Gospel of Matthew.

Chapters 1-4.


Chapter 1.

  1. Βιβλος γενεσεως Ιησου Χριστου υιου Δαυιδ υιου Αβρααμ.
  2. Αβρααμ εγεννησεν τον Ισαακ, Ισαακ δε εγεννησεν τον Ιακωβ, Ιακωβ δε εγεννησεν τον Ιουδαν και τους αδελφους αυτου,
  3. Ιουδας δε εγεννησεν τον Φαρες και τον Ζαρα εκ της Θαμαρ, Φαρες δε εγεννησεν τον Εσρωμ, Εσρωμ δε εγεννησεν τον Αραμ,
  4. Αραμ δε εγεννησεν τον Αμιναδαβ, Αμιναδαβ δε εγεννησεν τον Ναασσων, Ναασσων δε εγεννησεν τον Σαλμων,
  5. Σαλμων δε εγεννησεν τον Βοες εκ της Ραχαβ, Βοες δε εγεννησεν τον Ιωβηδ εκ της Ρουθ, Ιωβηδ δε εγεννησεν τον Ιεσσαι,
  6. Ιεσσαι δε εγεννησεν τον Δαυιδ τον βασιλεα. Δαυιδ δε εγεννησεν τον Σολομωνα εκ της του Ουριου,
  7. Σολομων δε εγεννησεν τον Ροβοαμ, Ροβοαμ δε εγεννησεν τον Αβια, Αβια δε εγεννησεν τον Ασαφ,
  8. Ασαφ δε εγεννησεν τον Ιωσαφατ, Ιωσαφατ δε εγεννησεν τον Ιωραμ, Ιωραμ δε εγεννησεν τον Οζιαν,
  9. Οζιας δε εγεννησεν τον Ιωαθαμ, Ιωαθαμ δε εγεννησεν τον Αχαζ, Αχαζ δε εγεννησεν τον Εζεκιαν,
  10. Εζεκιας δε εγεννησεν τον Μανασση, Μανασσης δε εγεννησεν τον Αμως, Αμως δε εγεννησεν τον Ιωσιαν,
  11. Ιωσιας δε εγεννησεν τον Ιεχονιαν και τους αδελφους αυτου επι της μετοικεσιας Βαβυλωνος.
  12. Μετα δε την μετοικεσιαν Βαβυλωνος Ιεχονιας εγεννησεν τον Σαλαθιηλ, Σαλαθιηλ δε εγεννησεν τον Ζοροβαβελ,
  13. Ζοροβαβελ δε εγεννησεν τον Αβιουδ, Αβιουδ δε εγεννησεν τον Ελιακιμ, Ελιακιμ δε εγεννησεν τον Αζωρ,
  14. Αζωρ δε εγεννησεν τον Σαδωκ, Σαδωκ δε εγεννησεν τον Αχιμ, Αχιμ δε εγεννησεν τον Ελιουδ,
  15. Ελιουδ δε εγεννησεν τον Ελεαζαρ, Ελεαζαρ δε εγεννησεν τον Ματθαν, Ματθαν δε εγεννησεν τον Ιακωβ,
  16. Ιακωβ δε εγεννησεν τον Ιωσηφ τον ανδρα Μαριας, εξ ης εγεννηθη Ιησους ο λεγομενος Χριστος.
  17. Πασαι ουν αι γενεαι απο Αβρααμ εως Δαυιδ γενεαι δεκατεσσαρες, και απο Δαυιδ εως της μετοικεσιας Βαβυλωνος γενεαι δεκατεσσαρες, και απο της μετοικεσιας Βαβυλωνος εως του Χριστου γενεαι δεκατεσσαρες.
  18. Του δε Ιησου Χριστου η γενεσις ουτως ην. μνηστευθεισης της μητρος αυτου Μαριας τω Ιωσηφ, πριν η συνελθειν αυτους ευρεθη εν γαστρι εχουσα εκ πνευματος αγιου.
  19. Ιωσηφ δε ο ανηρ αυτης, δικαιος ων και μη θελων αυτην δειγματισαι, εβουληθη λαθρα απολυσαι αυτην.
  20. ταυτα δε αυτου ενθυμηθεντος ιδου αγγελος κυριου κατ οναρ εφανη αυτω λεγων, Ιωσηφ υιος Δαυιδ, μη φοβηθης παραλαβειν Μαριαν την γυναικα σου, το γαρ εν αυτη γεννηθεν εκ πνευματος εστιν αγιου
  21. τεξεται δε υιον και καλεσεις το ονομα αυτου Ιησουν, αυτος γαρ σωσει τον λαον αυτου απο των αμαρτιων αυτων.
  22. Τουτο δε ολον γεγονεν ινα πληρωθη το ρηθεν υπο κυριου δια του προφητου λεγοντος,
  23. Ιδου η παρθενος εν γαστρι εξει και τεξεται υιον, και καλεσουσιν το ονομα αυτου Εμμανουηλ, ο εστιν μεθερμηνευομενον Μεθ ημων ο θεος.
  24. εγερθεις δε ο Ιωσηφ απο του υπνου εποιησεν ως προσεταξεν αυτω ο αγγελος κυριου και παρελαβεν την γυναικα αυτου
  25. και ουκ εγινωσκεν αυτην εως ου ετεκεν υιον και εκαλεσεν το ονομα αυτου Ιησουν.

