Gospel of Mark.

Chapters 5-8.


Chapter 5.

  1. Και ηλθον εις το περαν της θαλασσης εις την χωραν των Γερασηνων.
  2. και εξελθοντος αυτου εκ του πλοιου ευθυς υπηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω,
  3. ος την κατοικησιν ειχεν εν τοις μνημασιν και ουδε αλυσει ουκετι ουδεις εδυνατο αυτον δησαι,
  4. δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι, και ουδεις ισχυεν αυτον δαμασαι
  5. και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις.
  6. και ιδων τον Ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτω,
  7. και κραξας φωνη μεγαλη λεγει, Τι εμοι και σοι, Ιησου υιε του θεου του υψιστου; ορκιζω σε τον θεον, μη με βασανισης.
  8. ελεγεν γαρ αυτω, Εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου.
  9. και επηρωτα αυτον, Τι ονομα σοι; και λεγει αυτω, Λεγιων ονομα μοι, οτι πολλοι εσμεν.
  10. και παρεκαλει αυτον πολλα ινα μη αυτα αποστειλη εξω της χωρας.
  11. ην δε εκει προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη
  12. και παρεκαλεσαν αυτον λεγοντες, Πεμψον ημας εις τους χοιρους, ινα εις αυτους εισελθωμεν.
  13. και επετρεψεν αυτοις. και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους, και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν, ως δισχιλιοι, και επνιγοντο εν τη θαλασση.
  14. και οι βοσκοντες αυτους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και ηλθον ιδειν τι εστιν το γεγονος.
  15. και ερχονται προς τον Ιησουν, και θεωρουσιν τον δαιμονιζομενον καθημενον ιματισμενον και σωφρονουντα, τον εσχηκοτα τον λεγιωνα, και εφοβηθησαν.
  16. και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων.
  17. και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων.
  18. και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η.
  19. και ουκ αφηκεν αυτον, αλλα λεγει αυτω, Υπαγε εις τον οικον σου προς τους σους, και απαγγειλον αυτοις οσα ο κυριος σοι πεποιηκεν και ηλεησεν σε.
  20. και απηλθεν και ηρξατο κηρυσσειν εν τη Δεκαπολει οσα εποιησεν αυτω ο Ιησους, και παντες εθαυμαζον.
  21. Και διαπερασαντος του Ιησου [εν τω πλοιω] παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον, και ην παρα την θαλασσαν.
  22. και ερχεται εις των αρχισυναγωγων, ονοματι Ιαιρος, και ιδων αυτον πιπτει προς τους ποδας αυτου
  23. και παρακαλει αυτον πολλα λεγων οτι Το θυγατριον μου εσχατως εχει, ινα ελθων επιθης τας χειρας αυτη ινα σωθη και ζηση.
  24. και απηλθεν μετ αυτου. Και ηκολουθει αυτω οχλος πολυς, και συνεθλιβον αυτον.
  25. και γυνη ουσα εν ρυσει αιματος δωδεκα ετη
  26. και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ αυτης παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα,
  27. ακουσασα περι του Ιησου, ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου
  28. ελεγεν γαρ οτι Εαν αψωμαι καν των ιματιων αυτου σωθησομαι.
  29. και ευθυς εξηρανθη η πηγη του αιματος αυτης, και εγνω τω σωματι οτι ιαται απο της μαστιγος.
  30. και ευθυς ο Ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν, Τις μου ηψατο των ιματιων;
  31. και ελεγον αυτω οι μαθηται αυτου, Βλεπεις τον οχλον συνθλιβοντα σε, και λεγεις, Τις μου ηψατο;
  32. και περιεβλεπετο ιδειν την τουτο ποιησασαν.
  33. η δε γυνη φοβηθεισα και τρεμουσα, ειδυια ο γεγονεν αυτη, ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν.
  34. ο δε ειπεν αυτη, Θυγατηρ, η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην, και ισθι υγιης απο της μαστιγος σου.
  35. Ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι Η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον;
  36. ο δε Ιησους παρακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω, Μη φοβου, μονον πιστευε.
  37. και ουκ αφηκεν ουδενα μετ αυτου συνακολουθησαι ει μη τον Πετρον και Ιακωβον και Ιωαννην τον αδελφον Ιακωβου.
  38. και ερχονται εις τον οικον του αρχισυναγωγου, και θεωρει θορυβον και κλαιοντας και αλαλαζοντας πολλα,
  39. και εισελθων λεγει αυτοις, Τι θορυβεισθε και κλαιετε; το παιδιον ουκ απεθανεν αλλα καθευδει.
  40. και κατεγελων αυτου. αυτος δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου, και εισπορευεται οπου ην το παιδιον
  41. και κρατησας της χειρος του παιδιου λεγει αυτη, Ταλιθα κουμ, ο εστιν μεθερμηνευομενον Το κορασιον, σοι λεγω, εγειρε.
  42. και ευθυς ανεστη το κορασιον και περιεπατει, ην γαρ ετων δωδεκα. και εξεστησαν [ευθυς] εκστασει μεγαλη.
  43. και διεστειλατο αυτοις πολλα ινα μηδεις γνοι τουτο, και ειπεν δοθηναι αυτη φαγειν.

Chapter 6.

  1. Και εξηλθεν εκειθεν, και ερχεται εις την πατριδα αυτου, και ακολουθουσιν αυτω οι μαθηται αυτου.
  2. και γενομενου σαββατου ηρξατο διδασκειν εν τη συναγωγη και πολλοι ακουοντες εξεπλησσοντο λεγοντες, Ποθεν τουτω ταυτα, και τις η σοφια η δοθεισα τουτω και αι δυναμεις τοιαυται δια των χειρων αυτου γινομεναι;
  3. ουχ ουτος εστιν ο τεκτων, ο υιος της Μαριας και αδελφος Ιακωβου και Ιωσητος και Ιουδα και Σιμωνος; και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας; και εσκανδαλιζοντο εν αυτω.
  4. και ελεγεν αυτοις ο Ιησους οτι Ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικια αυτου.
  5. και ουκ εδυνατο εκει ποιησαι ουδεμιαν δυναμιν, ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν
  6. και εθαυμαζεν δια την απιστιαν αυτων. Και περιηγεν τας κωμας κυκλω διδασκων.
  7. και προσκαλειται τους δωδεκα, και ηρξατο αυτους αποστελλειν δυο δυο, και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων
  8. και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον, μη αρτον, μη πηραν, μη εις την ζωνην χαλκον,
  9. αλλα υποδεδεμενους σανδαλια και μη ενδυσησθε δυο χιτωνας.
  10. και ελεγεν αυτοις, Οπου εαν εισελθητε εις οικιαν, εκει μενετε εως αν εξελθητε εκειθεν.
  11. και ος αν τοπος μη δεξηται υμας μηδε ακουσωσιν υμων, εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις.
  12. Και εξελθοντες εκηρυξαν ινα μετανοωσιν,
  13. και δαιμονια πολλα εξεβαλλον, και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον.
  14. Και ηκουσεν ο βασιλευς Ηρωδης, φανερον γαρ εγενετο το ονομα αυτου, και ελεγον οτι Ιωαννης ο βαπτιζων εγηγερται εκ νεκρων, και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω.
  15. αλλοι δε ελεγον οτι Ηλιας εστιν αλλοι δε ελεγον οτι προφητης ως εις των προφητων.
  16. ακουσας δε ο Ηρωδης ελεγεν, Ον εγω απεκεφαλισα Ιωαννην, ουτος ηγερθη.
  17. Αυτος γαρ ο Ηρωδης αποστειλας εκρατησεν τον Ιωαννην και εδησεν αυτον εν φυλακη δια Ηρωδιαδα την γυναικα Φιλιππου του αδελφου αυτου, οτι αυτην εγαμησεν
  18. ελεγεν γαρ ο Ιωαννης τω Ηρωδη οτι Ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου.
  19. η δε Ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι, και ουκ ηδυνατο
  20. ο γαρ Ηρωδης εφοβειτο τον Ιωαννην, ειδως αυτον ανδρα δικαιον και αγιον, και συνετηρει αυτον, και ακουσας αυτου πολλα ηπορει, και ηδεως αυτου ηκουεν.
  21. Και γενομενης ημερας ευκαιρου οτε Ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιησεν τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της Γαλιλαιας,
  22. και εισελθουσης της θυγατρος αυτου Ηρωδιαδος και ορχησαμενης, ηρεσεν τω Ηρωδη και τοις συνανακειμενοις. ειπεν ο βασιλευς τω κορασιω, Αιτησον με ο εαν θελης, και δωσω σοι
  23. και ωμοσεν αυτη [πολλα], Ο τι εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου.
  24. και εξελθουσα ειπεν τη μητρι αυτης, Τι αιτησωμαι; η δε ειπεν, Την κεφαλην Ιωαννου του βαπτιζοντος.
  25. και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα, Θελω ινα εξαυτης δως μοι επι πινακι την κεφαλην Ιωαννου του βαπτιστου.
  26. και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους ανακειμενους ουκ ηθελησεν αθετησαι αυτην
