Gospel of Matthew.

Chapters 8-11.


Chapter 8.

  1. Καταβαντος δε αυτου απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι.
  2. και ιδου λεπρος προσελθων προσεκυνει αυτω λεγων, Κυριε, εαν θελης δυνασαι με καθαρισαι.
  3. και εκτεινας την χειρα ηψατο αυτου λεγων, Θελω, καθαρισθητι και ευθεως εκαθαρισθη αυτου η λεπρα.
  4. και λεγει αυτω ο Ιησους, Ορα μηδενι ειπης, αλλα υπαγε σεαυτον δειξον τω ιερει, και προσενεγκον το δωρον ο προσεταξεν Μωυσης, εις μαρτυριον αυτοις.
  5. Εισελθοντος δε αυτου εις Καφαρναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον
  6. και λεγων, Κυριε, ο παις μου βεβληται εν τη οικια παραλυτικος, δεινως βασανιζομενος.
  7. και λεγει αυτω, Εγω ελθων θεραπευσω αυτον.
  8. και αποκριθεις ο εκατονταρχος εφη, Κυριε, ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογω, και ιαθησεται ο παις μου.
  9. και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν, εχων υπ εμαυτον στρατιωτας, και λεγω τουτω, Πορευθητι, και πορευεται, και αλλω, Ερχου, και ερχεται, και τω δουλω μου, Ποιησον τουτο, και ποιει.
  10. ακουσας δε ο Ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν, Αμην λεγω υμιν, παρ ουδενι τοσαυτην πιστιν εν τω Ισραηλ ευρον.
  11. λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα Αβρααμ και Ισαακ και Ιακωβ εν τη βασιλεια των ουρανων
  12. οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
  13. και ειπεν ο Ιησους τω εκατονταρχη, Υπαγε, ως επιστευσας γενηθητω σοι. και ιαθη ο παις [αυτου] εν τη ωρα εκεινη.
  14. Και ελθων ο Ιησους εις την οικιαν Πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν
  15. και ηψατο της χειρος αυτης, και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτω.
  16. Οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω, και παντας τους κακως εχοντας εθεραπευσεν
  17. οπως πληρωθη το ρηθεν δια Ησαιου του προφητου λεγοντος, Αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν.
  18. Ιδων δε ο Ιησους οχλον περι αυτον εκελευσεν απελθειν εις το περαν.
  19. και προσελθων εις γραμματευς ειπεν αυτω, Διδασκαλε, ακολουθησω σοι οπου εαν απερχη.
  20. και λεγει αυτω ο Ιησους, Αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις, ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη.
  21. ετερος δε των μαθητων [αυτου] ειπεν αυτω, Κυριε, επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου.
  22. ο δε Ιησους λεγει αυτω, Ακολουθει μοι, και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους.
  23. Και εμβαντι αυτω εις το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου.
  24. και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση, ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν.
  25. και προσελθοντες ηγειραν αυτον λεγοντες, Κυριε, σωσον, απολλυμεθα.
  26. και λεγει αυτοις, Τι δειλοι εστε, ολιγοπιστοι; τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση, και εγενετο γαληνη μεγαλη.
  27. οι δε ανθρωποι εθαυμασαν λεγοντες, Ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα αυτω υπακουουσιν;
  28. Και ελθοντος αυτου εις το περαν εις την χωραν των Γαδαρηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι, χαλεποι λιαν, ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης.
  29. και ιδου εκραξαν λεγοντες, Τι ημιν και σοι, υιε του θεου; ηλθες ωδε προ καιρου βασανισαι ημας;
  30. ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη.
  31. οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες, Ει εκβαλλεις ημας, αποστειλον ημας εις την αγελην των χοιρων.
  32. και ειπεν αυτοις, Υπαγετε. οι δε εξελθοντες απηλθον εις τους χοιρους και ιδου ωρμησεν πασα η αγελη κατα του κρημνου εις την θαλασσαν, και απεθανον εν τοις υδασιν.
  33. οι δε βοσκοντες εφυγον, και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων.
  34. και ιδου πασα η πολις εξηλθεν εις υπαντησιν τω Ιησου, και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων.

Chapter 9.

  1. Και εμβας εις πλοιον διεπερασεν και ηλθεν εις την ιδιαν πολιν.
  2. και ιδου προσεφερον αυτω παραλυτικον επι κλινης βεβλημενον. και ιδων ο Ιησους την πιστιν αυτων ειπεν τω παραλυτικω, Θαρσει, τεκνον αφιενται σου αι αμαρτιαι.
  3. και ιδου τινες των γραμματεων ειπαν εν εαυτοις, Ουτος βλασφημει.
  4. και ιδων ο Ιησους τας ενθυμησεις αυτων ειπεν, Ινατι ενθυμεισθε πονηρα εν ταις καρδιαις υμων;
  5. τι γαρ εστιν ευκοπωτερον, ειπειν, Αφιενται σου αι αμαρτιαι, η ειπειν, Εγειρε και περιπατει;
  6. ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας τοτε λεγει τω παραλυτικω, Εγερθεις αρον σου την κλινην και υπαγε εις τον οικον σου.
  7. και εγερθεις απηλθεν εις τον οικον αυτου.
  8. ιδοντες δε οι οχλοι εφοβηθησαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοις ανθρωποις.
  9. Και παραγων ο Ιησους εκειθεν ειδεν ανθρωπον καθημενον επι το τελωνιον, Μαθθαιον λεγομενον, και λεγει αυτω, Ακολουθει μοι. και αναστας ηκολουθησεν αυτω.
  10. Και εγενετο αυτου ανακειμενου εν τη οικια, και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντες συνανεκειντο τω Ιησου και τοις μαθηταις αυτου.
  11. και ιδοντες οι Φαρισαιοι ελεγον τοις μαθηταις αυτου, Δια τι μετα των τελωνων και αμαρτωλων εσθιει ο διδασκαλος υμων;
  12. ο δε ακουσας ειπεν, Ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες.
  13. πορευθεντες δε μαθετε τι εστιν, Ελεος θελω και ου θυσιαν ου γαρ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους.
  14. Τοτε προσερχονται αυτω οι μαθηται Ιωαννου λεγοντες, Δια τι ημεις και οι Φαρισαιοι νηστευομεν [πολλα], οι δε μαθηται σου ου νηστευουσιν;
  15. και ειπεν αυτοις ο Ιησους, Μη δυνανται οι υιοι του νυμφωνος πενθειν εφ οσον μετ αυτων εστιν ο νυμφιος; ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος, και τοτε νηστευσουσιν.
  16. ουδεις δε επιβαλλει επιβλημα ρακους αγναφου επι ιματιω παλαιω αιρει γαρ το πληρωμα αυτου απο του ιματιου, και χειρον σχισμα γινεται.
  17. ουδε βαλλουσιν οινον νεον εις ασκους παλαιους ει δε μη γε, ρηγνυνται οι ασκοι, και ο οινος εκχειται και οι ασκοι απολλυνται αλλα βαλλουσιν οινον νεον εις ασκους καινους, και αμφοτεροι συντηρουνται.
  18. Ταυτα αυτου λαλουντος αυτοις ιδου αρχων εις ελθων προσεκυνει αυτω λεγων οτι Η θυγατηρ μου αρτι ετελευτησεν αλλα ελθων επιθες την χειρα σου επ αυτην, και ζησεται.
  19. και εγερθεις ο Ιησους ηκολουθησεν αυτω και οι μαθηται αυτου.
  20. Και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου
  21. ελεγεν γαρ εν εαυτη, Εαν μονον αψωμαι του ιματιου αυτου σωθησομαι.
  22. ο δε Ιησους στραφεις και ιδων αυτην ειπεν, Θαρσει, θυγατερ η πιστις σου σεσωκεν σε. και εσωθη η γυνη απο της ωρας εκεινης.
  23. Και ελθων ο Ιησους εις την οικιαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβουμενον
  24. ελεγεν, Αναχωρειτε, ου γαρ απεθανεν το κορασιον αλλα καθευδει. και κατεγελων αυτου.
  25. οτε δε εξεβληθη ο οχλος, εισελθων εκρατησεν της χειρος αυτης, και ηγερθη το κορασιον.
  26. και εξηλθεν η φημη αυτη εις ολην την γην εκεινην.
  27. Και παραγοντι εκειθεν τω Ιησου ηκολουθησαν [αυτω] δυο τυφλοι κραζοντες και λεγοντες, Ελεησον ημας, υιος Δαυιδ.
  28. ελθοντι δε εις την οικιαν προσηλθον αυτω οι τυφλοι, και λεγει αυτοις ο Ιησους, Πιστευετε οτι δυναμαι τουτο ποιησαι; λεγουσιν αυτω, Ναι, κυριε.
  29. τοτε ηψατο των οφθαλμων αυτων λεγων, Κατα την πιστιν υμων γενηθητω υμιν.
  30. και ηνεωχθησαν αυτων οι οφθαλμοι. και ενεβριμηθη αυτοις ο Ιησους λεγων, Ορατε μηδεις γινωσκετω.
  31. οι δε εξελθοντες διεφημισαν αυτον εν ολη τη γη εκεινη.
  32. Αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον
  33. και εκβληθεντος του δαιμονιου ελαλησεν ο κωφος. και εθαυμασαν οι οχλοι λεγοντες, Ουδεποτε εφανη ουτως εν τω Ισραηλ.
  34. οι δε Φαρισαιοι ελεγον, Εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια.
  35. Και περιηγεν ο Ιησους τας πολεις πασας και τας κωμας, διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν.
  36. Ιδων δε τους οχλους εσπλαγχνισθη περι αυτων οτι ησαν εσκυλμενοι και ερριμμενοι ωσει προβατα μη εχοντα ποιμενα.
  37. τοτε λεγει τοις μαθηταις αυτου, Ο μεν θερισμος πολυς, οι δε εργαται ολιγοι
  38. δεηθητε ουν του κυριου του θερισμου οπως εκβαλη εργατας εις τον θερισμον αυτου.

Chapter 10.

  1. Και προσκαλεσαμενος τους δωδεκα μαθητας αυτου εδωκεν αυτοις εξουσιαν πνευματων ακαθαρτων ωστε εκβαλλειν αυτα και θεραπευειν πασαν νοσον και πασαν μαλακιαν.
  2. Των δε δωδεκα αποστολων τα ονοματα εστιν ταυτα πρωτος Σιμων ο λεγομενος Πετρος και Ανδρεας ο αδελφος αυτου, και Ιακωβος ο του Ζεβεδαιου και Ιωαννης ο αδελφος αυτου,
  3. Φιλιππος και Βαρθολομαιος, Θωμας και Μαθθαιος ο τελωνης, Ιακωβος ο του Αλφαιου και Θαδδαιος,
  4. Σιμων ο Καναναιος και Ιουδας ο Ισκαριωτης ο και παραδους αυτον.
  5. Τουτους τους δωδεκα απεστειλεν ο Ιησους παραγγειλας αυτοις λεγων, Εις οδον εθνων μη απελθητε, και εις πολιν Σαμαριτων μη εισελθητε
  6. πορευεσθε δε μαλλον προς τα προβατα τα απολωλοτα οικου Ισραηλ.
  7. πορευομενοι δε κηρυσσετε λεγοντες οτι Ηγγικεν η βασιλεια των ουρανων.
  8. ασθενουντας θεραπευετε, νεκρους εγειρετε, λεπρους καθαριζετε, δαιμονια εκβαλλετε δωρεαν ελαβετε, δωρεαν δοτε.
  9. Μη κτησησθε χρυσον μηδε αργυρον μηδε χαλκον εις τας ζωνας υμων,
  10. μη πηραν εις οδον μηδε δυο χιτωνας μηδε υποδηματα μηδε ραβδον αξιος γαρ ο εργατης της τροφης αυτου.
  11. εις ην δ αν πολιν η κωμην εισελθητε, εξετασατε τις εν αυτη αξιος εστιν κακει μεινατε εως αν εξελθητε.
  12. εισερχομενοι δε εις την οικιαν ασπασασθε αυτην
  13. και εαν μεν η η οικια αξια, ελθατω η ειρηνη υμων επ αυτην εαν δε μη η αξια, η ειρηνη υμων προς υμας επιστραφητω.
  14. και ος αν μη δεξηται υμας μηδε ακουση τους λογους υμων, εξερχομενοι εξω της οικιας η της πολεως εκεινης εκτιναξατε τον κονιορτον των ποδων υμων.
  15. αμην λεγω υμιν, ανεκτοτερον εσται γη Σοδομων και Γομορρων εν ημερα κρισεως η τη πολει εκεινη.
  16. Ιδου εγω αποστελλω υμας ως προβατα εν μεσω λυκων γινεσθε ουν φρονιμοι ως οι οφεις και ακεραιοι ως αι περιστεραι.
  17. προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμας εις συνεδρια, και εν ταις συναγωγαις αυτων μαστιγωσουσιν υμας
  18. και επι ηγεμονας δε και βασιλεις αχθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις και τοις εθνεσιν.
  19. οταν δε παραδωσιν υμας, μη μεριμνησητε πως η τι λαλησητε δοθησεται γαρ υμιν εν εκεινη τη ωρα τι λαλησητε
  20. ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα του πατρος υμων το λαλουν εν υμιν.
  21. παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον, και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους.
  22. και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται.
  23. οταν δε διωκωσιν υμας εν τη πολει ταυτη, φευγετε εις την ετεραν αμην γαρ λεγω υμιν, ου μη τελεσητε τας πολεις του Ισραηλ εως αν ελθη ο υιος του ανθρωπου.
  24. Ουκ εστιν μαθητης υπερ τον διδασκαλον ουδε δουλος υπερ τον κυριον αυτου.
  25. αρκετον τω μαθητη ινα γενηται ως ο διδασκαλος αυτου, και ο δουλος ως ο κυριος αυτου. ει τον οικοδεσποτην Βεελζεβουλ επεκαλεσαν, ποσω μαλλον τους οικιακους αυτου.
  26. Μη ουν φοβηθητε αυτους ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται, και κρυπτον ο ου γνωσθησεται.
  27. ο λεγω υμιν εν τη σκοτια, ειπατε εν τω φωτι και ο εις το ους ακουετε, κηρυξατε επι των δωματων.
  28. και μη φοβεισθε απο των αποκτεννοντων το σωμα, την δε ψυχην μη δυναμενων αποκτειναι φοβεισθε δε μαλλον τον δυναμενον και ψυχην και σωμα απολεσαι εν γεεννη.
  29. ουχι δυο στρουθια ασσαριου πωλειται; και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατρος υμων.
  30. υμων δε και αι τριχες της κεφαλης πασαι ηριθμημεναι εισιν.
  31. μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε υμεις.
  32. Πας ουν οστις ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων, ομολογησω καγω εν αυτω εμπροσθεν του πατρος μου του εν [τοις] ουρανοις
  33. οστις δ αν αρνησηται με εμπροσθεν των ανθρωπων, αρνησομαι καγω αυτον εμπροσθεν του πατρος μου του εν [τοις] ουρανοις.
  34. Μη νομισητε οτι ηλθον βαλειν ειρηνην επι την γην ουκ ηλθον βαλειν ειρηνην αλλα μαχαιραν.
  35. ηλθον γαρ διχασαι ανθρωπον κατα του πατρος αυτου και θυγατερα κατα της μητρος αυτης και νυμφην κατα της πενθερας αυτης,
  36. και εχθροι του ανθρωπου οι οικιακοι αυτου.
  37. Ο φιλων πατερα η μητερα υπερ εμε ουκ εστιν μου αξιος και ο φιλων υιον η θυγατερα υπερ εμε ουκ εστιν μου αξιος
  38. και ος ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου, ουκ εστιν μου αξιος.
  39. ο ευρων την ψυχην αυτου απολεσει αυτην, και ο απολεσας την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην.
  40. Ο δεχομενος υμας εμε δεχεται, και ο εμε δεχομενος δεχεται τον αποστειλαντα με.
  41. ο δεχομενος προφητην εις ονομα προφητου μισθον προφητου λημψεται, και ο δεχομενος δικαιον εις ονομα δικαιου μισθον δικαιου λημψεται.
  42. και ος αν ποτιση ενα των μικρων τουτων ποτηριον ψυχρου μονον εις ονομα μαθητου, αμην λεγω υμιν, ου μη απολεση τον μισθον αυτου.

Chapter 11.

  1. Και εγενετο οτε ετελεσεν ο Ιησους διατασσων τοις δωδεκα μαθηταις αυτου, μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταις πολεσιν αυτων.
  2. Ο δε Ιωαννης ακουσας εν τω δεσμωτηριω τα εργα του Χριστου πεμψας δια των μαθητων αυτου
  3. ειπεν αυτω, Συ ει ο ερχομενος η ετερον προσδοκωμεν;
  4. και αποκριθεις ο Ιησους ειπεν αυτοις, Πορευθεντες απαγγειλατε Ιωαννη α ακουετε και βλεπετε
  5. τυφλοι αναβλεπουσιν και χωλοι περιπατουσιν, λεπροι καθαριζονται και κωφοι ακουουσιν, και νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται
  6. και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι.
  7. Τουτων δε πορευομενων ηρξατο ο Ιησους λεγειν τοις οχλοις περι Ιωαννου, Τι εξηλθατε εις την ερημον θεασασθαι; καλαμον υπο ανεμου σαλευομενον;
  8. αλλα τι εξηλθατε ιδειν; ανθρωπον εν μαλακοις ημφιεσμενον; ιδου οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλεων εισιν.
  9. αλλα τι εξηλθατε ιδειν; προφητην; ναι, λεγω υμιν, και περισσοτερον προφητου.
  10. ουτος εστιν περι ου γεγραπται, Ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου, ος κατασκευασει την οδον σου εμπροσθεν σου.
  11. αμην λεγω υμιν, ουκ εγηγερται εν γεννητοις γυναικων μειζων Ιωαννου του βαπτιστου ο δε μικροτερος εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν.
  12. απο δε των ημερων Ιωαννου του βαπτιστου εως αρτι η βασιλεια των ουρανων βιαζεται, και βιασται αρπαζουσιν αυτην.
  13. παντες γαρ οι προφηται και ο νομος εως Ιωαννου επροφητευσαν
  14. και ει θελετε δεξασθαι, αυτος εστιν Ηλιας ο μελλων ερχεσθαι.
  15. ο εχων ωτα ακουετω.
  16. Τινι δε ομοιωσω την γενεαν ταυτην; ομοια εστιν παιδιοις καθημενοις εν ταις αγοραις α προσφωνουντα τοις ετεροις
  17. λεγουσιν, Ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν και ουκ εκοψασθε.
  18. ηλθεν γαρ Ιωαννης μητε εσθιων μητε πινων, και λεγουσιν, Δαιμονιον εχει
  19. ηλθεν ο υιος του ανθρωπου εσθιων και πινων, και λεγουσιν, Ιδου ανθρωπος φαγος και οινοποτης, τελωνων φιλος και αμαρτωλων. και εδικαιωθη η σοφια απο των εργων αυτης.
  20. Τοτε ηρξατο ονειδιζειν τας πολεις εν αις εγενοντο αι πλεισται δυναμεις αυτου, οτι ου μετενοησαν
  21. Ουαι σοι, Χοραζιν ουαι σοι, Βηθσαιδα οτι ει εν Τυρω και Σιδωνι εγενοντο αι δυναμεις αι γενομεναι εν υμιν, παλαι αν εν σακκω και σποδω μετενοησαν.
  22. πλην λεγω υμιν, Τυρω και Σιδωνι ανεκτοτερον εσται εν ημερα κρισεως η υμιν.
  23. και συ, Καφαρναουμ, μη εως ουρανου υψωθηση; εως αδου καταβηση. οτι ει εν Σοδομοις εγενηθησαν αι δυναμεις αι γενομεναι εν σοι, εμεινεν αν μεχρι της σημερον.
  24. πλην λεγω υμιν οτι γη Σοδομων ανεκτοτερον εσται εν ημερα κρισεως η σοι.
  25. Εν εκεινω τω καιρω αποκριθεις ο Ιησους ειπεν, Εξομολογουμαι σοι, πατερ, κυριε του ουρανου και της γης, οτι εκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις
  26. ναι, ο πατηρ, οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου.
  27. Παντα μοι παρεδοθη υπο του πατρος μου, και ουδεις επιγινωσκει τον υιον ει μη ο πατηρ, ουδε τον πατερα τις επιγινωσκει ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι.
  28. Δευτε προς με παντες οι κοπιωντες και πεφορτισμενοι, καγω αναπαυσω υμας.
  29. αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου, οτι πραυς ειμι και ταπεινος τη καρδια, και ευρησετε αναπαυσιν ταις ψυχαις υμων
  30. ο γαρ ζυγος μου χρηστος και το φορτιον μου ελαφρον εστιν.