Chapter 2.

  1. Του δε Ιησου γεννηθεντος εν Βηθλεεμ της Ιουδαιας εν ημεραις Ηρωδου του βασιλεως, ιδου μαγοι απο ανατολων παρεγενοντο εις Ιεροσολυμα
  2. λεγοντες, Που εστιν ο τεχθεις βασιλευς των Ιουδαιων; ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω.
  3. ακουσας δε ο βασιλευς Ηρωδης εταραχθη και πασα Ιεροσολυμα μετ᾿ αυτου,
  4. και συναγαγων παντας τους αρχιερεις και γραμματεις του λαου επυνθανετο παρ᾿ αυτων που ο Χριστος γενναται.
  5. οι δε ειπαν αυτω, Εν Βηθλεεμ της Ιουδαιας· ουτως γαρ γεγραπται δια του προφητου·
  6. Και συ, Βηθλεεμ γη Ιουδα, ουδαμως ελαχιστη ει εν τοις ηγεμοσιν Ιουδα· εκ σου γαρ εξελευσεται ηγουμενος, οστις ποιμανει τον λαον μου τον Ισραηλ.
  7. Τοτε Ηρωδης λαθρα καλεσας τους μαγους ηκριβωσεν παρ᾿ αυτων τον χρονον του φαινομενου αστερος,
  8. και πεμψας αυτους εις Βηθλεεμ ειπεν, Πορευθεντες εξετασατε ακριβως περι του παιδιου· επαν δε ευρητε απαγγειλατε μοι, οπως καγω ελθων προσκυνησω αυτω.
  9. οι δε ακουσαντες του βασιλεως επορευθησαν, και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων εσταθη επανω ου ην το παιδιον.
  10. ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα.
  11. και ελθοντες εις την οικιαν ειδον το παιδιον μετα Μαριας της μητρος αυτου, και πεσοντες προσεκυνησαν αυτω, και ανοιξαντες τους θησαυρους αυτων προσηνεγκαν αυτω δωρα, χρυσον και λιβανον και σμυρναν.
  12. και χρηματισθεντες κατ᾿ οναρ μη ανακαμψαι προς Ηρωδην, δι᾿ αλλης οδου ανεχωρησαν εις την χωραν αυτων.
  13. Αναχωρησαντων δε αυτων ιδου αγγελος κυριου φαινεται κατ᾿ οναρ τω Ιωσηφ λεγων, Εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εις Αιγυπτον, και ισθι εκει εως αν ειπω σοι· μελλει γαρ Ηρωδης ζητειν το παιδιον του απολεσαι αυτο.
  14. ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου νυκτος και ανεχωρησεν εις Αιγυπτον,
  15. και ην εκει εως της τελευτης Ηρωδου· ινα πληρωθη το ρηθεν υπο κυριου δια του προφητου λεγοντος, Εξ Αιγυπτου εκαλεσα τον υιον μου.
  16. Τοτε Ηρωδης ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λιαν, και αποστειλας ανειλεν παντας τους παιδας τους εν Βηθλεεμ και εν πασι τοις οριοις αυτης απο διετους και κατωτερω, κατα τον χρονον ον ηκριβωσεν παρα των μαγων.
  17. τοτε επληρωθη το ρηθεν δια Ιερεμιου του προφητου λεγοντος,
  18. Φωνη εν Ραμα ηκουσθη, κλαυθμος και οδυρμος πολυς· Ραχηλ κλαιουσα τα τεκνα αυτης, και ουκ ηθελεν παρακληθηναι, οτι ουκ εισιν.
  19. Τελευτησαντος δε του Ηρωδου ιδου αγγελος κυριου φαινεται κατ᾿ οναρ τω Ιωσηφ εν Αιγυπτω
  20. λεγων, Εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και πορευου εις γην Ισραηλ, τεθνηκασιν γαρ οι ζητουντες την ψυχην του παιδιου.
  21. ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου και εισηλθεν εις γην Ισραηλ.
  22. ακουσας δε οτι Αρχελαος βασιλευει της Ιουδαιας αντι του πατρος αυτου Ηρωδου εφοβηθη εκει απελθειν· χρηματισθεις δε κατ᾿ οναρ ανεχωρησεν εις τα μερη της Γαλιλαιας,
  23. και ελθων κατωκησεν εις πολιν λεγομενην Ναζαρετ, οπως πληρωθη το ρηθεν δια των προφητων οτι Ναζωραιος κληθησεται.

Chapter 3.

  1. Εν δε ταις ημεραις εκειναις παραγινεται Ιωαννης ο βαπτιστης κηρυσσων εν τη ερημω της Ιουδαιας
  2. [και] λεγων, Μετανοειτε, ηγγικεν γαρ η βασιλεια των ουρανων.
  3. ουτος γαρ εστιν ο ρηθεις δια Ησαιου του προφητου λεγοντος, Φωνη βοωντος εν τη ερημω, Ετοιμασατε την οδον κυριου, ευθειας ποιειτε τας τριβους αυτου.
  4. Αυτος δε ο Ιωαννης ειχεν το ενδυμα αυτου απο τριχων καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου, η δε τροφη ην αυτου ακριδες και μελι αγριον.
  5. τοτε εξεπορευετο προς αυτον Ιεροσολυμα και πασα η Ιουδαια και πασα η περιχωρος του Ιορδανου,
  6. και εβαπτιζοντο εν τω Ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων.
  7. Ιδων δε πολλους των Φαρισαιων και Σαδδουκαιων ερχομενους επι το βαπτισμα αυτου ειπεν αυτοις, Γεννηματα εχιδνων, τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης;
  8. ποιησατε ουν καρπον αξιον της μετανοιας
  9. και μη δοξητε λεγειν εν εαυτοις, Πατερα εχομεν τον Αβρααμ, λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω Αβρααμ.
  10. ηδη δε η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται.
  11. εγω μεν υμας βαπτιζω εν υδατι εις μετανοιαν ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν, ου ουκ ειμι ικανος τα υποδηματα βαστασαι αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι
  12. ου το πτυον εν τη χειρι αυτου, και διακαθαριει την αλωνα αυτου, και συναξει τον σιτον αυτου εις την αποθηκην, το δε αχυρον κατακαυσει πυρι ασβεστω.
  13. Τοτε παραγινεται ο Ιησους απο της Γαλιλαιας επι τον Ιορδανην προς τον Ιωαννην του βαπτισθηναι υπ αυτου.
  14. ο δε Ιωαννης διεκωλυεν αυτον λεγων, Εγω χρειαν εχω υπο σου βαπτισθηναι, και συ ερχη προς με;
  15. αποκριθεις δε ο Ιησους ειπεν προς αυτον, Αφες αρτι, ουτως γαρ πρεπον εστιν ημιν πληρωσαι πασαν δικαιοσυνην. τοτε αφιησιν αυτον.
  16. βαπτισθεις δε ο Ιησους ευθυς ανεβη απο του υδατος και ιδου ηνεωχθησαν [αυτω] οι ουρανοι, και ειδεν [το] πνευμα [του] θεου καταβαινον ωσει περιστεραν [και] ερχομενον επ αυτον
  17. και ιδου φωνη εκ των ουρανων λεγουσα, Ουτος εστιν ο υιος μου ο αγαπητος, εν ω ευδοκησα.

Chapter 4.

  1. Τοτε ο Ιησους ανηχθη εις την ερημον υπο του πνευματος, πειρασθηναι υπο του διαβολου.
  2. και νηστευσας ημερας τεσσερακοντα και νυκτας τεσσερακοντα υστερον επεινασεν.
  3. Και προσελθων ο πειραζων ειπεν αυτω, Ει υιος ει του θεου, ειπε ινα οι λιθοι ουτοι αρτοι γενωνται.
  4. ο δε αποκριθεις ειπεν, Γεγραπται, Ουκ επ αρτω μονω ζησεται ο ανθρωπος, αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου.
  5. Τοτε παραλαμβανει αυτον ο διαβολος εις την αγιαν πολιν, και εστησεν αυτον επι το πτερυγιον του ιερου,
  6. και λεγει αυτω, Ει υιος ει του θεου, βαλε σεαυτον κατω γεγραπται γαρ οτι Τοις αγγελοις αυτου εντελειται περι σου και επι χειρων αρουσιν σε, μηποτε προσκοψης προς λιθον τον ποδα σου.
  7. εφη αυτω ο Ιησους, Παλιν γεγραπται, Ουκ εκπειρασεις κυριον τον θεον σου.
  8. Παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος υψηλον λιαν, και δεικνυσιν αυτω πασας τας βασιλειας του κοσμου και την δοξαν αυτων,
  9. και ειπεν αυτω, Ταυτα σοι παντα δωσω εαν πεσων προσκυνησης μοι.
  10. τοτε λεγει αυτω ο Ιησους, Υπαγε, Σατανα γεγραπται γαρ, Κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις.
  11. Τοτε αφιησιν αυτον ο διαβολος, και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω.
  12. Ακουσας δε οτι Ιωαννης παρεδοθη ανεχωρησεν εις την Γαλιλαιαν.
  13. και καταλιπων την Ναζαρα ελθων κατωκησεν εις Καφαρναουμ την παραθαλασσιαν εν οριοις Ζαβουλων και Νεφθαλιμ
  14. ινα πληρωθη το ρηθεν δια Ησαιου του προφητου λεγοντος,
  15. Γη Ζαβουλων και γη Νεφθαλιμ, οδον θαλασσης, περαν του Ιορδανου, Γαλιλαια των εθνων,
  16. ο λαος ο καθημενος εν σκοτει φως ειδεν μεγα, και τοις καθημενοις εν χωρα και σκια θανατου φως ανετειλεν αυτοις.
  17. Απο τοτε ηρξατο ο Ιησους κηρυσσειν και λεγειν, Μετανοειτε, ηγγικεν γαρ η βασιλεια των ουρανων.
  18. Περιπατων δε παρα την θαλασσαν της Γαλιλαιας ειδεν δυο αδελφους, Σιμωνα τον λεγομενον Πετρον και Ανδρεαν τον αδελφον αυτου, βαλλοντας αμφιβληστρον εις την θαλασσαν ησαν γαρ αλιεις.
  19. και λεγει αυτοις, Δευτε οπισω μου, και ποιησω υμας αλιεις ανθρωπων.
  20. οι δε ευθεως αφεντες τα δικτυα ηκολουθησαν αυτω.
  21. Και προβας εκειθεν ειδεν αλλους δυο αδελφους, Ιακωβον τον του Ζεβεδαιου και Ιωαννην τον αδελφον αυτου, εν τω πλοιω μετα Ζεβεδαιου του πατρος αυτων καταρτιζοντας τα δικτυα αυτων και εκαλεσεν αυτους.
  22. οι δε ευθεως αφεντες το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω.
  23. Και περιηγεν εν ολη τη Γαλιλαια, διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω.
  24. και απηλθεν η ακοη αυτου εις ολην την Συριαν και προσηνεγκαν αυτω παντας τους κακως εχοντας ποικιλαις νοσοις και βασανοις συνεχομενους [και] δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους, και εθεραπευσεν αυτους.
  25. και ηκολουθησαν αυτω οχλοι πολλοι απο της Γαλιλαιας και Δεκαπολεως και Ιεροσολυμων και Ιουδαιας και περαν του Ιορδανου.