  27. και ευθυς αποστειλας ο βασιλευς σπεκουλατορα επεταξεν ενεγκαι την κεφαλην αυτου. και απελθων απεκεφαλισεν αυτον εν τη φυλακη
  28. και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω, και το κορασιον εδωκεν αυτην τη μητρι αυτης.
  29. και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω.
  30. Και συναγονται οι αποστολοι προς τον Ιησουν, και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν.
  31. και λεγει αυτοις, Δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυσασθε ολιγον. ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι, και ουδε φαγειν ευκαιρουν.
  32. και απηλθον εν τω πλοιω εις ερημον τοπον κατ ιδιαν.
  33. και ειδον αυτους υπαγοντας και επεγνωσαν πολλοι, και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους.
  34. και εξελθων ειδεν πολυν οχλον, και εσπλαγχνισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα ποιμενα, και ηρξατο διδασκειν αυτους πολλα.
  35. Και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου ελεγον οτι Ερημος εστιν ο τοπος, και ηδη ωρα πολλη
  36. απολυσον αυτους, ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις τι φαγωσιν.
  37. ο δε αποκριθεις ειπεν αυτοις, Δοτε αυτοις υμεις φαγειν. και λεγουσιν αυτω, Απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωσομεν αυτοις φαγειν;
  38. ο δε λεγει αυτοις, Ποσους αρτους εχετε; υπαγετε ιδετε. και γνοντες λεγουσιν, Πεντε, και δυο ιχθυας.
  39. και επεταξεν αυτοις ανακλιναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω.
  40. και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα.
  41. και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις [αυτου] ινα παρατιθωσιν αυτοις, και τους δυο ιχθυας εμερισεν πασιν.
  42. και εφαγον παντες και εχορτασθησαν
  43. και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων.
  44. και ησαν οι φαγοντες [τους αρτους] πεντακισχιλιοι ανδρες.
  45. Και ευθυς ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς Βηθσαιδαν, εως αυτος απολυει τον οχλον.
  46. και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι.
  47. και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης, και αυτος μονος επι της γης.
  48. και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν, ην γαρ ο ανεμος εναντιος αυτοις, περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους.
  49. οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν, και ανεκραξαν
  50. παντες γαρ αυτον ειδον και εταραχθησαν. ο δε ευθυς ελαλησεν μετ αυτων, και λεγει αυτοις, Θαρσειτε, εγω ειμι μη φοβεισθε.
  51. και ανεβη προς αυτους εις το πλοιον, και εκοπασεν ο ανεμος. και λιαν [εκ περισσου] εν εαυτοις εξισταντο,
  52. ου γαρ συνηκαν επι τοις αρτοις, αλλ ην αυτων η καρδια πεπωρωμενη.
  53. Και διαπερασαντες επι την γην ηλθον εις Γεννησαρετ και προσωρμισθησαν.
  54. και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον
  55. περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν.
  56. και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας, και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο.

Chapter 7.

  1. Και συναγονται προς αυτον οι Φαρισαιοι και τινες των γραμματεων ελθοντες απο Ιεροσολυμων
  2. και ιδοντες τινας των μαθητων αυτου οτι κοιναις χερσιν, τουτ εστιν ανιπτοις, εσθιουσιν τους αρτους
  3. οι γαρ Φαρισαιοι και παντες οι Ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθιουσιν, κρατουντες την παραδοσιν των πρεσβυτερων,
  4. και απ αγορας εαν μη βαπτισωνται ουκ εσθιουσιν, και αλλα πολλα εστιν α παρελαβον κρατειν, βαπτισμους ποτηριων και ξεστων και χαλκιων [και κλινων]
  5. και επερωτωσιν αυτον οι Φαρισαιοι και οι γραμματεις, Δια τι ου περιπατουσιν οι μαθηται σου κατα την παραδοσιν των πρεσβυτερων, αλλα κοιναις χερσιν εσθιουσιν τον αρτον;
  6. ο δε ειπεν αυτοις, Καλως επροφητευσεν Ησαιας περι υμων των υποκριτων, ως γεγραπται [οτι] Ουτος ο λαος τοις χειλεσιν με τιμα, η δε καρδια αυτων πορρω απεχει απ εμου
  7. ματην δε σεβονται με, διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων.
  8. αφεντες την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων.
  9. Και ελεγεν αυτοις, Καλως αθετειτε την εντολην του θεου, ινα την παραδοσιν υμων στησητε.
  10. Μωυσης γαρ ειπεν, Τιμα τον πατερα σου και την μητερα σου, και, Ο κακολογων πατερα η μητερα θανατω τελευτατω
  11. υμεις δε λεγετε, Εαν ειπη ανθρωπος τω πατρι η τη μητρι, Κορβαν, ο εστιν, Δωρον, ο εαν εξ εμου ωφεληθης,
  12. ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι η τη μητρι,
  13. ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε.
  14. Και προσκαλεσαμενος παλιν τον οχλον ελεγεν αυτοις, Ακουσατε μου παντες και συνετε.
  15. ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται κοινωσαι αυτον αλλα τα εκ του ανθρωπου εκπορευομενα εστιν τα κοινουντα τον ανθρωπον.
  16. Και
  17. οτε εισηλθεν εις οικον απο του οχλου, επηρωτων αυτον οι μαθηται αυτου την παραβολην.
  18. και λεγει αυτοις, Ουτως και υμεις ασυνετοι εστε; ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι,
  19. οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν, και εις τον αφεδρωνα εκπορευεται; καθαριζων παντα τα βρωματα.
  20. ελεγεν δε οτι Το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
  21. εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται, πορνειαι, κλοπαι, φονοι,
  22. μοιχειαι, πλεονεξιαι, πονηριαι, δολος, ασελγεια, οφθαλμος πονηρος, βλασφημια, υπερηφανια, αφροσυνη
  23. παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον.
  24. Εκειθεν δε αναστας απηλθεν εις τα ορια Τυρου. και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι, και ουκ ηδυνηθη λαθειν
  25. αλλ ευθυς ακουσασα γυνη περι αυτου, ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον, ελθουσα προσεπεσεν προς τους ποδας αυτου
  26. η δε γυνη ην Ελληνις, Συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης.
  27. και ελεγεν αυτη, Αφες πρωτον χορτασθηναι τα τεκνα, ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και τοις κυναριοις βαλειν.
  28. η δε απεκριθη και λεγει αυτω, Κυριε, και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχιων των παιδιων.
  29. και ειπεν αυτη, Δια τουτον τον λογον υπαγε, εξεληλυθεν εκ της θυγατρος σου το δαιμονιον.
  30. και απελθουσα εις τον οικον αυτης ευρεν το παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος.
  31. Και παλιν εξελθων εκ των οριων Τυρου ηλθεν δια Σιδωνος εις την θαλασσαν της Γαλιλαιας ανα μεσον των οριων Δεκαπολεως.
  32. και φερουσιν αυτω κωφον και μογιλαλον, και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα.
  33. και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου,
  34. και αναβλεψας εις τον ουρανον εστεναξεν, και λεγει αυτω, Εφφαθα, ο εστιν, Διανοιχθητι.
  35. και [ευθεως] ηνοιγησαν αυτου αι ακοαι, και ελυθη ο δεσμος της γλωσσης αυτου, και ελαλει ορθως.
  36. και διεστειλατο αυτοις ινα μηδενι λεγωσιν οσον δε αυτοις διεστελλετο, αυτοι μαλλον περισσοτερον εκηρυσσον.
  37. και υπερπερισσως εξεπλησσοντο λεγοντες, Καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και [τους] αλαλους λαλειν.

Chapter 8.

  1. Εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν, προσκαλεσαμενος τους μαθητας λεγει αυτοις,
  2. Σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν
  3. και εαν απολυσω αυτους νηστεις εις οικον αυτων, εκλυθησονται εν τη οδω και τινες αυτων απο μακροθεν ηκασιν.
  4. και απεκριθησαν αυτω οι μαθηται αυτου οτι Ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας;
  5. και ηρωτα αυτους, Ποσους εχετε αρτους; οι δε ειπαν, Επτα.
  6. και παραγγελλει τω οχλω αναπεσειν επι της γης και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν και παρεθηκαν τω οχλω.
  7. και ειχον ιχθυδια ολιγα και ευλογησας αυτα ειπεν και ταυτα παρατιθεναι.
  8. και εφαγον και εχορτασθησαν, και ηραν περισσευματα κλασματων επτα σπυριδας.
  9. ησαν δε ως τετρακισχιλιοι. και απελυσεν αυτους.
  10. Και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη Δαλμανουθα.
  11. Και εξηλθον οι Φαρισαιοι και ηρξαντο συζητειν αυτω, ζητουντες παρ αυτου σημειον απο του ουρανου, πειραζοντες αυτον.
  12. και αναστεναξας τω πνευματι αυτου λεγει, Τι η γενεα αυτη ζητει σημειον; αμην λεγω υμιν, ει δοθησεται τη γενεα ταυτη σημειον.
  13. και αφεις αυτους παλιν εμβας απηλθεν εις το περαν.
  14. Και επελαθοντο λαβειν αρτους, και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω.
  15. και διεστελλετο αυτοις λεγων, Ορατε, βλεπετε απο της ζυμης των Φαρισαιων και της ζυμης Ηρωδου.
  16. και διελογιζοντο προς αλληλους οτι Αρτους ουκ εχουσιν.
  17. και γνους λεγει αυτοις, Τι διαλογιζεσθε οτι αρτους ουκ εχετε; ουπω νοειτε ουδε συνιετε; πεπωρωμενην εχετε την καρδιαν υμων;
  18. οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε; και ου μνημονευετε,
  19. οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους, ποσους κοφινους κλασματων πληρεις ηρατε; λεγουσιν αυτω, Δωδεκα.
  20. Οτε τους επτα εις τους τετρακισχιλιους, ποσων σπυριδων πληρωματα κλασματων ηρατε; και λεγουσιν [αυτω], Επτα.
  21. και ελεγεν αυτοις, Ουπω συνιετε;
  22. Και ερχονται εις Βηθσαιδαν. και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται.
  23. και επιλαβομενος της χειρος του τυφλου εξηνεγκεν αυτον εξω της κωμης, και πτυσας εις τα ομματα αυτου, επιθεις τας χειρας αυτω, επηρωτα αυτον, Ει τι βλεπεις;
  24. και αναβλεψας ελεγεν, Βλεπω τους ανθρωπους, οτι ως δενδρα ορω περιπατουντας.
  25. ειτα παλιν επεθηκεν τας χειρας επι τους οφθαλμους αυτου, και διεβλεψεν, και απεκατεστη, και ενεβλεπεν τηλαυγως απαντα.
  26. και απεστειλεν αυτον εις οικον αυτου λεγων, Μηδε εις την κωμην εισελθης.
  27. Και εξηλθεν ο Ιησους και οι μαθηται αυτου εις τας κωμας Καισαρειας της Φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις, Τινα με λεγουσιν οι ανθρωποι ειναι;
  28. οι δε ειπαν αυτω λεγοντες [οτι] Ιωαννην τον βαπτιστην, και αλλοι, Ηλιαν, αλλοι δε οτι εις των προφητων.
  29. και αυτος επηρωτα αυτους, Υμεις δε τινα με λεγετε ειναι; αποκριθεις ο Πετρος λεγει αυτω, Συ ει ο Χριστος.
  30. και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου.
  31. Και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι
  32. και παρρησια τον λογον ελαλει. και προσλαβομενος ο Πετρος αυτον ηρξατο επιτιμαν αυτω.
  33. ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν Πετρω και λεγει, Υπαγε οπισω μου, Σατανα, οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων.
  34. Και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις, Ει τις θελει οπισω μου ακολουθειν, απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι.
  35. ος γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεσει την ψυχην αυτου ενεκεν εμου και του ευαγγελιου σωσει αυτην.
  36. τι γαρ ωφελει ανθρωπον κερδησαι τον κοσμον ολον και ζημιωθηναι την ψυχην αυτου;
  37. τι γαρ δοι ανθρωπος ανταλλαγμα της ψυχης αυτου;
  38. ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω, και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων.