Gospel of Mark.

Chapters 9-12.


Chapter 9.

  1. Και ελεγεν αυτοις, Αμην λεγω υμιν οτι εισιν τινες ωδε των εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει.
  2. Και μετα ημερας εξ παραλαμβανει ο Ιησους τον Πετρον και τον Ιακωβον και τον Ιωαννην, και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους. και μετεμορφωθη εμπροσθεν αυτων,
  3. και τα ιματια αυτου εγενετο στιλβοντα λευκα λιαν οια γναφευς επι της γης ου δυναται ουτως λευκαναι.
  4. και ωφθη αυτοις Ηλιας συν Μωυσει, και ησαν συλλαλουντες τω Ιησου.
  5. και αποκριθεις ο Πετρος λεγει τω Ιησου, Ραββι, καλον εστιν ημας ωδε ειναι, και ποιησωμεν τρεις σκηνας, σοι μιαν και Μωυσει μιαν και Ηλια μιαν.
  6. ου γαρ ηδει τι αποκριθη, εκφοβοι γαρ εγενοντο.
  7. και εγενετο νεφελη επισκιαζουσα αυτοις, και εγενετο φωνη εκ της νεφελης, Ουτος εστιν ο υιος μου ο αγαπητος, ακουετε αυτου.
  8. και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον Ιησουν μονον μεθ εαυτων.
  9. Και καταβαινοντων αυτων εκ του ορους διεστειλατο αυτοις ινα μηδενι α ειδον διηγησωνται, ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη.
  10. και τον λογον εκρατησαν προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι.
  11. και επηρωτων αυτον λεγοντες, Οτι λεγουσιν οι γραμματεις οτι Ηλιαν δει ελθειν πρωτον;
  12. ο δε εφη αυτοις, Ηλιας μεν ελθων πρωτον αποκαθιστανει παντα, και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενηθη;
  13. αλλα λεγω υμιν οτι και Ηλιας εληλυθεν, και εποιησαν αυτω οσα ηθελον, καθως γεγραπται επ αυτον.
  14. Και ελθοντες προς τους μαθητας ειδον οχλον πολυν περι αυτους και γραμματεις συζητουντας προς αυτους.
  15. και ευθυς πας ο οχλος ιδοντες αυτον εξεθαμβηθησαν, και προστρεχοντες ησπαζοντο αυτον.
  16. και επηρωτησεν αυτους, Τι συζητειτε προς αυτους;
  17. και απεκριθη αυτω εις εκ του οχλου, Διδασκαλε, ηνεγκα τον υιον μου προς σε, εχοντα πνευμα αλαλον
  18. και οπου εαν αυτον καταλαβη ρησσει αυτον, και αφριζει και τριζει τους οδοντας και ξηραινεται και ειπα τοις μαθηταις σου ινα αυτο εκβαλωσιν, και ουκ ισχυσαν.
  19. ο δε αποκριθεις αυτοις λεγει, ω γενεα απιστος, εως ποτε προς υμας εσομαι; εως ποτε ανεξομαι υμων; φερετε αυτον προς με.
  20. και ηνεγκαν αυτον προς αυτον. και ιδων αυτον το πνευμα ευθυς συνεσπαραξεν αυτον, και πεσων επι της γης εκυλιετο αφριζων.
  21. και επηρωτησεν τον πατερα αυτου, Ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω; ο δε ειπεν, Εκ παιδιοθεν
  22. και πολλακις και εις πυρ αυτον εβαλεν και εις υδατα ινα απολεση αυτον αλλ ει τι δυνη, βοηθησον ημιν σπλαγχνισθεις εφ ημας.
  23. ο δε Ιησους ειπεν αυτω, Το Ει δυνη παντα δυνατα τω πιστευοντι.
  24. ευθυς κραξας ο πατηρ του παιδιου ελεγεν, Πιστευω βοηθει μου τη απιστια.
  25. ιδων δε ο Ιησους οτι επισυντρεχει οχλος επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω, Το αλαλον και κωφον πνευμα, εγω επιτασσω σοι, εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον.
  26. και κραξας και πολλα σπαραξας εξηλθεν και εγενετο ωσει νεκρος, ωστε τους πολλους λεγειν οτι απεθανεν.
  27. ο δε Ιησους κρατησας της χειρος αυτου ηγειρεν αυτον, και ανεστη.
  28. και εισελθοντος αυτου εις οικον οι μαθηται αυτου κατ ιδιαν επηρωτων αυτον, Οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο;
  29. και ειπεν αυτοις, Τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη.
  30. Κακειθεν εξελθοντες παρεπορευοντο δια της Γαλιλαιας, και ουκ ηθελεν ινα τις γνοι
  31. εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι Ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων, και αποκτενουσιν αυτον, και αποκτανθεις μετα τρεις ημερας αναστησεται.
  32. οι δε ηγνοουν το ρημα, και εφοβουντο αυτον επερωτησαι.
  33. Και ηλθον εις Καφαρναουμ. και εν τη οικια γενομενος επηρωτα αυτους, Τι εν τη οδω διελογιζεσθε;
  34. οι δε εσιωπων, προς αλληλους γαρ διελεχθησαν εν τη οδω τις μειζων.
  35. και καθισας εφωνησεν τους δωδεκα και λεγει αυτοις, Ει τις θελει πρωτος ειναι εσται παντων εσχατος και παντων διακονος.
  36. και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενος αυτο ειπεν αυτοις,
  37. Ος αν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου, εμε δεχεται και ος αν εμε δεχηται, ουκ εμε δεχεται αλλα τον αποστειλαντα με.
  38. Εφη αυτω ο Ιωαννης, Διδασκαλε, ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια, και εκωλυομεν αυτον, οτι ουκ ηκολουθει ημιν.
  39. ο δε Ιησους ειπεν, Μη κωλυετε αυτον, ουδεις γαρ εστιν ος ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με
  40. ος γαρ ουκ εστιν καθ ημων, υπερ ημων εστιν.
  41. Ος γαρ αν ποτιση υμας ποτηριον υδατος εν ονοματι οτι Χριστου εστε, αμην λεγω υμιν οτι ου μη απολεση τον μισθον αυτου.
  42. Και ος αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων [εις εμε], καλον εστιν αυτω μαλλον ει περικειται μυλος ονικος περι τον τραχηλον αυτου και βεβληται εις την θαλασσαν.
  43. Και εαν σκανδαλιζη σε η χειρ σου, αποκοψον αυτην καλον εστιν σε κυλλον εισελθειν εις την ζωην η τας δυο χειρας εχοντα απελθειν εις την γεενναν, εις το πυρ το ασβεστον.
  44. και
  45. εαν ο πους σου σκανδαλιζη σε, αποκοψον αυτον καλον εστιν σε εισελθειν εις την ζωην χωλον η τους δυο ποδας εχοντα βληθηναι εις την γεενναν.
  46. και
  47. εαν ο οφθαλμος σου σκανδαλιζη σε, εκβαλε αυτον καλον σε εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν,
  48. οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
  49. πας γαρ πυρι αλισθησεται.
  50. Καλον το αλας εαν δε το αλας αναλον γενηται, εν τινι αυτο αρτυσετε; εχετε εν εαυτοις αλα, και ειρηνευετε εν αλληλοις.

Chapter 10.

  1. Και εκειθεν αναστας ερχεται εις τα ορια της Ιουδαιας [και] περαν του Ιορδανου, και συμπορευονται παλιν οχλοι προς αυτον, και ως ειωθει παλιν εδιδασκεν αυτους.
  2. και προσελθοντες Φαρισαιοι επηρωτων αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι, πειραζοντες αυτον.
  3. ο δε αποκριθεις ειπεν αυτοις, Τι υμιν ενετειλατο Μωυσης;
  4. οι δε ειπαν, Επετρεψεν Μωυσης βιβλιον αποστασιου γραψαι και απολυσαι.
  5. ο δε Ιησους ειπεν αυτοις, Προς την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην.
  6. απο δε αρχης κτισεως αρσεν και θηλυ εποιησεν αυτους
  7. ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα [και προσκολληθησεται προς την γυναικα αυτου],
  8. και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ.
  9. ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω.
  10. Και εις την οικιαν παλιν οι μαθηται περι τουτου επηρωτων αυτον.
  11. και λεγει αυτοις, Ος αν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην,
  12. και εαν αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον μοιχαται.
  13. Και προσεφερον αυτω παιδια ινα αυτων αψηται οι δε μαθηται επετιμησαν αυτοις.
  14. ιδων δε ο Ιησους ηγανακτησεν και ειπεν αυτοις, Αφετε τα παιδια ερχεσθαι προς με, μη κωλυετε αυτα, των γαρ τοιουτων εστιν η βασιλεια του θεου.
  15. αμην λεγω υμιν, ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον, ου μη εισελθη εις αυτην.
  16. και εναγκαλισαμενος αυτα κατευλογει τιθεις τας χειρας επ αυτα.
  17. Και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετησας αυτον επηρωτα αυτον, Διδασκαλε αγαθε, τι ποιησω ινα ζωην αιωνιον κληρονομησω;
  18. ο δε Ιησους ειπεν αυτω, Τι με λεγεις αγαθον; ουδεις αγαθος ει μη εις ο θεος.
  19. τας εντολας οιδας Μη φονευσης, Μη μοιχευσης, Μη κλεψης, Μη ψευδομαρτυρησης, Μη αποστερησης, Τιμα τον πατερα σου και την μητερα.
  20. ο δε εφη αυτω, Διδασκαλε, ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου.
  21. ο δε Ιησους εμβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω, Εν σε υστερει υπαγε οσα εχεις πωλησον και δος [τοις] πτωχοις, και εξεις θησαυρον εν ουρανω, και δευρο ακολουθει μοι.
  22. ο δε στυγνασας επι τω λογω απηλθεν λυπουμενος, ην γαρ εχων κτηματα πολλα.
  23. Και περιβλεψαμενος ο Ιησους λεγει τοις μαθηταις αυτου, Πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται.
  24. οι δε μαθηται εθαμβουντο επι τοις λογοις αυτου. ο δε Ιησους παλιν αποκριθεις λεγει αυτοις, Τεκνα, πως δυσκολον εστιν εις την βασιλειαν του θεου εισελθειν
  25. ευκοπωτερον εστιν καμηλον δια [της] τρυμαλιας [της] ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν.
  26. οι δε περισσως εξεπλησσοντο λεγοντες προς εαυτους, Και τις δυναται σωθηναι;
  27. εμβλεψας αυτοις ο Ιησους λεγει, Παρα ανθρωποις αδυνατον αλλ ου παρα θεω, παντα γαρ δυνατα παρα τω θεω.
  28. Ηρξατο λεγειν ο Πετρος αυτω, Ιδου ημεις αφηκαμεν παντα και ηκολουθηκαμεν σοι.
  29. εφη ο Ιησους, Αμην λεγω υμιν, ουδεις εστιν ος αφηκεν οικιαν η αδελφους η αδελφας η μητερα η πατερα η τεκνα η αγρους ενεκεν εμου και ενεκεν του ευαγγελιου,
  30. εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιας και αδελφους και αδελφας και μητερας και τεκνα και αγρους μετα διωγμων, και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον.
  31. πολλοι δε εσονται πρωτοι εσχατοι και [οι] εσχατοι πρωτοι.
  32. ησαν δε εν τη οδω αναβαινοντες εις Ιεροσολυμα, και ην προαγων αυτους ο Ιησους, και εθαμβουντο, οι δε ακολουθουντες εφοβουντο. και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν,
  33. οτι Ιδου αναβαινομεν εις Ιεροσολυμα, και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και τοις γραμματευσιν, και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν
  34. και εμπαιξουσιν αυτω και εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσιν, και μετα τρεις ημερας αναστησεται.
  35. Και προσπορευονται αυτω Ιακωβος και Ιωαννης οι υιοι Ζεβεδαιου λεγοντες αυτω, Διδασκαλε, θελομεν ινα ο εαν αιτησωμεν σε ποιησης ημιν.
  36. ο δε ειπεν αυτοις, Τι θελετε [με] ποιησω υμιν;
  37. οι δε ειπαν αυτω, Δος ημιν ινα εις σου εκ δεξιων και εις εξ αριστερων καθισωμεν εν τη δοξη σου.
  38. ο δε Ιησους ειπεν αυτοις, Ουκ οιδατε τι αιτεισθε. δυνασθε πιειν το ποτηριον ο εγω πινω, η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι;
  39. οι δε ειπαν αυτω, Δυναμεθα. ο δε Ιησους ειπεν αυτοις, Το ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε,
  40. το δε καθισαι εκ δεξιων μου η εξ ευωνυμων ουκ εστιν εμον δουναι, αλλ οις ητοιμασται.
  41. Και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι Ιακωβου και Ιωαννου.
  42. και προσκαλεσαμενος αυτους ο Ιησους λεγει αυτοις, Οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων.
  43. ουχ ουτως δε εστιν εν υμιν αλλ ος αν θελη μεγας γενεσθαι εν υμιν, εσται υμων διακονος,
  44. και ος αν θελη εν υμιν ειναι πρωτος, εσται παντων δουλος
  45. και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων.
  46. Και ερχονται εις Ιεριχω. και εκπορευομενου αυτου απο Ιεριχω και των μαθητων αυτου και οχλου ικανου ο υιος Τιμαιου Βαρτιμαιος τυφλος προσαιτης εκαθητο παρα την οδον.
  47. και ακουσας οτι Ιησους ο Ναζαρηνος εστιν ηρξατο κραζειν και λεγειν, Υιε Δαυιδ Ιησου, ελεησον με.
  48. και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν, Υιε Δαυιδ, ελεησον με.
  49. και στας ο Ιησους ειπεν, Φωνησατε αυτον. και φωνουσιν τον τυφλον λεγοντες αυτω, Θαρσει, εγειρε, φωνει σε.
  50. ο δε αποβαλων το ιματιον αυτου αναπηδησας ηλθεν προς τον Ιησουν.
  51. και αποκριθεις αυτω ο Ιησους ειπεν, Τι σοι θελεις ποιησω; ο δε τυφλος ειπεν αυτω, Ραββουνι, ινα αναβλεψω.
  52. και ο Ιησους ειπεν αυτω, Υπαγε, η πιστις σου σεσωκεν σε. και ευθυς ανεβλεψεν, και ηκολουθει αυτω εν τη οδω.

Chapter 11.

  1. Και οτε εγγιζουσιν εις Ιεροσολυμα εις Βηθφαγη και Βηθανιαν προς το Ορος των Ελαιων, αποστελλει δυο των μαθητων αυτου
  2. και λεγει αυτοις, Υπαγετε εις την κωμην την κατεναντι υμων, και ευθυς εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεις ουπω ανθρωπων εκαθισεν λυσατε αυτον και φερετε.
  3. και εαν τις υμιν ειπη, Τι ποιειτε τουτο; ειπατε, Ο κυριος αυτου χρειαν εχει, και ευθυς αυτον αποστελλει παλιν ωδε.
  4. και απηλθον και ευρον πωλον δεδεμενον προς θυραν εξω επι του αμφοδου, και λυουσιν αυτον.
  5. και τινες των εκει εστηκοτων ελεγον αυτοις, Τι ποιειτε λυοντες τον πωλον;
  6. οι δε ειπαν αυτοις καθως ειπεν ο Ιησους και αφηκαν αυτους.
  7. και φερουσιν τον πωλον προς τον Ιησουν, και επιβαλλουσιν αυτω τα ιματια αυτων, και εκαθισεν επ αυτον.
  8. και πολλοι τα ιματια αυτων εστρωσαν εις την οδον, αλλοι δε στιβαδας κοψαντες εκ των αγρων.
  9. και οι προαγοντες και οι ακολουθουντες εκραζον, Ωσαννα Ευλογημενος ο ερχομενος εν ονοματι κυριου
  10. Ευλογημενη η ερχομενη βασιλεια του πατρος ημων Δαυιδ Ωσαννα εν τοις υψιστοις.
  11. Και εισηλθεν εις Ιεροσολυμα εις το ιερον και περιβλεψαμενος παντα, οψιας ηδη ουσης της ωρας, εξηλθεν εις Βηθανιαν μετα των δωδεκα.
  12. Και τη επαυριον εξελθοντων αυτων απο Βηθανιας επεινασεν.
  13. και ιδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη, και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ο γαρ καιρος ουκ ην συκων.
  14. και αποκριθεις ειπεν αυτη, Μηκετι εις τον αιωνα εκ σου μηδεις καρπον φαγοι. και ηκουον οι μαθηται αυτου.
  15. Και ερχονται εις Ιεροσολυμα. και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και τους αγοραζοντας εν τω ιερω, και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν,
  16. και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου.
  17. και εδιδασκεν και ελεγεν αυτοις, Ου γεγραπται οτι Ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν; υμεις δε πεποιηκατε αυτον σπηλαιον ληστων.
  18. και ηκουσαν οι αρχιερεις και οι γραμματεις, και εζητουν πως αυτον απολεσωσιν εφοβουντο γαρ αυτον, πας γαρ ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου.
  19. Και οταν οψε εγενετο, εξεπορευοντο εξω της πολεως.
  20. Και παραπορευομενοι πρωι ειδον την συκην εξηραμμενην εκ ριζων.
  21. και αναμνησθεις ο Πετρος λεγει αυτω, Ραββι, ιδε η συκη ην κατηρασω εξηρανται.
  22. και αποκριθεις ο Ιησους λεγει αυτοις, Εχετε πιστιν θεου,
  23. αμην λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω, Αρθητι και βληθητι εις την θαλασσαν, και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευη οτι ο λαλει γινεται, εσται αυτω.
  24. δια τουτο λεγω υμιν, παντα οσα προσευχεσθε και αιτεισθε, πιστευετε οτι ελαβετε, και εσται υμιν.
  25. και οταν στηκετε προσευχομενοι, αφιετε ει τι εχετε κατα τινος, ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων.
  26. Και
  27. ερχονται παλιν εις Ιεροσολυμα. και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι
  28. και ελεγον αυτω, Εν ποια εξουσια ταυτα ποιεις; η τις σοι εδωκεν την εξουσιαν ταυτην ινα ταυτα ποιης;
  29. ο δε Ιησους ειπεν αυτοις, Επερωτησω υμας ενα λογον, και αποκριθητε μοι, και ερω υμιν εν ποια εξουσια ταυτα ποιω
  30. το βαπτισμα το Ιωαννου εξ ουρανου ην η εξ ανθρωπων; αποκριθητε μοι.
  31. και διελογιζοντο προς εαυτους λεγοντες, Εαν ειπωμεν, Εξ ουρανου, ερει, Δια τι [ουν] ουκ επιστευσατε αυτω;
  32. αλλα ειπωμεν, Εξ ανθρωπων; εφοβουντο τον οχλον, απαντες γαρ ειχον τον Ιωαννην οντως οτι προφητης ην.
  33. και αποκριθεντες τω Ιησου λεγουσιν, Ουκ οιδαμεν. και ο Ιησους λεγει αυτοις, Ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.

Chapter 12.

  1. Και ηρξατο αυτοις εν παραβολαις λαλειν, Αμπελωνα ανθρωπος εφυτευσεν, και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον, και εξεδετο αυτον γεωργοις, και απεδημησεν.
  2. και απεστειλεν προς τους γεωργους τω καιρω δουλον, ινα παρα των γεωργων λαβη απο των καρπων του αμπελωνος
  3. και λαβοντες αυτον εδειραν και απεστειλαν κενον.
  4. και παλιν απεστειλεν προς αυτους αλλον δουλον κακεινον εκεφαλιωσαν και ητιμασαν.
  5. και αλλον απεστειλεν, κακεινον απεκτειναν, και πολλους αλλους, ους μεν δεροντες ους δε αποκτεννοντες.
  6. ετι ενα ειχεν, υιον αγαπητον απεστειλεν αυτον εσχατον προς αυτους λεγων οτι Εντραπησονται τον υιον μου.
  7. εκεινοι δε οι γεωργοι προς εαυτους ειπαν οτι Ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον, και ημων εσται η κληρονομια.
  8. και λαβοντες απεκτειναν αυτον, και εξεβαλον αυτον εξω του αμπελωνος.
  9. τι [ουν] ποιησει ο κυριος του αμπελωνος; ελευσεται και απολεσει τους γεωργους, και δωσει τον αμπελωνα αλλοις.
  10. ουδε την γραφην ταυτην ανεγνωτε, Λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας
  11. παρα κυριου εγενετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων;
  12. Και εζητουν αυτον κρατησαι, και εφοβηθησαν τον οχλον, εγνωσαν γαρ οτι προς αυτους την παραβολην ειπεν. και αφεντες αυτον απηλθον.
  13. Και αποστελλουσιν προς αυτον τινας των Φαρισαιων και των Ηρωδιανων ινα αυτον αγρευσωσιν λογω.
  14. και ελθοντες λεγουσιν αυτω, Διδασκαλε, οιδαμεν οτι αληθης ει και ου μελει σοι περι ουδενος, ου γαρ βλεπεις εις προσωπον ανθρωπων, αλλ επ αληθειας την οδον του θεου διδασκεις εξεστιν δουναι κηνσον Καισαρι η ου; δωμεν η μη δωμεν;
  15. ο δε ειδως αυτων την υποκρισιν ειπεν αυτοις, Τι με πειραζετε; φερετε μοι δηναριον ινα ιδω.
  16. οι δε ηνεγκαν. και λεγει αυτοις, Τινος η εικων αυτη και η επιγραφη; οι δε ειπαν αυτω, Καισαρος.
  17. ο δε Ιησους ειπεν αυτοις, Τα Καισαρος αποδοτε Καισαρι και τα του θεου τω θεω. και εξεθαυμαζον επ αυτω.
  18. Και ερχονται Σαδδουκαιοι προς αυτον, οιτινες λεγουσιν αναστασιν μη ειναι, και επηρωτων αυτον λεγοντες,
  19. Διδασκαλε, Μωυσης εγραψεν ημιν οτι εαν τινος αδελφος αποθανη και καταλιπη γυναικα και μη αφη τεκνον, ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου.
  20. επτα αδελφοι ησαν και ο πρωτος ελαβεν γυναικα, και αποθνησκων ουκ αφηκεν σπερμα
  21. και ο δευτερος ελαβεν αυτην, και απεθανεν μη καταλιπων σπερμα και ο τριτος ωσαυτως
  22. και οι επτα ουκ αφηκαν σπερμα. εσχατον παντων και η γυνη απεθανεν.
  23. εν τη αναστασει [,οταν αναστωσιν,] τινος αυτων εσται γυνη; οι γαρ επτα εσχον αυτην γυναικα.
  24. εφη αυτοις ο Ιησους, Ου δια τουτο πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου;
  25. οταν γαρ εκ νεκρων αναστωσιν, ουτε γαμουσιν ουτε γαμιζονται, αλλ εισιν ως αγγελοι εν τοις ουρανοις.
  26. περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωτε εν τη βιβλω Μωυσεως επι του βατου πως ειπεν αυτω ο θεος λεγων, Εγω ο θεος Αβρααμ και [ο] θεος Ισαακ και [ο] θεος Ιακωβ;
  27. ουκ εστιν θεος νεκρων αλλα ζωντων πολυ πλανασθε.
  28. Και προσελθων εις των γραμματεων ακουσας αυτων συζητουντων, ιδων οτι καλως απεκριθη αυτοις, επηρωτησεν αυτον, Ποια εστιν εντολη πρωτη παντων;
  29. απεκριθη ο Ιησους οτι Πρωτη εστιν, Ακουε, Ισραηλ, κυριος ο θεος ημων κυριος εις εστιν,
  30. και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου.
  31. δευτερα αυτη, Αγαπησεις τον πλησιον σου ως σεαυτον. μειζων τουτων αλλη εντολη ουκ εστιν.
  32. και ειπεν αυτω ο γραμματευς, Καλως, διδασκαλε, επ αληθειας ειπες οτι εις εστιν και ουκ εστιν αλλος πλην αυτου
  33. και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον περισσοτερον εστιν παντων των ολοκαυτωματων και θυσιων.
  34. και ο Ιησους ιδων [αυτον] οτι νουνεχως απεκριθη ειπεν αυτω, Ου μακραν ει απο της βασιλειας του θεου. και ουδεις ουκετι ετολμα αυτον επερωτησαι.
  35. Και αποκριθεις ο Ιησους ελεγεν διδασκων εν τω ιερω, Πως λεγουσιν οι γραμματεις οτι ο Χριστος υιος Δαυιδ εστιν;
  36. αυτος Δαυιδ ειπεν εν τω πνευματι τω αγιω, Ειπεν κυριος τω κυριω μου, Καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου.
  37. αυτος Δαυιδ λεγει αυτον κυριον, και ποθεν αυτου εστιν υιος; και [ο] πολυς οχλος ηκουεν αυτου ηδεως.
  38. Και εν τη διδαχη αυτου ελεγεν, Βλεπετε απο των γραμματεων των θελοντων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις
  39. και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις
  40. οι κατεσθιοντες τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι, ουτοι λημψονται περισσοτερον κριμα.
  41. Και καθισας κατεναντι του γαζοφυλακιου εθεωρει πως ο οχλος βαλλει χαλκον εις το γαζοφυλακιον και πολλοι πλουσιοι εβαλλον πολλα
  42. και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο, ο εστιν κοδραντης.
  43. και προσκαλεσαμενος τους μαθητας αυτου ειπεν αυτοις, Αμην λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν των βαλλοντων εις το γαζοφυλακιον
  44. παντες γαρ εκ του περισσευοντος αυτοις εβαλον, αυτη δε εκ της υστερησεως αυτης παντα οσα ειχεν εβαλεν, ολον τον βιον αυτης.