Gospel of Matthew.

Chapters 15-18.


Chapter 15.

  1. Τοτε προσερχονται τω Ιησου απο Ιεροσολυμων Φαρισαιοι και γραμματεις λεγοντες,
  2. Δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων; ου γαρ νιπτονται τας χειρας [αυτων] οταν αρτον εσθιωσιν.
  3. ο δε αποκριθεις ειπεν αυτοις, Δια τι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων;
  4. ο γαρ θεος ειπεν, Τιμα τον πατερα και την μητερα, και, Ο κακολογων πατερα η μητερα θανατω τελευτατω
  5. υμεις δε λεγετε, Ος αν ειπη τω πατρι η τη μητρι, Δωρον ο εαν εξ εμου ωφεληθης,
  6. ου μη τιμησει τον πατερα αυτου και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων.
  7. υποκριται, καλως επροφητευσεν περι υμων Ησαιας λεγων,
  8. Ο λαος ουτος τοις χειλεσιν με τιμα, η δε καρδια αυτων πορρω απεχει απ εμου
  9. ματην δε σεβονται με, διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων.
  10. Και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις, Ακουετε και συνιετε
  11. ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον, αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον.
  12. Τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω, Οιδας οτι οι Φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν;
  13. ο δε αποκριθεις ειπεν, Πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται.
  14. αφετε αυτους τυφλοι εισιν οδηγοι [τυφλων] τυφλος δε τυφλον εαν οδηγη, αμφοτεροι εις βοθυνον πεσουνται.
  15. Αποκριθεις δε ο Πετρος ειπεν αυτω, Φρασον ημιν την παραβολην [ταυτην].
  16. ο δε ειπεν, Ακμην και υμεις ασυνετοι εστε;
  17. ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται;
  18. τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται, κακεινα κοινοι τον ανθρωπον.
  19. εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι, φονοι, μοιχειαι, πορνειαι, κλοπαι, ψευδομαρτυριαι, βλασφημιαι.
  20. ταυτα εστιν τα κοινουντα τον ανθρωπον, το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον.
  21. Και εξελθων εκειθεν ο Ιησους ανεχωρησεν εις τα μερη Τυρου και Σιδωνος.
  22. και ιδου γυνη Χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα, Ελεησον με, κυριε, υιος Δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται.
  23. ο δε ουκ απεκριθη αυτη λογον. και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες, Απολυσον αυτην, οτι κραζει οπισθεν ημων.
  24. ο δε αποκριθεις ειπεν, Ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου Ισραηλ.
  25. η δε ελθουσα προσεκυνει αυτω λεγουσα, Κυριε, βοηθει μοι.
  26. ο δε αποκριθεις ειπεν, Ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις.
  27. η δε ειπεν, Ναι, κυριε, και γαρ τα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο της τραπεζης των κυριων αυτων.
  28. τοτε αποκριθεις ο Ιησους ειπεν αυτη, ω γυναι, μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις. και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης.
  29. Και μεταβας εκειθεν ο Ιησους ηλθεν παρα την θαλασσαν της Γαλιλαιας, και αναβας εις το ορος εκαθητο εκει.
  30. και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους, τυφλους, κυλλους, κωφους, και ετερους πολλους, και ερριψαν αυτους παρα τους ποδας αυτου, και εθεραπευσεν αυτους
  31. ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας, κυλλους υγιεις, και χωλους περιπατουντας και τυφλους βλεποντας και εδοξασαν τον θεον Ισραηλ.
  32. Ο δε Ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν, Σπλαγχνιζομαι επι τον οχλον, οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω, μηποτε εκλυθωσιν εν τη οδω.
  33. και λεγουσιν αυτω οι μαθηται, Ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον;
  34. και λεγει αυτοις ο Ιησους, Ποσους αρτους εχετε; οι δε ειπαν, Επτα, και ολιγα ιχθυδια.
  35. και παραγγειλας τω οχλω αναπεσειν επι την γην
  36. ελαβεν τους επτα αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις, οι δε μαθηται τοις οχλοις.
  37. και εφαγον παντες και εχορτασθησαν, και το περισσευον των κλασματων ηραν, επτα σπυριδας πληρεις.
  38. οι δε εσθιοντες ησαν τετρακισχιλιοι ανδρες χωρις γυναικων και παιδιων.
  39. Και απολυσας τους οχλους ενεβη εις το πλοιον, και ηλθεν εις τα ορια Μαγαδαν.

Chapter 16.

  1. Και προσελθοντες οι Φαρισαιοι και Σαδδουκαιοι πειραζοντες επηρωτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις.
  2. ο δε αποκριθεις ειπεν αυτοις, [Οψιας γενομενης λεγετε, Ευδια, πυρραζει γαρ ο ουρανος
  3. και πρωι, Σημερον χειμων, πυρραζει γαρ στυγναζων ο ουρανος. το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν, τα δε σημεια των καιρων ου δυνασθε.]
  4. Γενεα πονηρα και μοιχαλις σημειον επιζητει, και σημειον ου δοθησεται αυτη ει μη το σημειον Ιωνα. και καταλιπων αυτους απηλθεν.
  5. Και ελθοντες οι μαθηται εις το περαν επελαθοντο αρτους λαβειν.
  6. ο δε Ιησους ειπεν αυτοις, Ορατε και προσεχετε απο της ζυμης των Φαρισαιων και Σαδδουκαιων.
  7. οι δε διελογιζοντο εν εαυτοις λεγοντες οτι Αρτους ουκ ελαβομεν.
  8. γνους δε ο Ιησους ειπεν, Τι διαλογιζεσθε εν εαυτοις, ολιγοπιστοι, οτι αρτους ουκ εχετε;
  9. ουπω νοειτε, ουδε μνημονευετε τους πεντε αρτους των πεντακισχιλιων και ποσους κοφινους ελαβετε;
  10. ουδε τους επτα αρτους των τετρακισχιλιων και ποσας σπυριδας ελαβετε;
  11. πως ου νοειτε οτι ου περι αρτων ειπον υμιν; προσεχετε δε απο της ζυμης των Φαρισαιων και Σαδδουκαιων.
  12. τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης των αρτων αλλα απο της διδαχης των Φαρισαιων και Σαδδουκαιων.
  13. Ελθων δε ο Ιησους εις τα μερη Καισαρειας της Φιλιππου ηρωτα τους μαθητας αυτου λεγων, Τινα λεγουσιν οι ανθρωποι ειναι τον υιον του ανθρωπου;
  14. οι δε ειπαν, Οι μεν Ιωαννην τον βαπτιστην, αλλοι δε Ηλιαν, ετεροι δε Ιερεμιαν η ενα των προφητων.
  15. λεγει αυτοις, Υμεις δε τινα με λεγετε ειναι;
  16. αποκριθεις δε Σιμων Πετρος ειπεν, Συ ει ο Χριστος ο υιος του θεου του ζωντος.
  17. αποκριθεις δε ο Ιησους ειπεν αυτω, Μακαριος ει, Σιμων Βαριωνα, οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις.
  18. καγω δε σοι λεγω οτι συ ει Πετρος, και επι ταυτη τη πετρα οικοδομησω μου την εκκλησιαν, και πυλαι αδου ου κατισχυσουσιν αυτης.
  19. δωσω σοι τας κλειδας της βασιλειας των ουρανων, και ο εαν δησης επι της γης εσται δεδεμενον εν τοις ουρανοις, και ο εαν λυσης επι της γης εσται λελυμενον εν τοις ουρανοις.
  20. τοτε διεστειλατο τοις μαθηταις ινα μηδενι ειπωσιν οτι αυτος εστιν ο Χριστος.
  21. Απο τοτε ηρξατο ο Ιησους δεικνυειν τοις μαθηταις αυτου οτι δει αυτον εις Ιεροσολυμα απελθειν και πολλα παθειν απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι.
  22. και προσλαβομενος αυτον ο Πετρος ηρξατο επιτιμαν αυτω λεγων, Ιλεως σοι, κυριε ου μη εσται σοι τουτο.
  23. ο δε στραφεις ειπεν τω Πετρω, Υπαγε οπισω μου, Σατανα σκανδαλον ει εμου, οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων.
  24. Τοτε ο Ιησους ειπεν τοις μαθηταις αυτου, Ει τις θελει οπισω μου ελθειν, απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι.
  25. ος γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην.
  26. τι γαρ ωφεληθησεται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη; η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου;
  27. μελλει γαρ ο υιος του ανθρωπου ερχεσθαι εν τη δοξη του πατρος αυτου μετα των αγγελων αυτου, και τοτε αποδωσει εκαστω κατα την πραξιν αυτου.
  28. αμην λεγω υμιν οτι εισιν τινες των ωδε εστωτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν τον υιον του ανθρωπου ερχομενον εν τη βασιλεια αυτου.

Chapter 17.

  1. Και μεθ ημερας εξ παραλαμβανει ο Ιησους τον Πετρον και Ιακωβον και Ιωαννην τον αδελφον αυτου, και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν.
  2. και μετεμορφωθη εμπροσθεν αυτων, και ελαμψεν το προσωπον αυτου ως ο ηλιος, τα δε ιματια αυτου εγενετο λευκα ως το φως.
  3. και ιδου ωφθη αυτοις Μωυσης και Ηλιας συλλαλουντες μετ αυτου.
  4. αποκριθεις δε ο Πετρος ειπεν τω Ιησου, Κυριε, καλον εστιν ημας ωδε ειναι ει θελεις, ποιησω ωδε τρεις σκηνας, σοι μιαν και Μωυσει μιαν και Ηλια μιαν.
  5. ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιασεν αυτους, και ιδου φωνη εκ της νεφελης λεγουσα, Ουτος εστιν ο υιος μου ο αγαπητος, εν ω ευδοκησα ακουετε αυτου.
  6. και ακουσαντες οι μαθηται επεσαν επι προσωπον αυτων και εφοβηθησαν σφοδρα.
  7. και προσηλθεν ο Ιησους και αψαμενος αυτων ειπεν, Εγερθητε και μη φοβεισθε.
  8. επαραντες δε τους οφθαλμους αυτων ουδενα ειδον ει μη αυτον Ιησουν μονον.
  9. Και καταβαινοντων αυτων εκ του ορους ενετειλατο αυτοις ο Ιησους λεγων, Μηδενι ειπητε το οραμα εως ου ο υιος του ανθρωπου εκ νεκρων εγερθη.
  10. και επηρωτησαν αυτον οι μαθηται λεγοντες, Τι ουν οι γραμματεις λεγουσιν οτι Ηλιαν δει ελθειν πρωτον;
  11. ο δε αποκριθεις ειπεν, Ηλιας μεν ερχεται και αποκαταστησει παντα
  12. λεγω δε υμιν οτι Ηλιας ηδη ηλθεν, και ουκ επεγνωσαν αυτον αλλα εποιησαν εν αυτω οσα ηθελησαν ουτως και ο υιος του ανθρωπου μελλει πασχειν υπ αυτων.
  13. τοτε συνηκαν οι μαθηται οτι περι Ιωαννου του βαπτιστου ειπεν αυτοις.
  14. Και ελθοντων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων αυτον
  15. και λεγων, Κυριε, ελεησον μου τον υιον, οτι σεληνιαζεται και κακως πασχει πολλακις γαρ πιπτει εις το πυρ και πολλακις εις το υδωρ.
  16. και προσηνεγκα αυτον τοις μαθηταις σου, και ουκ ηδυνηθησαν αυτον θεραπευσαι.
  17. αποκριθεις δε ο Ιησους ειπεν, ω γενεα απιστος και διεστραμμενη, εως ποτε μεθ υμων εσομαι; εως ποτε ανεξομαι υμων; φερετε μοι αυτον ωδε.
  18. και επετιμησεν αυτω ο Ιησους, και εξηλθεν απ αυτου το δαιμονιον και εθεραπευθη ο παις απο της ωρας εκεινης.
  19. Τοτε προσελθοντες οι μαθηται τω Ιησου κατ ιδιαν ειπον, Δια τι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο;
  20. ο δε λεγει αυτοις, Δια την ολιγοπιστιαν υμων αμην γαρ λεγω υμιν, εαν εχητε πιστιν ως κοκκον σιναπεως, ερειτε τω ορει τουτω, Μεταβα ενθεν εκει, και μεταβησεται και ουδεν αδυνατησει υμιν.
  21. Συστρεφομενων
  22. δε αυτων εν τη Γαλιλαια ειπεν αυτοις ο Ιησους, Μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων,
  23. και αποκτενουσιν αυτον, και τη τριτη ημερα εγερθησεται. και ελυπηθησαν σφοδρα.
  24. Ελθοντων δε αυτων εις Καφαρναουμ προσηλθον οι τα διδραχμα λαμβανοντες τω Πετρω και ειπαν, Ο διδασκαλος υμων ου τελει [τα] διδραχμα;
  25. λεγει, Ναι. και ελθοντα εις την οικιαν προεφθασεν αυτον ο Ιησους λεγων, Τι σοι δοκει, Σιμων; οι βασιλεις της γης απο τινων λαμβανουσιν τελη η κηνσον; απο των υιων αυτων η απο των αλλοτριων;
  26. ειποντος δε, Απο των αλλοτριων, εφη αυτω ο Ιησους, Αρα γε ελευθεροι εισιν οι υιοι.
  27. ινα δε μη σκανδαλισωμεν αυτους, πορευθεις εις θαλασσαν βαλε αγκιστρον και τον αναβαντα πρωτον ιχθυν αρον, και ανοιξας το στομα αυτου ευρησεις στατηρα εκεινον λαβων δος αυτοις αντι εμου και σου.

Chapter 18.

  1. Εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω Ιησου λεγοντες, Τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων;
  2. και προσκαλεσαμενος παιδιον εστησεν αυτο εν μεσω αυτων
  3. και ειπεν, Αμην λεγω υμιν, εαν μη στραφητε και γενησθε ως τα παιδια, ου μη εισελθητε εις την βασιλειαν των ουρανων.
  4. οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο, ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων.
  5. και ος εαν δεξηται εν παιδιον τοιουτο επι τω ονοματι μου, εμε δεχεται.
  6. Ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε, συμφερει αυτω ινα κρεμασθη μυλος ονικος περι τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης.
  7. ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ ελθειν τα σκανδαλα, πλην ουαι τω ανθρωπω δι ου το σκανδαλον ερχεται.
  8. Ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε, εκκοψον αυτον και βαλε απο σου καλον σοι εστιν εισελθειν εις την ζωην κυλλον η χωλον, η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον.
  9. και ει ο οφθαλμος σου σκανδαλιζει σε, εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν, η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος.
  10. Ορατε μη καταφρονησητε ενος των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσι το προσωπον του πατρος μου του εν ουρανοις.
  11. Τι
  12. υμιν δοκει; εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων, ουχι αφησει τα ενενηκοντα εννεα επι τα ορη και πορευθεις ζητει το πλανωμενον;
  13. και εαν γενηται ευρειν αυτο, αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις.
  14. ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος υμων του εν ουρανοις ινα αποληται εν των μικρων τουτων.
  15. Εαν δε αμαρτηση [εις σε] ο αδελφος σου, υπαγε ελεγξον αυτον μεταξυ σου και αυτου μονου. εαν σου ακουση, εκερδησας τον αδελφον σου
  16. εαν δε μη ακουση, παραλαβε μετα σου ετι ενα η δυο, ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα
  17. εαν δε παρακουση αυτων, ειπε τη εκκλησια εαν δε και της εκκλησιας παρακουση, εστω σοι ωσπερ ο εθνικος και ο τελωνης.
  18. Αμην λεγω υμιν, οσα εαν δησητε επι της γης εσται δεδεμενα εν ουρανω και οσα εαν λυσητε επι της γης εσται λελυμενα εν ουρανω.
  19. Παλιν [αμην] λεγω υμιν οτι εαν δυο συμφωνησωσιν εξ υμων επι της γης περι παντος πραγματος ου εαν αιτησωνται, γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις.
  20. ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα, εκει ειμι εν μεσω αυτων.
  21. Τοτε προσελθων ο Πετρος ειπεν αυτω, Κυριε, ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω; εως επτακις;
  22. λεγει αυτω ο Ιησους, Ου λεγω σοι εως επτακις αλλα εως εβδομηκοντακις επτα.
  23. Δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου.
  24. αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εις οφειλετης μυριων ταλαντων.
  25. μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος πραθηναι και την γυναικα και τα τεκνα και παντα οσα εχει, και αποδοθηναι.
  26. πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων, Μακροθυμησον επ εμοι, και παντα αποδωσω σοι.
  27. σπλαγχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον, και το δανειον αφηκεν αυτω.
  28. εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω εκατον δηναρια, και κρατησας αυτον επνιγεν λεγων, Αποδος ει τι οφειλεις.
  29. πεσων ουν ο συνδουλος αυτου παρεκαλει αυτον λεγων, Μακροθυμησον επ εμοι, και αποδωσω σοι.
  30. ο δε ουκ ηθελεν, αλλα απελθων εβαλεν αυτον εις φυλακην εως αποδω το οφειλομενον.
  31. ιδοντες ουν οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα, και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα.
  32. τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω, Δουλε πονηρε, πασαν την οφειλην εκεινην αφηκα σοι, επει παρεκαλεσας με
  33. ουκ εδει και σε ελεησαι τον συνδουλον σου, ως καγω σε ηλεησα;
  34. και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως ου αποδω παν το οφειλομενον.
  35. Ουτως και ο πατηρ μου ο ουρανιος ποιησει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων.