Gospel of Matthew.

Chapters 19-21.


Chapter 19.

  1. Και εγενετο οτε ετελεσεν ο Ιησους τους λογους τουτους, μετηρεν απο της Γαλιλαιας και ηλθεν εις τα ορια της Ιουδαιας περαν του Ιορδανου.
  2. και ηκολουθησαν αυτω οχλοι πολλοι, και εθεραπευσεν αυτους εκει.
  3. Και προσηλθον αυτω Φαρισαιοι πειραζοντες αυτον και λεγοντες, Ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν;
  4. ο δε αποκριθεις ειπεν, Ουκ ανεγνωτε οτι ο κτισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους;
  5. και ειπεν, Ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου, και εσονται οι δυο εις σαρκα μιαν.
  6. ωστε ουκετι εισιν δυο αλλα σαρξ μια. ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω.
  7. λεγουσιν αυτω, Τι ουν Μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι [αυτην];
  8. λεγει αυτοις οτι Μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων, απ αρχης δε ου γεγονεν ουτως.
  9. λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται.
  10. λεγουσιν αυτω οι μαθηται [αυτου], Ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος, ου συμφερει γαμησαι.
  11. ο δε ειπεν αυτοις, Ου παντες χωρουσιν τον λογον [τουτον], αλλ οις δεδοται.
  12. εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως, και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων, και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων. ο δυναμενος χωρειν χωρειτω.
  13. Τοτε προσηνεχθησαν αυτω παιδια, ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις.
  14. ο δε Ιησους ειπεν, Αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με, των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων.
  15. και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν.
  16. Και ιδου εις προσελθων αυτω ειπεν, Διδασκαλε, τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον;
  17. ο δε ειπεν αυτω, Τι με ερωτας περι του αγαθου; εις εστιν ο αγαθος. ει δε θελεις εις την ζωην εισελθειν, τηρησον τας εντολας.
  18. λεγει αυτω, Ποιας; ο δε Ιησους ειπεν, Το Ου φονευσεις, Ου μοιχευσεις, Ου κλεψεις, Ου ψευδομαρτυρησεις,
  19. Τιμα τον πατερα και την μητερα, και, Αγαπησεις τον πλησιον σου ως σεαυτον.
  20. λεγει αυτω ο νεανισκος, Παντα ταυτα εφυλαξα τι ετι υστερω;
  21. εφη αυτω ο Ιησους, Ει θελεις τελειος ειναι, υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις, και εξεις θησαυρον εν ουρανοις, και δευρο ακολουθει μοι.
  22. ακουσας δε ο νεανισκος τον λογον απηλθεν λυπουμενος, ην γαρ εχων κτηματα πολλα.
  23. Ο δε Ιησους ειπεν τοις μαθηταις αυτου, Αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων.
  24. παλιν δε λεγω υμιν, ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εισελθειν εις την βασιλειαν του θεου.
  25. ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες, Τις αρα δυναται σωθηναι;
  26. εμβλεψας δε ο Ιησους ειπεν αυτοις, Παρα ανθρωποις τουτο αδυνατον εστιν, παρα δε θεω παντα δυνατα.
  27. Τοτε αποκριθεις ο Πετρος ειπεν αυτω, Ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν;
  28. ο δε Ιησους ειπεν αυτοις, Αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι, εν τη παλιγγενεσια, οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου, καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του Ισραηλ.
  29. και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του ονοματος μου εκατονταπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει.
  30. Πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι.

Chapter 20.

  1. Ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου
  2. συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου.
  3. και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους
  4. και εκεινοις ειπεν, Υπαγετε και υμεις εις τον αμπελωνα, και ο εαν η δικαιον δωσω υμιν.
  5. οι δε απηλθον. παλιν [δε] εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως.
  6. περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας, και λεγει αυτοις, Τι ωδε εστηκατε ολην την ημεραν αργοι;
  7. λεγουσιν αυτω, Οτι ουδεις ημας εμισθωσατο. λεγει αυτοις, Υπαγετε και υμεις εις τον αμπελωνα.
  8. οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου, Καλεσον τους εργατας και αποδος αυτοις τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων.
  9. και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον.
  10. και ελθοντες οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον [το] ανα δηναριον και αυτοι.
  11. λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου
  12. λεγοντες, Ουτοι οι εσχατοι μιαν ωραν εποιησαν, και ισους ημιν αυτους εποιησας τοις βαστασασι το βαρος της ημερας και τον καυσωνα.
  13. ο δε αποκριθεις ενι αυτων ειπεν, Εταιρε, ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι;
  14. αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι.
  15. [η] ουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις; η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι;
  16. Ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι.
  17. Και αναβαινων ο Ιησους εις Ιεροσολυμα παρελαβεν τους δωδεκα [μαθητας] κατ ιδιαν, και εν τη οδω ειπεν αυτοις,
  18. Ιδου αναβαινομεν εις Ιεροσολυμα, και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν, και κατακρινουσιν αυτον θανατω,
  19. και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι, και τη τριτη ημερα εγερθησεται.
  20. Τοτε προσηλθεν αυτω η μητηρ των υιων Ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου.
  21. ο δε ειπεν αυτη, Τι θελεις; λεγει αυτω, Ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων σου εν τη βασιλεια σου.
  22. αποκριθεις δε ο Ιησους ειπεν, Ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν; λεγουσιν αυτω, Δυναμεθα.
  23. λεγει αυτοις, Το μεν ποτηριον μου πιεσθε, το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον [τουτο] δουναι, αλλ οις ητοιμασται υπο του πατρος μου.
  24. Και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων.
  25. ο δε Ιησους προσκαλεσαμενος αυτους ειπεν, Οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων.
  26. ουχ ουτως εσται εν υμιν αλλ ος εαν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος,
  27. και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος
  28. ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων.
  29. Και εκπορευομενων αυτων απο Ιεριχω ηκολουθησεν αυτω οχλος πολυς.
  30. και ιδου δυο τυφλοι καθημενοι παρα την οδον, ακουσαντες οτι Ιησους παραγει, εκραξαν λεγοντες, Ελεησον ημας, [κυριε], υιος Δαυιδ.
  31. ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες, Ελεησον ημας, κυριε, υιος Δαυιδ.
  32. και στας ο Ιησους εφωνησεν αυτους και ειπεν, Τι θελετε ποιησω υμιν;
  33. λεγουσιν αυτω, Κυριε, ινα ανοιγωσιν οι οφθαλμοι ημων.
  34. σπλαγχνισθεις δε ο Ιησους ηψατο των ομματων αυτων, και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω.

Chapter 21.

  1. Και οτε ηγγισαν εις Ιεροσολυμα και ηλθον εις Βηθφαγη εις το Ορος των Ελαιων, τοτε Ιησους απεστειλεν δυο μαθητας
  2. λεγων αυτοις, Πορευεσθε εις την κωμην την κατεναντι υμων, και ευθεως ευρησετε ονον δεδεμενην και πωλον μετ αυτης λυσαντες αγαγετε μοι.
  3. και εαν τις υμιν ειπη τι, ερειτε οτι Ο κυριος αυτων χρειαν εχει ευθυς δε αποστελει αυτους.
  4. Τουτο δε γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντος,
  5. Ειπατε τη θυγατρι Σιων, Ιδου ο βασιλευς σου ερχεται σοι, πραυς και επιβεβηκως επι ονον, και επι πωλον υιον υποζυγιου.
  6. πορευθεντες δε οι μαθηται και ποιησαντες καθως συνεταξεν αυτοις ο Ιησους
  7. ηγαγον την ονον και τον πωλον, και επεθηκαν επ αυτων τα ιματια, και επεκαθισεν επανω αυτων.
  8. ο δε πλειστος οχλος εστρωσαν εαυτων τα ιματια εν τη οδω, αλλοι δε εκοπτον κλαδους απο των δενδρων και εστρωννυον εν τη οδω.
  9. οι δε οχλοι οι προαγοντες αυτον και οι ακολουθουντες εκραζον λεγοντες, Ωσαννα τω υιω Δαυιδ Ευλογημενος ο ερχομενος εν ονοματι κυριου Ωσαννα εν τοις υψιστοις.
  10. και εισελθοντος αυτου εις Ιεροσολυμα εσεισθη πασα η πολις λεγουσα, Τις εστιν ουτος;
  11. οι δε οχλοι ελεγον, Ουτος εστιν ο προφητης Ιησους ο απο Ναζαρεθ της Γαλιλαιας.
  12. Και εισηλθεν Ιησους εις το ιερον, και εξεβαλεν παντας τους πωλουντας και αγοραζοντας εν τω ιερω, και τας τραπεζας των κολλυβιστων κατεστρεψεν και τας καθεδρας των πωλουντων τας περιστερας,
  13. και λεγει αυτοις, Γεγραπται, Ο οικος μου οικος προσευχης κληθησεται, υμεις δε αυτον ποιειτε σπηλαιον ληστων.
  14. Και προσηλθον αυτω τυφλοι και χωλοι εν τω ιερω, και εθεραπευσεν αυτους.
  15. ιδοντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμασια α εποιησεν και τους παιδας τους κραζοντας εν τω ιερω και λεγοντας, Ωσαννα τω υιω Δαυιδ, ηγανακτησαν
  16. και ειπαν αυτω, Ακουεις τι ουτοι λεγουσιν; ο δε Ιησους λεγει αυτοις, Ναι ουδεποτε ανεγνωτε οτι Εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον;
  17. Και καταλιπων αυτους εξηλθεν εξω της πολεως εις Βηθανιαν, και ηυλισθη εκει.
  18. Πρωι δε επαναγων εις την πολιν επεινασεν.
  19. και ιδων συκην μιαν επι της οδου ηλθεν επ αυτην, και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον, και λεγει αυτη, Μηκετι εκ σου καρπος γενηται εις τον αιωνα. και εξηρανθη παραχρημα η συκη.
  20. και ιδοντες οι μαθηται εθαυμασαν λεγοντες, Πως παραχρημα εξηρανθη η συκη;
  21. αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Αμην λεγω υμιν, εαν εχητε πιστιν και μη διακριθητε, ου μονον το της συκης ποιησετε, αλλα καν τω ορει τουτω ειπητε, Αρθητι και βληθητι εις την θαλασσαν, γενησεται
  22. και παντα οσα αν αιτησητε εν τη προσευχη πιστευοντες λημψεσθε.
  23. Και ελθοντος αυτου εις το ιερον προσηλθον αυτω διδασκοντι οι αρχιερεις και οι πρεσβυτεροι του λαου λεγοντες, Εν ποια εξουσια ταυτα ποιεις; και τις σοι εδωκεν την εξουσιαν ταυτην;
  24. αποκριθεις δε ο Ιησους ειπεν αυτοις, Ερωτησω υμας καγω λογον ενα, ον εαν ειπητε μοι καγω υμιν ερω εν ποια εξουσια ταυτα ποιω
  25. το βαπτισμα το Ιωαννου ποθεν ην; εξ ουρανου η εξ ανθρωπων; οι δε διελογιζοντο εν εαυτοις λεγοντες, Εαν ειπωμεν, Εξ ουρανου, ερει ημιν, Δια τι ουν ουκ επιστευσατε αυτω;
  26. εαν δε ειπωμεν, Εξ ανθρωπων, φοβουμεθα τον οχλον, παντες γαρ ως προφητην εχουσιν τον Ιωαννην.
  27. και αποκριθεντες τω Ιησου ειπαν, Ουκ οιδαμεν. εφη αυτοις και αυτος, Ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.
  28. Τι δε υμιν δοκει; ανθρωπος ειχεν τεκνα δυο. και προσελθων τω πρωτω ειπεν, Τεκνον, υπαγε σημερον εργαζου εν τω αμπελωνι.
  29. ο δε αποκριθεις ειπεν, Ου θελω, υστερον δε μεταμεληθεις απηλθεν.
  30. προσελθων δε τω ετερω ειπεν ωσαυτως. ο δε αποκριθεις ειπεν, Εγω, κυριε και ουκ απηλθεν.
  31. τις εκ των δυο εποιησεν το θελημα του πατρος; λεγουσιν, Ο πρωτος. λεγει αυτοις ο Ιησους, Αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου.
  32. ηλθεν γαρ Ιωαννης προς υμας εν οδω δικαιοσυνης, και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεις δε ιδοντες ουδε μετεμεληθητε υστερον του πιστευσαι αυτω.
  33. Αλλην παραβολην ακουσατε. Ανθρωπος ην οικοδεσποτης οστις εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον, και εξεδετο αυτον γεωργοις, και απεδημησεν.
  34. οτε δε ηγγισεν ο καιρος των καρπων, απεστειλεν τους δουλους αυτου προς τους γεωργους λαβειν τους καρπους αυτου.
  35. και λαβοντες οι γεωργοι τους δουλους αυτου ον μεν εδειραν, ον δε απεκτειναν, ον δε ελιθοβολησαν.
  36. παλιν απεστειλεν αλλους δουλους πλειονας των πρωτων, και εποιησαν αυτοις ωσαυτως.
  37. υστερον δε απεστειλεν προς αυτους τον υιον αυτου λεγων, Εντραπησονται τον υιον μου.
  38. οι δε γεωργοι ιδοντες τον υιον ειπον εν εαυτοις, Ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον και σχωμεν την κληρονομιαν αυτου.
  39. και λαβοντες αυτον εξεβαλον εξω του αμπελωνος και απεκτειναν.
  40. οταν ουν ελθη ο κυριος του αμπελωνος, τι ποιησει τοις γεωργοις εκεινοις;
  41. λεγουσιν αυτω, Κακους κακως απολεσει αυτους, και τον αμπελωνα εκδωσεται αλλοις γεωργοις, οιτινες αποδωσουσιν αυτω τους καρπους εν τοις καιροις αυτων.
  42. λεγει αυτοις ο Ιησους, Ουδεποτε ανεγνωτε εν ταις γραφαις, Λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας παρα κυριου εγενετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων;
  43. δια τουτο λεγω υμιν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τους καρπους αυτης.
  44. [Και ο πεσων επι τον λιθον τουτον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον.]
  45. Και ακουσαντες οι αρχιερεις και οι Φαρισαιοι τας παραβολας αυτου εγνωσαν οτι περι αυτων λεγει
  46. και ζητουντες αυτον κρατησαι εφοβηθησαν τους οχλους, επει εις προφητην αυτον ειχον.