Gospel of Matthew.

Chapters 26-28.


Chapter 26.

  1. Και εγενετο οτε ετελεσεν ο Ιησους παντας τους λογους τουτους, ειπεν τοις μαθηταις αυτου,
  2. Οιδατε οτι μετα δυο ημερας το πασχα γινεται, και ο υιος του ανθρωπου παραδιδοται εις το σταυρωθηναι.
  3. Τοτε συνηχθησαν οι αρχιερεις και οι πρεσβυτεροι του λαου εις την αυλην του αρχιερεως του λεγομενου Καιαφα,
  4. και συνεβουλευσαντο ινα τον Ιησουν δολω κρατησωσιν και αποκτεινωσιν
  5. ελεγον δε, Μη εν τη εορτη, ινα μη θορυβος γενηται εν τω λαω.
  6. Του δε Ιησου γενομενου εν Βηθανια εν οικια Σιμωνος του λεπρου,
  7. προσηλθεν αυτω γυνη εχουσα αλαβαστρον μυρου βαρυτιμου και κατεχεεν επι της κεφαλης αυτου ανακειμενου.
  8. ιδοντες δε οι μαθηται ηγανακτησαν λεγοντες, Εις τι η απωλεια αυτη;
  9. εδυνατο γαρ τουτο πραθηναι πολλου και δοθηναι πτωχοις.
  10. γνους δε ο Ιησους ειπεν αυτοις, Τι κοπους παρεχετε τη γυναικι; εργον γαρ καλον ηργασατο εις εμε
  11. παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων, εμε δε ου παντοτε εχετε
  12. βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματος μου προς το ενταφιασαι με εποιησεν.
  13. αμην λεγω υμιν, οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω, λαληθησεται και ο εποιησεν αυτη εις μνημοσυνον αυτης.
  14. Τοτε πορευθεις εις των δωδεκα, ο λεγομενος Ιουδας Ισκαριωτης, προς τους αρχιερεις
  15. ειπεν, Τι θελετε μοι δουναι καγω υμιν παραδωσω αυτον; οι δε εστησαν αυτω τριακοντα αργυρια.
  16. και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω.
  17. Τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω Ιησου λεγοντες, Που θελεις ετοιμασωμεν σοι φαγειν το πασχα;
  18. ο δε ειπεν, Υπαγετε εις την πολιν προς τον δεινα και ειπατε αυτω, Ο διδασκαλος λεγει, Ο καιρος μου εγγυς εστιν προς σε ποιω το πασχα μετα των μαθητων μου.
  19. και εποιησαν οι μαθηται ως συνεταξεν αυτοις ο Ιησους, και ητοιμασαν το πασχα.
  20. Οψιας δε γενομενης ανεκειτο μετα των δωδεκα.
  21. και εσθιοντων αυτων ειπεν, Αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με.
  22. και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εις εκαστος, Μητι εγω ειμι, κυριε;
  23. ο δε αποκριθεις ειπεν, Ο εμβαψας μετ εμου την χειρα εν τω τρυβλιω ουτος με παραδωσει.
  24. ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου, ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος.
  25. αποκριθεις δε Ιουδας ο παραδιδους αυτον ειπεν, Μητι εγω ειμι, ραββι; λεγει αυτω, Συ ειπας.
  26. Εσθιοντων δε αυτων λαβων ο Ιησους αρτον και ευλογησας εκλασεν και δους τοις μαθηταις ειπεν, Λαβετε φαγετε, τουτο εστιν το σωμα μου.
  27. και λαβων ποτηριον και ευχαριστησας εδωκεν αυτοις λεγων, Πιετε εξ αυτου παντες,
  28. τουτο γαρ εστιν το αιμα μου της διαθηκης το περι πολλων εκχυννομενον εις αφεσιν αμαρτιων.
  29. λεγω δε υμιν, ου μη πιω απ αρτι εκ τουτου του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατρος μου.
  30. Και υμνησαντες εξηλθον εις το Ορος των Ελαιων.
  31. Τοτε λεγει αυτοις ο Ιησους, Παντες υμεις σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη, γεγραπται γαρ, Παταξω τον ποιμενα, και διασκορπισθησονται τα προβατα της ποιμνης
  32. μετα δε το εγερθηναι με προαξω υμας εις την Γαλιλαιαν.
  33. αποκριθεις δε ο Πετρος ειπεν αυτω, Ει παντες σκανδαλισθησονται εν σοι, εγω ουδεποτε σκανδαλισθησομαι.
  34. εφη αυτω ο Ιησους, Αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με.
  35. λεγει αυτω ο Πετρος, Καν δεη με συν σοι αποθανειν, ου μη σε απαρνησομαι. ομοιως και παντες οι μαθηται ειπαν.
  36. Τοτε ερχεται μετ αυτων ο Ιησους εις χωριον λεγομενον Γεθσημανι, και λεγει τοις μαθηταις, Καθισατε αυτου εως [ου] απελθων εκει προσευξωμαι.
  37. και παραλαβων τον Πετρον και τους δυο υιους Ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν.
  38. τοτε λεγει αυτοις, Περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειτε μετ εμου.
  39. και προελθων μικρον επεσεν επι προσωπον αυτου προσευχομενος και λεγων, Πατερ μου, ει δυνατον εστιν, παρελθατω απ εμου το ποτηριον τουτο πλην ουχ ως εγω θελω αλλ ως συ.
  40. και ερχεται προς τους μαθητας και ευρισκει αυτους καθευδοντας, και λεγει τω Πετρω, Ουτως ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ εμου;
  41. γρηγορειτε και προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης.
  42. παλιν εκ δευτερου απελθων προσηυξατο λεγων, Πατερ μου, ει ου δυναται τουτο παρελθειν εαν μη αυτο πιω, γενηθητω το θελημα σου.
  43. και ελθων παλιν ευρεν αυτους καθευδοντας, ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι.
  44. και αφεις αυτους παλιν απελθων προσηυξατο εκ τριτου τον αυτον λογον ειπων παλιν.
  45. τοτε ερχεται προς τους μαθητας και λεγει αυτοις, Καθευδετε [το] λοιπον και αναπαυεσθε; ιδου ηγγικεν η ωρα και ο υιος του ανθρωπου παραδιδοται εις χειρας αμαρτωλων.
  46. εγειρεσθε, αγωμεν ιδου ηγγικεν ο παραδιδους με.
  47. Και ετι αυτου λαλουντος ιδου Ιουδας εις των δωδεκα ηλθεν και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου.
  48. ο δε παραδιδους αυτον εδωκεν αυτοις σημειον λεγων, Ον αν φιλησω αυτος εστιν κρατησατε αυτον.
  49. και ευθεως προσελθων τω Ιησου ειπεν, Χαιρε, ραββι και κατεφιλησεν αυτον.
  50. ο δε Ιησους ειπεν αυτω, Εταιρε, εφ ο παρει. τοτε προσελθοντες επεβαλον τας χειρας επι τον Ιησουν και εκρατησαν αυτον.
  51. και ιδου εις των μετα Ιησου εκτεινας την χειρα απεσπασεν την μαχαιραν αυτου και παταξας τον δουλον του αρχιερεως αφειλεν αυτου το ωτιον.
  52. τοτε λεγει αυτω ο Ιησους, Αποστρεψον την μαχαιραν σου εις τον τοπον αυτης, παντες γαρ οι λαβοντες μαχαιραν εν μαχαιρη απολουνται.
  53. η δοκεις οτι ου δυναμαι παρακαλεσαι τον πατερα μου, και παραστησει μοι αρτι πλειω δωδεκα λεγιωνας αγγελων;
  54. πως ουν πληρωθωσιν αι γραφαι οτι ουτως δει γενεσθαι;
  55. Εν εκεινη τη ωρα ειπεν ο Ιησους τοις οχλοις, Ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων συλλαβειν με; καθ ημεραν εν τω ιερω εκαθεζομην διδασκων και ουκ εκρατησατε με.
  56. τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων. Τοτε οι μαθηται παντες αφεντες αυτον εφυγον.
  57. Οι δε κρατησαντες τον Ιησουν απηγαγον προς Καιαφαν τον αρχιερεα, οπου οι γραμματεις και οι πρεσβυτεροι συνηχθησαν.
  58. ο δε Πετρος ηκολουθει αυτω απο μακροθεν εως της αυλης του αρχιερεως, και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελος.
  59. οι δε αρχιερεις και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του Ιησου οπως αυτον θανατωσωσιν,
  60. και ουχ ευρον πολλων προσελθοντων ψευδομαρτυρων. υστερον δε προσελθοντες δυο
  61. ειπαν, Ουτος εφη, Δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι.
  62. και αναστας ο αρχιερευς ειπεν αυτω, Ουδεν αποκρινη; τι ουτοι σου καταμαρτυρουσιν;
  63. ο δε Ιησους εσιωπα. και ο αρχιερευς ειπεν αυτω, Εξορκιζω σε κατα του θεου του ζωντος ινα ημιν ειπης ει συ ει ο Χριστος ο υιος του θεου.
  64. λεγει αυτω ο Ιησους, Συ ειπας πλην λεγω υμιν, απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου.
  65. τοτε ο αρχιερευς διερρηξεν τα ιματια αυτου λεγων, Εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων; ιδε νυν ηκουσατε την βλασφημιαν
  66. τι υμιν δοκει; οι δε αποκριθεντες ειπαν, Ενοχος θανατου εστιν.
  67. Τοτε ενεπτυσαν εις το προσωπον αυτου και εκολαφισαν αυτον, οι δε εραπισαν
  68. λεγοντες, Προφητευσον ημιν, Χριστε, τις εστιν ο παισας σε;
  69. Ο δε Πετρος εκαθητο εξω εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα, Και συ ησθα μετα Ιησου του Γαλιλαιου.
  70. ο δε ηρνησατο εμπροσθεν παντων λεγων, Ουκ οιδα τι λεγεις.
  71. εξελθοντα δε εις τον πυλωνα ειδεν αυτον αλλη και λεγει τοις εκει, Ουτος ην μετα Ιησου του Ναζωραιου.
  72. και παλιν ηρνησατο μετα ορκου οτι Ουκ οιδα τον ανθρωπον.
  73. μετα μικρον δε προσελθοντες οι εστωτες ειπον τω Πετρω, Αληθως και συ εξ αυτων ει, και γαρ η λαλια σου δηλον σε ποιει.
  74. τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι Ουκ οιδα τον ανθρωπον. και ευθεως αλεκτωρ εφωνησεν.
  75. και εμνησθη ο Πετρος του ρηματος Ιησου ειρηκοτος οτι Πριν αλεκτορα φωνησαι τρις απαρνηση με και εξελθων εξω εκλαυσεν πικρως.

Chapter 27.

  1. Πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του Ιησου ωστε θανατωσαι αυτον
  2. και δησαντες αυτον απηγαγον και παρεδωκαν Πιλατω τω ηγεμονι.
  3. Τοτε ιδων Ιουδας ο παραδιδους αυτον οτι κατεκριθη μεταμεληθεις εστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και πρεσβυτεροις
  4. λεγων, Ημαρτον παραδους αιμα αθωον. οι δε ειπαν, Τι προς ημας; συ οψη.
  5. και ριψας τα αργυρια εις τον ναον ανεχωρησεν, και απελθων απηγξατο.
  6. οι δε αρχιερεις λαβοντες τα αργυρια ειπαν, Ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν, επει τιμη αιματος εστιν.
  7. συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον Αγρον του Κεραμεως εις ταφην τοις ξενοις.
  8. διο εκληθη ο αγρος εκεινος Αγρος Αιματος εως της σημερον.
  9. τοτε επληρωθη το ρηθεν δια Ιερεμιου του προφητου λεγοντος, Και ελαβον τα τριακοντα αργυρια, την τιμην του τετιμημενου ον ετιμησαντο απο υιων Ισραηλ,
  10. και εδωκαν αυτα εις τον αγρον του κεραμεως, καθα συνεταξεν μοι κυριος.
  11. Ο δε Ιησους εσταθη εμπροσθεν του ηγεμονος και επηρωτησεν αυτον ο ηγεμων λεγων, Συ ει ο βασιλευς των Ιουδαιων; ο δε Ιησους εφη, Συ λεγεις.
  12. και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και πρεσβυτερων ουδεν απεκρινατο.
  13. τοτε λεγει αυτω ο Πιλατος, Ουκ ακουεις ποσα σου καταμαρτυρουσιν;
  14. και ουκ απεκριθη αυτω προς ουδε εν ρημα, ωστε θαυμαζειν τον ηγεμονα λιαν.
  15. Κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον ον ηθελον.
  16. ειχον δε τοτε δεσμιον επισημον λεγομενον [Ιησουν] Βαραββαν.
  17. συνηγμενων ουν αυτων ειπεν αυτοις ο Πιλατος, Τινα θελετε απολυσω υμιν, [Ιησουν τον] Βαραββαν η Ιησουν τον λεγομενον Χριστον;
  18. ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον.
  19. Καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα, Μηδεν σοι και τω δικαιω εκεινω, πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον.
  20. Οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον Βαραββαν τον δε Ιησουν απολεσωσιν.
  21. αποκριθεις δε ο ηγεμων ειπεν αυτοις, Τινα θελετε απο των δυο απολυσω υμιν; οι δε ειπαν, Τον Βαραββαν.
  22. λεγει αυτοις ο Πιλατος, Τι ουν ποιησω Ιησουν τον λεγομενον Χριστον; λεγουσιν παντες, Σταυρωθητω.
  23. ο δε εφη, Τι γαρ κακον εποιησεν; οι δε περισσως εκραζον λεγοντες, Σταυρωθητω.
  24. ιδων δε ο Πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γινεται, λαβων υδωρ απενιψατο τας χειρας απεναντι του οχλου, λεγων, Αθωος ειμι απο του αιματος τουτου υμεις οψεσθε.
  25. και αποκριθεις πας ο λαος ειπεν, Το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων.
  26. τοτε απελυσεν αυτοις τον Βαραββαν, τον δε Ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη.
  27. Τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον Ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν.
  28. και εκδυσαντες αυτον χλαμυδα κοκκινην περιεθηκαν αυτω,
  29. και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι της κεφαλης αυτου και καλαμον εν τη δεξια αυτου, και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιξαν αυτω λεγοντες, Χαιρε, βασιλευ των Ιουδαιων,
  30. και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου.
  31. και οτε ενεπαιξαν αυτω, εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου, και απηγαγον αυτον εις το σταυρωσαι.
  32. Εξερχομενοι δε ευρον ανθρωπον Κυρηναιον ονοματι Σιμωνα τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου.
  33. Και ελθοντες εις τοπον λεγομενον Γολγοθα, ο εστιν Κρανιου Τοπος λεγομενος,
  34. εδωκαν αυτω πιειν οινον μετα χολης μεμιγμενον και γευσαμενος ουκ ηθελησεν πιειν.
  35. σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλλοντες κληρον,
  36. και καθημενοι ετηρουν αυτον εκει.
  37. και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην Ουτος εστιν Ιησους ο βασιλευς των Ιουδαιων.
  38. Τοτε σταυρουνται συν αυτω δυο λησται, εις εκ δεξιων και εις εξ ευωνυμων.
  39. Οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων
  40. και λεγοντες, Ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων, σωσον σεαυτον, ει υιος ει του θεου, [και] καταβηθι απο του σταυρου.
  41. ομοιως και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων ελεγον,
  42. Αλλους εσωσεν, εαυτον ου δυναται σωσαι βασιλευς Ισραηλ εστιν, καταβατω νυν απο του σταυρου και πιστευσομεν επ αυτον.
  43. πεποιθεν επι τον θεον, ρυσασθω νυν ει θελει αυτον ειπεν γαρ οτι Θεου ειμι υιος.
  44. το δ αυτο και οι λησται οι συσταυρωθεντες συν αυτω ωνειδιζον αυτον.
  45. Απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας ενατης.
  46. περι δε την ενατην ωραν ανεβοησεν ο Ιησους φωνη μεγαλη λεγων, Ηλι ηλι λεμα σαβαχθανι; τουτ εστιν, Θεε μου θεε μου, ινατι με εγκατελιπες;
  47. τινες δε των εκει εστηκοτων ακουσαντες ελεγον οτι Ηλιαν φωνει ουτος.
  48. και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον.
  49. οι δε λοιποι ελεγον, Αφες ιδωμεν ει ερχεται Ηλιας σωσων αυτον.
  50. ο δε Ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα.
  51. Και ιδου το καταπετασμα του ναου εσχισθη απ ανωθεν εως κατω εις δυο, και η γη εσεισθη, και αι πετραι εσχισθησαν,
  52. και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθησαν,
  53. και εξελθοντες εκ των μνημειων μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις.
  54. Ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον Ιησουν ιδοντες τον σεισμον και τα γενομενα εφοβηθησαν σφοδρα, λεγοντες, Αληθως θεου υιος ην ουτος.
  55. ησαν δε εκει γυναικες πολλαι απο μακροθεν θεωρουσαι, αιτινες ηκολουθησαν τω Ιησου απο της Γαλιλαιας διακονουσαι αυτω
  56. εν αις ην Μαρια η Μαγδαληνη και Μαρια η του Ιακωβου και Ιωσηφ μητηρ και η μητηρ των υιων Ζεβεδαιου.
  57. Οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο Αριμαθαιας, τουνομα Ιωσηφ, ος και αυτος εμαθητευθη τω Ιησου
  58. ουτος προσελθων τω Πιλατω ητησατο το σωμα του Ιησου. τοτε ο Πιλατος εκελευσεν αποδοθηναι.
  59. και λαβων το σωμα ο Ιωσηφ ενετυλιξεν αυτο [εν] σινδονι καθαρα,
  60. και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα, και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν.
  61. ην δε εκει Μαριαμ η Μαγδαληνη και η αλλη Μαρια καθημεναι απεναντι του ταφου.
  62. Τη δε επαυριον, ητις εστιν μετα την παρασκευην, συνηχθησαν οι αρχιερεις και οι Φαρισαιοι προς Πιλατον
  63. λεγοντες, Κυριε, εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων, Μετα τρεις ημερας εγειρομαι.
  64. κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας, μηποτε ελθοντες οι μαθηται αυτου κλεψωσιν αυτον και ειπωσιν τω λαω, Ηγερθη απο των νεκρων, και εσται η εσχατη πλανη χειρων της πρωτης.
  65. εφη αυτοις ο Πιλατος, Εχετε κουστωδιαν υπαγετε ασφαλισασθε ως οιδατε.
  66. οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας.

Chapter 28.

  1. Οψε δε σαββατων, τη επιφωσκουση εις μιαν σαββατων, ηλθεν Μαριαμ η Μαγδαληνη και η αλλη Μαρια θεωρησαι τον ταφον.
  2. και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας εξ ουρανου και προσελθων απεκυλισεν τον λιθον και εκαθητο επανω αυτου.
  3. ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων.
  4. απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι.
  5. αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν, Μη φοβεισθε υμεις, οιδα γαρ οτι Ιησουν τον εσταυρωμενον ζητειτε
  6. ουκ εστιν ωδε, ηγερθη γαρ καθως ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο.
  7. και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι Ηγερθη απο των νεκρων, και ιδου προαγει υμας εις την Γαλιλαιαν, εκει αυτον οψεσθε ιδου ειπον υμιν.
  8. και απελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου.
  9. και ιδου Ιησους υπηντησεν αυταις λεγων, Χαιρετε. αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω.
  10. τοτε λεγει αυταις ο Ιησους, Μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την Γαλιλαιαν, κακει με οψονται.
  11. Πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα.
  12. και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις
  13. λεγοντες, Ειπατε οτι Οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων.
  14. και εαν ακουσθη τουτο επι του ηγεμονος, ημεις πεισομεν [αυτον] και υμας αμεριμνους ποιησομεν.
  15. οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν. Και διεφημισθη ο λογος ουτος παρα Ιουδαιοις μεχρι της σημερον [ημερας].
  16. Οι δε ενδεκα μαθηται επορευθησαν εις την Γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ο Ιησους,
  17. και ιδοντες αυτον προσεκυνησαν, οι δε εδιστασαν.
  18. και προσελθων ο Ιησους ελαλησεν αυτοις λεγων, Εδοθη μοι πασα εξουσια εν ουρανω και επι [της] γης.
  19. πορευθεντες ουν μαθητευσατε παντα τα εθνη, βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος,
  20. διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος.