Gospel of Matthew.

Chapters 22-25.


Chapter 22.

  1. Και αποκριθεις ο Ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων,
  2. Ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει, οστις εποιησεν γαμους τω υιω αυτου.
  3. και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους, και ουκ ηθελον ελθειν.
  4. παλιν απεστειλεν αλλους δουλους λεγων, Ειπατε τοις κεκλημενοις, Ιδου το αριστον μου ητοιμακα, οι ταυροι μου και τα σιτιστα τεθυμενα, και παντα ετοιμα δευτε εις τους γαμους.
  5. οι δε αμελησαντες απηλθον, ος μεν εις τον ιδιον αγρον, ος δε επι την εμποριαν αυτου
  6. οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν.
  7. ο δε βασιλευς ωργισθη, και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν.
  8. τοτε λεγει τοις δουλοις αυτου, Ο μεν γαμος ετοιμος εστιν, οι δε κεκλημενοι ουκ ησαν αξιοι
  9. πορευεσθε ουν επι τας διεξοδους των οδων, και οσους εαν ευρητε καλεσατε εις τους γαμους.
  10. και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας ους ευρον, πονηρους τε και αγαθους και επλησθη ο γαμος ανακειμενων.
  11. εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου
  12. και λεγει αυτω, Εταιρε, πως εισηλθες ωδε μη εχων ενδυμα γαμου; ο δε εφιμωθη.
  13. τοτε ο βασιλευς ειπεν τοις διακονοις, Δησαντες αυτου ποδας και χειρας εκβαλετε αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
  14. πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι.
  15. Τοτε πορευθεντες οι Φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω.
  16. και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των Ηρωδιανων λεγοντες, Διδασκαλε, οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις, και ου μελει σοι περι ουδενος, ου γαρ βλεπεις εις προσωπον ανθρωπων.
  17. ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον Καισαρι η ου;
  18. γνους δε ο Ιησους την πονηριαν αυτων ειπεν, Τι με πειραζετε, υποκριται;
  19. επιδειξατε μοι το νομισμα του κηνσου. οι δε προσηνεγκαν αυτω δηναριον.
  20. και λεγει αυτοις, Τινος η εικων αυτη και η επιγραφη;
  21. λεγουσιν αυτω, Καισαρος. τοτε λεγει αυτοις, Αποδοτε ουν τα Καισαρος Καισαρι και τα του θεου τω θεω.
  22. και ακουσαντες εθαυμασαν, και αφεντες αυτον απηλθαν.
  23. Εν εκεινη τη ημερα προσηλθον αυτω Σαδδουκαιοι, λεγοντες μη ειναι αναστασιν, και επηρωτησαν αυτον
  24. λεγοντες, Διδασκαλε, Μωυσης ειπεν, Εαν τις αποθανη μη εχων τεκνα, επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου.
  25. ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γημας ετελευτησεν, και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου
  26. ομοιως και ο δευτερος και ο τριτος, εως των επτα.
  27. υστερον δε παντων απεθανεν η γυνη.
  28. εν τη αναστασει ουν τινος των επτα εσται γυνη; παντες γαρ εσχον αυτην.
  29. αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου
  30. εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμιζονται, αλλ ως αγγελοι εν τω ουρανω εισιν.
  31. περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος,
  32. Εγω ειμι ο θεος Αβρααμ και ο θεος Ισαακ και ο θεος Ιακωβ; ουκ εστιν [ο] θεος νεκρων αλλα ζωντων.
  33. και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου.
  34. Οι δε Φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους Σαδδουκαιους συνηχθησαν επι το αυτο.
  35. και επηρωτησεν εις εξ αυτων [νομικος] πειραζων αυτον,
  36. Διδασκαλε, ποια εντολη μεγαλη εν τω νομω;
  37. ο δε εφη αυτω, Αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου
  38. αυτη εστιν η μεγαλη και πρωτη εντολη.
  39. δευτερα δε ομοια αυτη, Αγαπησεις τον πλησιον σου ως σεαυτον.
  40. εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται.
  41. Συνηγμενων δε των Φαρισαιων επηρωτησεν αυτους ο Ιησους
  42. λεγων, Τι υμιν δοκει περι του Χριστου; τινος υιος εστιν; λεγουσιν αυτω, Του Δαυιδ.
  43. λεγει αυτοις, Πως ουν Δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων,
  44. Ειπεν κυριος τω κυριω μου, Καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου;
  45. ει ουν Δαυιδ καλει αυτον κυριον, πως υιος αυτου εστιν;
  46. και ουδεις εδυνατο αποκριθηναι αυτω λογον, ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι.

Chapter 23.

  1. Τοτε ο Ιησους ελαλησεν τοις οχλοις και τοις μαθηταις αυτου
  2. λεγων, Επι της Μωυσεως καθεδρας εκαθισαν οι γραμματεις και οι Φαρισαιοι.
  3. παντα ουν οσα εαν ειπωσιν υμιν ποιησατε και τηρειτε, κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν.
  4. δεσμευουσιν δε φορτια βαρεα [και δυσβαστακτα] και επιτιθεασιν επι τους ωμους των ανθρωπων, αυτοι δε τω δακτυλω αυτων ου θελουσιν κινησαι αυτα.
  5. παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις πλατυνουσιν γαρ τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα,
  6. φιλουσιν δε την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις
  7. και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων, Ραββι.
  8. υμεις δε μη κληθητε, Ραββι, εις γαρ εστιν υμων ο διδασκαλος, παντες δε υμεις αδελφοι εστε.
  9. και πατερα μη καλεσητε υμων επι της γης, εις γαρ εστιν υμων ο πατηρ ο ουρανιος.
  10. μηδε κληθητε καθηγηται, οτι καθηγητης υμων εστιν εις ο Χριστος.
  11. ο δε μειζων υμων εσται υμων διακονος.
  12. οστις δε υψωσει εαυτον ταπεινωθησεται, και οστις ταπεινωσει εαυτον υψωθησεται.
  13. Ουαι δε υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε, ουδε τους εισερχομενους αφιετε εισελθειν.
  14. Ουαι
  15. υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον, και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων.
  16. Ουαι υμιν, οδηγοι τυφλοι οι λεγοντες, Ος αν ομοση εν τω ναω, ουδεν εστιν ος δ αν ομοση εν τω χρυσω του ναου οφειλει.
  17. μωροι και τυφλοι, τις γαρ μειζων εστιν, ο χρυσος η ο ναος ο αγιασας τον χρυσον;
  18. και, Ος αν ομοση εν τω θυσιαστηριω, ουδεν εστιν ος δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει.
  19. τυφλοι, τι γαρ μειζον, το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον;
  20. ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασι τοις επανω αυτου
  21. και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικουντι αυτον
  22. και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου.
  23. Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον, και αφηκατε τα βαρυτερα του νομου, την κρισιν και το ελεος και την πιστιν ταυτα [δε] εδει ποιησαι κακεινα μη αφιεναι.
  24. οδηγοι τυφλοι, οι διυλιζοντες τον κωνωπα την δε καμηλον καταπινοντες.
  25. Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι καθαριζετε το εξωθεν του ποτηριου και της παροψιδος, εσωθεν δε γεμουσιν εξ αρπαγης και ακρασιας.
  26. Φαρισαιε τυφλε, καθαρισον πρωτον το εντος του ποτηριου, ινα γενηται και το εκτος αυτου καθαρον.
  27. Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι παρομοιαζετε ταφοις κεκονιαμενοις, οιτινες εξωθεν μεν φαινονται ωραιοι εσωθεν δε γεμουσιν οστεων νεκρων και πασης ακαθαρσιας.
  28. ουτως και υμεις εξωθεν μεν φαινεσθε τοις ανθρωποις δικαιοι, εσωθεν δε εστε μεστοι υποκρισεως και ανομιας.
  29. Ουαι υμιν, γραμματεις και Φαρισαιοι υποκριται, οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων,
  30. και λεγετε, Ει ημεθα εν ταις ημεραις των πατερων ημων, ουκ αν ημεθα αυτων κοινωνοι εν τω αιματι των προφητων.
  31. ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας.
  32. και υμεις πληρωσατε το μετρον των πατερων υμων.
  33. οφεις γεννηματα εχιδνων, πως φυγητε απο της κρισεως της γεεννης;
  34. δια τουτο ιδου εγω αποστελλω προς υμας προφητας και σοφους και γραμματεις εξ αυτων αποκτενειτε και σταυρωσετε, και εξ αυτων μαστιγωσετε εν ταις συναγωγαις υμων και διωξετε απο πολεως εις πολιν
  35. οπως ελθη εφ υμας παν αιμα δικαιον εκχυννομενον επι της γης απο του αιματος Αβελ του δικαιου εως του αιματος Ζαχαριου υιου Βαραχιου, ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου.
  36. αμην λεγω υμιν, ηξει ταυτα παντα επι την γενεαν ταυτην.
  37. Ιερουσαλημ Ιερουσαλημ, η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην, ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου, ον τροπον ορνις επισυναγει τα νοσσια αυτης υπο τας πτερυγας, και ουκ ηθελησατε.
  38. ιδου αφιεται υμιν ο οικος υμων ερημος.
  39. λεγω γαρ υμιν, ου μη με ιδητε απ αρτι εως αν ειπητε, Ευλογημενος ο ερχομενος εν ονοματι κυριου.

Chapter 24.

  1. Και εξελθων ο Ιησους απο του ιερου επορευετο, και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου
  2. ο δε αποκριθεις ειπεν αυτοις, Ου βλεπετε ταυτα παντα; αμην λεγω υμιν, ου μη αφεθη ωδε λιθος επι λιθον ος ου καταλυθησεται.
  3. Καθημενου δε αυτου επι του Ορους των Ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντες, Ειπε ημιν ποτε ταυτα εσται, και τι το σημειον της σης παρουσιας και συντελειας του αιωνος.
  4. και αποκριθεις ο Ιησους ειπεν αυτοις, Βλεπετε μη τις υμας πλανηση
  5. πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες, Εγω ειμι ο Χριστος, και πολλους πλανησουσιν.
  6. μελλησετε δε ακουειν πολεμους και ακοας πολεμων ορατε, μη θροεισθε δει γαρ γενεσθαι, αλλ ουπω εστιν το τελος.
  7. εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν, και εσονται λιμοι και σεισμοι κατα τοπους
  8. παντα δε ταυτα αρχη ωδινων.
  9. τοτε παραδωσουσιν υμας εις θλιψιν και αποκτενουσιν υμας, και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου.
  10. και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μισησουσιν αλληλους
  11. και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλους
  12. και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων.
  13. ο δε υπομεινας εις τελος ουτος σωθησεται.
  14. και κηρυχθησεται τουτο το ευαγγελιον της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν, και τοτε ηξει το τελος.
  15. Οταν ουν ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια Δανιηλ του προφητου εστος εν τοπω αγιω, ο αναγινωσκων νοειτω,
  16. τοτε οι εν τη Ιουδαια φευγετωσαν εις τα ορη,
  17. ο επι του δωματος μη καταβατω αραι τα εκ της οικιας αυτου,
  18. και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι το ιματιον αυτου.
  19. ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις.
  20. προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος μηδε σαββατω
  21. εσται γαρ τοτε θλιψις μεγαλη οια ου γεγονεν απ αρχης κοσμου εως του νυν ουδ ου μη γενηται.
  22. και ει μη εκολοβωθησαν αι ημεραι εκειναι, ουκ αν εσωθη πασα σαρξ δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι.
  23. τοτε εαν τις υμιν ειπη, Ιδου ωδε ο Χριστος, η, ωδε, μη πιστευσητε
  24. εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται, και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι, ει δυνατον, και τους εκλεκτους
  25. ιδου προειρηκα υμιν.
  26. εαν ουν ειπωσιν υμιν, Ιδου εν τη ερημω εστιν, μη εξελθητε Ιδου εν τοις ταμειοις, μη πιστευσητε
  27. ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εως δυσμων, ουτως εσται η παρουσια του υιου του ανθρωπου.
  28. οπου εαν η το πτωμα, εκει συναχθησονται οι αετοι.
  29. Ευθεως δε μετα την θλιψιν των ημερων εκεινων, ο ηλιος σκοτισθησεται, και η σεληνη ου δωσει το φεγγος αυτης, και οι αστερες πεσουνται απο του ουρανου, και αι δυναμεις των ουρανων σαλευθησονται.
  30. και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν ουρανω, και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης
  31. και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος μεγαλης, και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εως [των] ακρων αυτων.
  32. Απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη, γινωσκετε οτι εγγυς το θερος
  33. ουτως και υμεις, οταν ιδητε παντα ταυτα, γινωσκετε οτι εγγυς εστιν επι θυραις.
  34. αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα ταυτα γενηται.
  35. ο ουρανος και η γη παρελευσεται, οι δε λογοι μου ου μη παρελθωσιν.
  36. Περι δε της ημερας εκεινης και ωρας ουδεις οιδεν, ουδε οι αγγελοι των ουρανων ουδε ο υιος, ει μη ο πατηρ μονος.
  37. ωσπερ γαρ αι ημεραι του Νωε, ουτως εσται η παρουσια του υιου του ανθρωπου.
  38. ως γαρ ησαν εν ταις ημεραις [εκειναις] ταις προ του κατακλυσμου τρωγοντες και πινοντες, γαμουντες και γαμιζοντες, αχρι ης ημερας εισηλθεν Νωε εις την κιβωτον,
  39. και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας, ουτως εσται [και] η παρουσια του υιου του ανθρωπου.
  40. τοτε δυο εσονται εν τω αγρω, εις παραλαμβανεται και εις αφιεται
  41. δυο αληθουσαι εν τω μυλω, μια παραλαμβανεται και μια αφιεται.
  42. γρηγορειτε ουν, οτι ουκ οιδατε ποια ημερα ο κυριος υμων ερχεται.
  43. εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται, εγρηγορησεν αν και ουκ αν ειασεν διορυχθηναι την οικιαν αυτου.
  44. δια τουτο και υμεις γινεσθε ετοιμοι, οτι η ου δοκειτε ωρα ο υιος του ανθρωπου ερχεται.
  45. Τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος επι της οικετειας αυτου του δουναι αυτοις την τροφην εν καιρω;
  46. μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ουτως ποιουντα
  47. αμην λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον.
  48. εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου, Χρονιζει μου ο κυριος,
  49. και αρξηται τυπτειν τους συνδουλους αυτου, εσθιη δε και πινη μετα των μεθυοντων,
  50. ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει,
  51. και διχοτομησει αυτον και το μερος αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.

Chapter 25.

  1. Τοτε ομοιωθησεται η βασιλεια των ουρανων δεκα παρθενοις, αιτινες λαβουσαι τας λαμπαδας εαυτων εξηλθον εις υπαντησιν του νυμφιου.
  2. πεντε δε εξ αυτων ησαν μωραι και πεντε φρονιμοι.
  3. αι γαρ μωραι λαβουσαι τας λαμπαδας αυτων ουκ ελαβον μεθ εαυτων ελαιον
  4. αι δε φρονιμοι ελαβον ελαιον εν τοις αγγειοις μετα των λαμπαδων εαυτων.
  5. χρονιζοντος δε του νυμφιου ενυσταξαν πασαι και εκαθευδον.
  6. μεσης δε νυκτος κραυγη γεγονεν, Ιδου ο νυμφιος, εξερχεσθε εις απαντησιν [αυτου.
  7. τοτε ηγερθησαν πασαι αι παρθενοι εκειναι και εκοσμησαν τας λαμπαδας εαυτων.
  8. αι δε μωραι ταις φρονιμοις ειπαν, Δοτε ημιν εκ του ελαιου υμων, οτι αι λαμπαδες ημων σβεννυνται.
  9. απεκριθησαν δε αι φρονιμοι λεγουσαι, Μηποτε ου μη αρκεση ημιν και υμιν πορευεσθε μαλλον προς τους πωλουντας και αγορασατε εαυταις.
  10. απερχομενων δε αυτων αγορασαι ηλθεν ο νυμφιος, και αι ετοιμοι εισηλθον μετ αυτου εις τους γαμους, και εκλεισθη η θυρα.
  11. υστερον δε ερχονται και αι λοιπαι παρθενοι λεγουσαι, Κυριε κυριε, ανοιξον ημιν.
  12. ο δε αποκριθεις ειπεν, Αμην λεγω υμιν, ουκ οιδα υμας.
  13. Γρηγορειτε ουν, οτι ουκ οιδατε την ημεραν ουδε την ωραν.
  14. Ωσπερ γαρ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου,
  15. και ω μεν εδωκεν πεντε ταλαντα, ω δε δυο, ω δε εν, εκαστω κατα την ιδιαν δυναμιν, και απεδημησεν. ευθεως
  16. πορευθεις ο τα πεντε ταλαντα λαβων ηργασατο εν αυτοις και εκερδησεν αλλα πεντε
  17. ωσαυτως ο τα δυο εκερδησεν αλλα δυο.
  18. ο δε το εν λαβων απελθων ωρυξεν γην και εκρυψεν το αργυριον του κυριου αυτου.
  19. μετα δε πολυν χρονον ερχεται ο κυριος των δουλων εκεινων και συναιρει λογον μετ αυτων.
  20. και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων, Κυριε, πεντε ταλαντα μοι παρεδωκας ιδε αλλα πεντε ταλαντα εκερδησα.
  21. εφη αυτω ο κυριος αυτου, Ευ, δουλε αγαθε και πιστε, επι ολιγα ης πιστος, επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου.
  22. προσελθων [δε] και ο τα δυο ταλαντα ειπεν, Κυριε, δυο ταλαντα μοι παρεδωκας ιδε αλλα δυο ταλαντα εκερδησα.
  23. εφη αυτω ο κυριος αυτου, Ευ, δουλε αγαθε και πιστε, επι ολιγα ης πιστος, επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου.
  24. προσελθων δε και ο το εν ταλαντον ειληφως ειπεν, Κυριε, εγνων σε οτι σκληρος ει ανθρωπος, θεριζων οπου ουκ εσπειρας και συναγων οθεν ου διεσκορπισας
  25. και φοβηθεις απελθων εκρυψα το ταλαντον σου εν τη γη ιδε εχεις το σον.
  26. αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω, Πονηρε δουλε και οκνηρε, ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα;
  27. εδει σε ουν βαλειν τα αργυρια μου τοις τραπεζιταις, και ελθων εγω εκομισαμην αν το εμον συν τοκω.
  28. αρατε ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα δεκα ταλαντα
  29. τω γαρ εχοντι παντι δοθησεται και περισσευθησεται του δε μη εχοντος και ο εχει αρθησεται απ αυτου.
  30. και τον αχρειον δουλον εκβαλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
  31. Οταν δε ελθη ο υιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγγελοι μετ αυτου, τοτε καθισει επι θρονου δοξης αυτου
  32. και συναχθησονται εμπροσθεν αυτου παντα τα εθνη, και αφορισει αυτους απ αλληλων, ωσπερ ο ποιμην αφοριζει τα προβατα απο των εριφων,
  33. και στησει τα μεν προβατα εκ δεξιων αυτου τα δε εριφια εξ ευωνυμων.
  34. τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου, Δευτε, οι ευλογημενοι του πατρος μου, κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου
  35. επεινασα γαρ και εδωκατε μοι φαγειν, εδιψησα και εποτισατε με, ξενος ημην και συνηγαγετε με,
  36. γυμνος και περιεβαλετε με, ησθενησα και επεσκεψασθε με, εν φυλακη ημην και ηλθατε προς με.
  37. τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες, Κυριε, ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν, η διψωντα και εποτισαμεν;
  38. ποτε δε σε ειδομεν ξενον και συνηγαγομεν, η γυμνον και περιεβαλομεν;
  39. ποτε δε σε ειδομεν ασθενουντα η εν φυλακη και ηλθομεν προς σε;
  40. και αποκριθεις ο βασιλευς ερει αυτοις, Αμην λεγω υμιν, εφ οσον εποιησατε ενι τουτων των αδελφων μου των ελαχιστων, εμοι εποιησατε.
  41. Τοτε ερει και τοις εξ ευωνυμων, Πορευεσθε απ εμου [οι] κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου
  42. επεινασα γαρ και ουκ εδωκατε μοι φαγειν, εδιψησα και ουκ εποτισατε με,
  43. ξενος ημην και ου συνηγαγετε με, γυμνος και ου περιεβαλετε με, ασθενης και εν φυλακη και ουκ επεσκεψασθε με.
  44. τοτε αποκριθησονται και αυτοι λεγοντες, Κυριε, ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη και ου διηκονησαμεν σοι;
  45. τοτε αποκριθησεται αυτοις λεγων, Αμην λεγω υμιν, εφ οσον ουκ εποιησατε ενι τουτων των ελαχιστων, ουδε εμοι εποιησατε.
  46. και απελευσονται ουτοι εις κολασιν αιωνιον, οι δε δικαιοι εις ζωην αιωνιον.