδον γαρ παντα τα προαγοντα εγενετο ινα ημιν ο κυριος ανωθεν επιδειξη το κατα το ευαγγελιον μαρτυριον.
  2. περιεμενεν γαρ ινα παραδοθη, ως και ο κυριος, ινα μιμηται και ημεις αυτου γενωμεθα, μη μονον σκοπουντες το καθ εαυτους αλλα και το κατα τους πελας. αγαπης γαρ αληθους και βεβαιας εστιν μη μονον εαυτον θελειν σωζεσθαι αλλα και παντας τους αδελφους.

Chapter 2.

  1. Μακαρια μεν ουν και γενναια τα μαρτυρια παντα τα κατα το θελημα του θεου γεγονοτα· δει γαρ ευλαβεστερους ημας υπαρχοντας τω θεω την κατα παντων εξουσιαν ανατιθεναι.
  2. το γαρ γενναιον αυτων και υπομονητικον και φιλοδεσποτον τις ουκ αν θαυμασειεν; οι μαστιξι μεν καταξανθεντες, ωστε μεχρι των εσω φλεβων και αρτηριων την της σαρκος οικονομιαν θεωρεισθαι, υπεμειναν, ως και τους περιεστωτας ελεειν και οδυρεσθαι. τους δε και εις τοσουτον γενναιοτητος ελθειν ωστε μητε γρυξαι μητε στεναξαι τινα αυτων, επιδεικνυμενους απασιν ημιν οτι εκεινη τη ωρα βασανιζομενοι της σαρκος απεδημουν οι μαρτυρες του Χριστου, μαλλον δε οτι παρεστως ο κυριος ωμιλει αυτοις.
  3. και προσεχοντες τη του Χριστου χαριτι των κοσμικων κατεφρονουν βασανων, δια μιας ωρας την αιωνιον κολασιν εξαγοραζομενοι. και το πυρ ην αυτοις ψυχρον το των απανθρωπων βασανιστων, προ οφθαλμων γαρ ειχον φυγειν το αιωνιον και μηδεποτε σβεννυμενον, και τοις της καρδιας οφθαλμοις ανεβλεπον τα τηρουμενα τοις υπομεινασιν αγαθα, α ουτε ους ηκουσεν ουτε οφθαλμος ειδεν, ουτε επι καρδιαν ανθρωπου ανεβη, εκεινοις δε υπεδεικνυτο υπο του κυριου, οιπερ μηκετι ανθρωποι αλλ ηδη αγγελοι ησαν.
  4. ομοιως δε και οι εις τα θηρια κατακριθεντες υπεμειναν δεινας κολασεις, κηρυκας μεν υποστρωννυμενοι και αλλαις ποικιλων βασανων ιδεαις κολαφιζομενοι ινα, ει δυνηθειη, δια της επιμονου κολασεως εις αρνησιν αυτους τρεψη· πολλα γαρ εμηχανατο κατ αυτων ο διαβολος.

Chapter 3.

  1. Αλλα χαρις τω θεω, κατα παντων γαρ ουκ ισχυσεν. ο γαρ γενναιοτατος Γερμανικος επερρωννυεν αυτων την δειλιαν δια της εν αυτω υπομονης· ος και επισημως εθηριομαχησεν. βουλομενου γαρ του ανθυπατου πειθειν αυτον και λεγοντος την ηλικιαν αυτου κατοικτειραι, εαυτω επεσπασατο το θηριον προσβιασαμενος, ταχιον του αδικου και ανομου βιου αυτων απαλλαγηναι βουλομενος.
  2. εκ τουτου ουν παν το πληθος, θαυμασαν την γενναιοτητα του θεοφιλους και θεοσεβους γενους των Χριστιανων, επεβοησεν· Αιρε τους αθεους· ζητεισθω Πολυκαρπος.

Chapter 4.

  • Εις δε ονοματι Κοιντος, Φρυξ προσφατως εληλυθως απο της Φρυγιας, ιδων τα θηρια εδειλιασεν. ουτος δε ην ο παραβιασαμενος εαυτον τε και τινας προσελθειν εκοντας. τουτον ο ανθυπατος πολλα εκλιπαρησας επεισεν ομοσαι και επιθυσαι. δια τουτο ουν, αδελφοι, ουκ επαινουμεν τους προδιδοντας εαυτους, επειδη ουχ ουτως διδασκει το ευαγγελιον.

Chapter 5.

  1. Ο δε θαυμασιωτατος Πολυκαρπος το μεν πρωτον ακουσας ουκ εταραχθη, αλλ εβουλετο κατα πολιν μενειν· οι δε πλειους επειθον αυτον υπεξελθειν. και υπεξηλθεν εις αγριδιον ου μακραν απεχον απο της πολεως και διετριβε μετ ολιγων, νυκτα και ημεραν ουδεν ετερον ποιων η προσευχομενος περι παντων και των κατα την οικουμενην εκκλησιων, οπερ ην συνηθες αυτω.
  2. και προσευχομενος εν οπτασια γεγονεν προ τριων ημερων του συλληφθηναι αυτον και ειδεν το προσκεφαλαιον αυτου υπο πυρος κατακαιομενον. και στραφεις ειπεν προς τους συν αυτω· Δει με ζωντα καηναι.

Chapter 6.

  1. Και επιμενοντων των ζητουντωη αυτον, μετεβη εις ετερον αγριδιον. και ευθεως επεστησαν οι ζητουντες αυτον, και μη ευροντες συνελαβοντο παιδαρια δυο, ων το ετερον βασανιζομενον ωμολογησεν.
  2. ην γαρ και αδυνατον λαθειν αυτον, επει και οι προδιδοντες αυτον οικειοι υπηρχον. και ο ειρηναρχος, ο κεκληρωμενος το αυτο ονομα, Ηρωδης επιλεγομενος, εσπευδεν εις το σταδιον αυτον εισαγαγειν, ινα εκεινος μεν τον ιδιον κληρον απαρτιση, Χριστου κοινωνος γενομενος, οι δε προδοντες αυτον την αυτου του Ιουδα υποσχοιεν τιμωριαν.

Chapter 7.

  1. Εχοντες ουν το παιδαριον τη παρασκευη περι δειπνου ωραν εξηλθον διωγμιται και ιππεις μετα των συνηθων αυτοις οπλων, ως επι ληστην τρεχοντες. και οψε της ωρας συνεπελθοντες, εκεινον μεν ευρον εν τινι δωματιω κατακειμενον εν υπερωω· κακειθεν δε ηδυνατο εις ετερον χωριον απελθειν, αλλ ουκ ηβουληθη, επων· Το θελημα θεου γενεσθω.
  2. ακουσας ουν αυτους παροντας, καταβας διελεχθη αυτοις, θαυμαζοντων των παροντων την ηλικιαν αυτου και το ευσταθες, και ει τοσαυτη σπουδη ην του συλληφθηναι τοιουτον πρεσβυτην ανδρα. ευθεως ουν αυτοις εκελευσεν παρατεθηναι φαγειν και πιειν εν εκεινη τη ωρα, οσον αν βουλωνται· εξητησατον δε αυτους ινα δωσιν αυτω ωραν προς το προσευξασθαι αδεως.
  3. των δε επιτρεψαντων, σταθεις προσηυξατο πληρης ων της χαριτος του θεου ουτως, ως επι δυο ωρας μη δυνασθαι σιγησαι· και εκπληττεσθαι τους ακουοντας, πολλους τε μετανοειν επι τω εληλυθεναι επι τοιουτον θεοπρεπη πρεσβυτην.

Chapter 8.

  1. Επει δε ποτε κατεπαυσεν την προσευχην, μνημονευσας απαντων και των πωποτε συμβεβληκοτων αυτω, μικρων τε και μεγαλων, ενδοξων τε και αδοξων, και πασης της κατα την οικουμενην καθολικης εκκλησιας, της ωρας ελθουσης του εξιεναι, ονω καθισαντες αυτον ηγαγον εις την πολιν, οντος σαββατου μεγαλου.
  2. και υπηντα αυτω ο ειρηναρχος Ηρωδης και ο πατηρ αυτου Νικητης, οι και μεταθεντες αυτον επι την καρουχαν επειθον παρακαθεζομενοι και λεγοντες· Τι γαρ κακον εστιν ειπεν, κυριος Καισαρ, και επιθυσαι, και τα τουτοις ακολουθα, και διασωζεσθαι; ο δε τα μεν πρωτα ουκ απεκρινατο αυτοις, επιμενοντων δε αυτων εφη· Ου μελλω ποιειν ο συμβουλευετε μοι.
  3. οι δε, αποτυχοντες του πεισαι αυτον, δεινα ρηματα ελεγον και μετα σπουδης καθηρουν αυτον ως κατιοντα απο της καρουχας αποσυραι καθηρουν αυτον ως κατιοντα απο της καρουχας αποσυραι το αντικνημιον. και μη επιστραφεις, ως ουδεν πεπονθως, προθυμως μετα σπουδης επορευετο, αγομενος εις το σταδιον, θορυβου τηλικουτου οντος εν τω σταδιω ως μηδε ακουσθηναι τινα δυνασθαι.

Chapter 9.

  1. Τω δε Πολυκαρπω εισιοντι εις το σταδιον φωνη εξ ουρανου εγενετο· Ισχυε, Πολυκαρπε, και ανδριζου. και τον μεν ειποντα ουδεις ειδεν, την δε φωνην των ημετερων οι παροντες ηκουσαν. και λοιπον προσαχθεντος αυτου, θορυβος ην μεγας ακουσαντων οτι Πολυκαρπος συνειληπται.
  2. προσαχθεντα ουν αυτον ανηρωτα ο ανθυπατος ει αυτος ειη Πολυκαρπος. του δε ομολογουντος, επειθεν αρνεισθαι λεγων· Αιδεσθητι σου την ηλικιαν, και ετερα τουτοις ακολουθα ως εθος αυτοις λεγειν· Ομοσον την Καισαρος τυχην, μετανοησον· ειπον· Αιρε τους αθεους. ο δε Πολυκαρπος εμβριθει τω προσωπω εις παντα τον οχλον τον εν τω σταδιω ανομων εθνων εμβλεψας και επισεισας αυτοις την χειρα, στεναξας τε και αναβλεψας εις τον ουρανον, ειπεν· Αιρε τους αθεους.
  3. εγκειμενου δε του ανθυπατου και λεγοντος· Ομοσον, και απολυω σε· λοιδορησον τον Χριστον, εφη ο Πολυκαρπος· Ογδοηκοντα και εξ ετη εχω δουλευων αυτω, και ουδεν με ηδικησεν· και πως δυναμαι βλασφημησαι τον βασιλεα μου τον σωσαντα με;

Chapter 10.

  1. Επιμενοντος δε παλιν αυτου και λεγοντος, Ομοσον την Καισαρος τυχην, απεκρινατο· Ει κενοδοξεις ινα ομοσω την Καισαρος τυχην, ως συ λεγεις, προσποιει δε αγνοειν με τις ειμι, μετα παρρησιας ακουε· Χριστιανος ειμι. ει δε θελεις τον του Χριστιανισμου μαθειν λογον, δος ημεραν και ακουσον.
  2. εφη ο ανθυπατος· Πεισον τον δημον. ο δε Πολυκαρπος ειπεν· Σε μεν καν λογου ηξιωσα, δεδιδαγμεθα γαρ αρχαις και εξουσιαις υπο θεου τεταγμεναις τιμην κατα το προσηκον την μη βλαπτουσαν ημας, απονεμειν· εκεινους δε ουκ αξιους ηγουμαι του απολογεισθαι αυτοις.

Chapter 11.

  1. Ο δε ανθυπατος ειπεν· Θηρια εχω· τουτοις σε παραβαλω εαν μη μετανοησης. ο δε ειπεν· Καλει· αμεταθετος γαρ ημιν η απο των κρειττονων επι τα χειρω μετανοια, καλον δε μετατιθεσθαι απο των χαλεπων επι τα δικαια.
  2. ο δε παλιν προς αυτον· Πυρι σε ποιω δαπανηθηναι, ει των θηριων καταφρονεις, εαν μη μετανοησης. ο δε Πολυκαρπος· Πυρ απειλεις το προς ωραν καιομενον και μετ ολιγον σβεννυμενον, αγνοεις γαρ το της μελλουσης κρισεως και αιωνιου κολασεως τοις ασεβεσι τηρουμενον πυρ. αλλα τι βραδυνεις; φερε ο βουλει.

Chapter 12.

  1. Ταυτα δε και ετερα πλειονα λεγων, θαρσους και χαρας ενεπιμπλατο, και το προσωπον αυτου χαριτος επληρουτο ωστε ου μονον μη συμπεσειν ταραχθεντα υπο των λεγομενων προς αυτον αλλα τουναντιον τον ανθυπατον εκστηναι, πεμψαι τε τον εαυτου κηρυκα εν μεσω τω σταδιω κηρυξαι τρις· Πολυκαρπος ωμολογησεν εαυτον Χριστιανον ειναι.
  2. τουτου λεχθεντος υπο του κηρυκος, απαν το πληθος εθνων τε και Ιουδαιων των την Σμυρναν κατοικουντων ακατασχετω θυμω και μεγαλη φωνη επεβοα· Ουτος εστιν ο της Ασιας διδασκαλος, ο πατηρ των Χριστιανων, ο των ημετερων θεων καθαιρετης, ο πολλους διδασκων μη θυειν μηδε προσκυνειν. ταυτα λεγοντες επεβοων και ηρωτων τον ασιαρχην Φιλιππον ινα επαφη τω Πολυκαρπω λεοντα. ο δε εφη μη ειναι εξον αυτω επειδη πεπληρωκει τα κυνηγεσια.
  3. τοτε εδοξεν αυτοις ομοθυμαδον επιβοησαι ωστε τον Πολυκαρπον ζωντα κατακαυσαι. εδει γαρ το της φανερωθεισης επι του προσκεφαλαιου οπτασιας πληρωθηναι, οτε ιδων αυτο καιομενον προσευχομενος ειπεν επιστραφεις τοις συν αυτω πιστοις προφητικως· Δει με ζωντα καηναι.

Chapter 13.

  1. Ταυτα ουν μετα τοσουτου ταχους εγενετο, θαττον η ελεγετο, των οχλων παραχρημα συναγοντων εκ τε των εργαστηριων και βαλανειων ξυλα και φρυγανα, μαλιστα Ιουδαιων προθυμως ως εθος αυτοις εις ταυτα υπουργουντων.
  2. οτε δε η πυρκαια ητοιμασθη, αποθεμενος εαυτω παντα τα ιματια και λυσας την ζωνην, επειρατο και υπολυειν εαυτον, μη προτερον τουτο ποιων δια το αει εκαστον των πιστων σπουδαζειν οστις ταχιον του χρωτος αυτου αψηται. εν παντι γαρ αγαθης ενεκεν πολιτειας και προ της πολιας εκεκοσμητο.
  3. ευθεως ουν αυτω περιετιθετο τα προς την πυραν ηρμοσμενα οργανα. μελλοντων δε αυτων και προσηλουν, ειπεν· Αφετε με ουτως. ο γαρ δους υπομειναι το πυρ δωσει και χωρις της υμετερας εκ των ηλων ασφαλειας ασκυλτον επιμειναι τη πυρα.

Chapter 14.

  1. Οι δε ου καθηλωσαν μεν, προσεδησαν δε αυτον. ο δε οπισω τας χειρας ποιησας και προσδεθεις, ωσπερ κριος επισημος εκ μεγαλου ποιμνιου εις προσφοραν, ολοκαυτωμα δεκτον τω θεω ητοιμασμενον, αναβλεψας εις τον ουρανον ειπεν· Κυριε ο θεος ο παντοκρατωρ, ο του αγαπητου και ευλογητου παιδος σου Ιησου Χριστου πατηρ, δι ου την περι σου επιγνωσιν ειληφαμεν, ο θεος αγγελων και δυναμεων και πασης κτισεως, παντος τε του γενους των δικαιων οι ζωσιν ενωπιον σου,
  2. ευλογω σε οτι κατηξιωσας με της ημερας και ωρας ταυτης, του λαβειν μερος εν αριθμω των μαρτυρων εν τω ποτηριω του Χριστου {σου}, εις αναστασιν ζωης αιωνιου ψυχης τε και σωματος εν αφθαρσια πνευματος αγιου· εν οις προσδεχθειην ενωπιον σου σημερον εν θυσια πιονι και προσδεκτη, καθως προητοιμασας και προεφανερωσας και επληρωσας, ο αψευδης και αληθινος θεος.
  3. δια τουτο και περι παντων σε αινω, σε ευλογω, σε δοξαζω, δια του αιωνιου και επουρανιου αρχιερεως Ιησου Χριστου, αγαπητου σου παιδος, δι ου σοι συν αυτω και πνευματι αγιω δοξα, και νυν και εις τους μελλοντας αιωνας, αμην.

Chapter 15.

  1. Αναπεμψαντος δε αυτου το αμην και πληρωσαντος την ευχην, οι του πυρος ανθρωποι εξηψαν το πυρ. μεγαλης δε εκλαμψασης φλογος, θαυμα ειδομεν, οις ιδειν εδοθη· οι και ετηρηθημεν εις το αναγγειλαι τοις λοιποις τα γενομενα.
  2. το γαρ πυρ καμαρας ειδος ποιησαν, ωσπερ οθονη πλοιου υπο πνευματος πληρουμενη, κυκλω περιετειχισεν το σωμα του μαρτυρος. και ην μεσον, ουχ ως σαρξ καιομενη αλλ ως αρτος οπτωμενος η ως χρυσος και αργυρος εν καμινω πυρουμενος. και γαρ ευωδιας τοσαυτης αντελαβομεθα, ως λιβανωτου πνεοντος η αλλου τινος των τιμιων αρωματων.

Chapter 16.

  1. Περας γουν ιδοντες οι ανομοι μη δυναμενον αυτου το σωμα υπο του πυρος δαπανηθηναι, εκελευσαν προσελθοντα αυτω κομφεκτορα παραβυσαι ξιφιδιον. και τουτο ποιησαντος, εξηλθε πληθος αιματος, ωστε κατασβεσαι το πυρ· και θαυμασαι παντα τον οχλον, ει τοσαυτη τις διαφορα μεταξυ των τε απιστων και των εκλεκτων·
  2. ων εις και ουτος γεγονει, ο θαυμασιωτατος Πολυκαρπος, εν τοις καθ ημας χρονοις διδασκαλος αποστολικος και προφητικος γενομενος, επισκοπος της εν Σμυρνη αγιας εκκλησιας. παν γαρ ρημα ο αφηκεν εκ του στοματος αυτου ετελειωθη και τελειωθησεται.

Chapter 17.

  1. Ο δε αντιζηλος και βασκανος και πονηρος, ο αντικειμενος τω γενει των δικαιων, ιδων το τε μεγεθος αυτου της μαρτυριας και την απ αρχης ανεπιληπτον πολιτειαν, εστεφανωμενον τε τον της αφθαρσιας στεφανον και βραβειον αναντιρρητον απενηνεγμενον, επετηδευσεν ως μηδε το σωματιον αυτου υφ ημων ληφθηναι, καιπερ πολλων επιθυμουντων τουτο ποιησαι και κοινωνησαι τω αγιω αυτου σαρκιω.
  2. υπεβαλεν γουν Νικητην τον του Ηρωδου πατερα, αδελφον δε Αλκης, εντυχειν τω αρχοντι ωστε μη δουναι αυτου το σωμα, μη, φησιν, αφεντες τον εσταυρωμενον τουτον αρξωνται σεβεσθαι· και ταυτα υποβαλλοντων και ενισχυοντων των Ιουδαιων, οι και ετηρησαν μελλοντων ημων εκ του πυρος αυτον λαμβανειν, αγνοουντες οτι ουτε τον Χριστον ποτε καταλιπειν δυνησομεθα, τον υπερ της του παντος κοσμου των σωζομενων σωτηριας παθοντα, αμωμον υπερ αμαρτωλων, ουτε ετερον τινα σεβεσθαι.
  3. τουτον μεν γαρ υιον οντα του θεου προσκυνουμεν, τους δε μαρτυρας ως μαθητας και μιμητας του κυριου αγαπωμεν αξιως ενεκεν ευνοιας ανυπερβλητου της εις τον ιδιον βασιλεα και διδασκαλον· ων γενοιτο και ημας συγκοινωνους τε και συμμαθητας γενεσθαι.

Chapter 18.

  1. Ιδων ουν ο κεντυριων την των Ιουδαιων γενομενην φιλονεικιαν, θεις αυτον εν μεσω, ως εθος αυτοις, εκαυσεν.
  2. ουτως τε ημεις υστερον ανελομενοι τα τιμιωτερα λιθων πολυτελων και δοκιμωτερα υπερ χρυσιον οστα αυτου, απεθεμεθα οπου και ακολουθον ην.
  3. Ενθα ως δυνατον ημιν συναγομενοις εν αγαλλιασει και χαρα παρεξει ο κυριος επιτελειν την του μαρτυριου αυτου ημεραν γενεθλιον, εις τε την των προηθληκοτων μνημην και των μελλοντων ασκησιν τε και ετοιμασιαν.

Chapter 19.

  1. Τοιαυτα τα κατα τον μακαριον Πολυκαρπον, ος συν τοις απο Φιλαδελφιας δωδεκατος εν Σμυρνη μαρτυρησας, μονος υπο παντων μαλλον μνημονευεται, ωστε και υπο των εθνων εν παντι τοπω λαλεισθαι, ου μονον διδασκαλος γενομενος επισημος αλλα και μαρτυς εξοχος, ου το μαρτυριον παντες παντες επιθυμουσιν μιμεισθαι, κατα το ευαγγελιον Χριστου γενομενον.
  2. δια της υπομονης καταγωνισαμενος τον αδικον αρχοντα και ουτως τον της αφθαρσιας στεφανον απολαβων· συν τοις αποστολοις και πασιν δικαιοις αγαλλιωμενος δοξαζει τον θεον και πατερα παντοκρατορα και ευλογει τον κυριον ημων Ιησουν Χριστον, τον σωτηρα των ψυχων ημων και κυβερνητην των σωματων ημων και ποιμενα της κατα την οικουμενην καθολικης εκκλησιας.

Chapter 20.

  1. Υμεις μεν ουν ηξιωσατε δια πλειονων δηλωθηναι υμιν τα γενομενα, ημεις δε κατα το παρον ως εν κεφαλαιω μεμηνυκαμεν δια του αδελφου ημων Μαρκιανου. μαθοντες ουν ταυτα και τοις επεκεινα αδελφοις την επιστολην διαπεμψασθε, ινα και εκεινοι διξαζωσι τον κυριον τον εκλογας ποιουμενον των ιδιων δουλων.
  2. τω δε δυναμενω παντας ημας εισαγαγειν εν τη αυτου χαριτι και δωρεα εις την επουρανιον αυτου βασιλειαν δια του παιδος αυτου, του μονογενους Ιησου Χριστου, δοξα, τιμη, κρατος, μεγαλωσυνη εις τους αιωνας. προσαγορευετε παντας τους αγιους. υμας οι συν ημιν προσαγορευουσιν, και Ευαρεστος ο γραψας πανοικει.

Chapter 21.

  • Μαρτυρει δε ο μακαριος Πολυκαρπος μηνος Ξανθικου δευτερα ισταμενου, προ επτα καλανδων Μαρτιων, σαββατω μεγαλω, ωρα ογδοη· συνεληφθη υπο Ηρωδου επι αρχιερεως Φιλιππου Τραλλιανου, ανθυπατευοντος Στατιου Κοδρατου, βασιλευοντος δε εις τους αιωνας Ιησου Χριστου· ω η δοξα, τιμη, μεγαλωσυνη, θρονος αιωνιος απο γενεας εις γενεαν, αμην.

Chapter 22.

  1. Ερρωσθαι υμας ευχομεθα, αδελφοι, στοιχουντας τω κατα το ευαγγελιον λογω Ιησου Χριστου· μεθ ου δοξα τω θεω επι σωτηρια τη των αγιων εκλεκτων· καθως εμαρτυρησεν ο μακαριος Πολυκαρπος, ου γενοι εν τη βασιλεια Ιησου Χριστου προς τα ιχνη ευρεθηναι ημας.
  2. Ταυτα μετεγραψατο μεν Γαιος εκ των Ειρηναιου, μαθητου του Πολυκαρπου, ος και συνεπολιτευσατο τω Ειρηναιω. εγω δε Σωκρατης εν Κορινθω εκ των Γαιου αντιγραφων εγραψα. η χαρις μετα παντων.
  3. Εγω δε παλιν Πιονιος εκ του προγεγραμμενου εγραψα αναζητησας αυτα, κατα αποκαλυψιν φανερωσαντος μοι του μακαριου Πολυκαρπου, καθως δηλωσω εν τω καθεξης, συναγαγων αυτα ηδη σχεδον εκ του χρονου κεκμηκοτα, ινα καμε συναγαγη ο κυριος Ιησους Χριστος μετα των εκλεκτων αυτου εις την ουρανιον βασιλειαν αυτου, ω η δοξα συν πατρι και αγιω πνευματι εις τους αιωνας των αιωνων.

Αμην.