Gospel of Mark.

Chapters 13-16.


Chapter 13.

  1. Και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου, Διδασκαλε, ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι.
  2. και ο Ιησους ειπεν αυτω, Βλεπεις ταυτας τας μεγαλας οικοδομας; ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη.
  3. Και καθημενου αυτου εις το Ορος των Ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν Πετρος και Ιακωβος και Ιωαννης και Ανδρεας,
  4. Ειπον ημιν ποτε ταυτα εσται, και τι το σημειον οταν μελλη ταυτα συντελεισθαι παντα.
  5. ο δε Ιησους ηρξατο λεγειν αυτοις, Βλεπετε μη τις υμας πλανηση
  6. πολλοι ελευσονται επι τω ονοματι μου λεγοντες οτι Εγω ειμι, και πολλους πλανησουσιν.
  7. οταν δε ακουσητε πολεμους και ακοας πολεμων, μη θροεισθε δει γενεσθαι, αλλ ουπω το τελος.
  8. εγερθησεται γαρ εθνος επ εθνος και βασιλεια επι βασιλειαν, εσονται σεισμοι κατα τοπους, εσονται λιμοι αρχη ωδινων ταυτα.
  9. βλεπετε δε υμεις εαυτους παραδωσουσιν υμας εις συνεδρια και εις συναγωγας δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις.
  10. και εις παντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον.
  11. και οταν αγωσιν υμας παραδιδοντες, μη προμεριμνατε τι λαλησητε, αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε, ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον.
  12. και παραδωσει αδελφος αδελφον εις θανατον και πατηρ τεκνον, και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους
  13. και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου. ο δε υπομεινας εις τελος ουτος σωθησεται.
  14. Οταν δε ιδητε το βδελυγμα της ερημωσεως εστηκοτα οπου ου δει, ο αναγινωσκων νοειτω, τοτε οι εν τη Ιουδαια φευγετωσαν εις τα ορη,
  15. ο [δε] επι του δωματος μη καταβατω μηδε εισελθατω αραι τι εκ της οικιας αυτου,
  16. και ο εις τον αγρον μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου.
  17. ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις.
  18. προσευχεσθε δε ινα μη γενηται χειμωνος
  19. εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ην εκτισεν ο θεος εως του νυν και ου μη γενηται.
  20. και ει μη εκολοβωσεν κυριος τας ημερας, ουκ αν εσωθη πασα σαρξ. αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας.
  21. και τοτε εαν τις υμιν ειπη, Ιδε ωδε ο Χριστος, Ιδε εκει, μη πιστευετε
  22. εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν, ει δυνατον, τους εκλεκτους.
  23. υμεις δε βλεπετε προειρηκα υμιν παντα.
  24. Αλλα εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται, και η σεληνη ου δωσει το φεγγος αυτης,
  25. και οι αστερες εσονται εκ του ουρανου πιπτοντες, και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται.
  26. και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης.
  27. και τοτε αποστελει τους αγγελους και επισυναξει τους εκλεκτους [αυτου] εκ των τεσσαρων ανεμων απ ακρου γης εως ακρου ουρανου.
  28. Απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης απαλος γενηται και εκφυη τα φυλλα, γινωσκετε οτι εγγυς το θερος εστιν.
  29. ουτως και υμεις, οταν ιδητε ταυτα γινομενα, γινωσκετε οτι εγγυς εστιν επι θυραις.
  30. αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρις ου ταυτα παντα γενηται.
  31. ο ουρανος και η γη παρελευσονται, οι δε λογοι μου ου μη παρελευσονται.
  32. Περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν, ουδε οι αγγελοι εν ουρανω ουδε ο υιος, ει μη ο πατηρ.
  33. βλεπετε αγρυπνειτε ουκ οιδατε γαρ ποτε ο καιρος εστιν.
  34. ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν, εκαστω το εργον αυτου, και τω θυρωρω ενετειλατο ινα γρηγορη.
  35. γρηγορειτε ουν, ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται, η οψε η μεσονυκτιον η αλεκτοροφωνιας η πρωι,
  36. μη ελθων εξαιφνης ευρη υμας καθευδοντας.
  37. ο δε υμιν λεγω, πασιν λεγω, γρηγορειτε.

Chapter 14.

  1. Ην δε το πασχα και τα αζυμα μετα δυο ημερας. και εζητουν οι αρχιερεις και οι γραμματεις πως αυτον εν δολω κρατησαντες αποκτεινωσιν
  2. ελεγον γαρ, Μη εν τη εορτη, μηποτε εσται θορυβος του λαου.
  3. Και οντος αυτου εν Βηθανια εν τη οικια Σιμωνος του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικης πολυτελους συντριψασα την αλαβαστρον κατεχεεν αυτου της κεφαλης.
  4. ησαν δε τινες αγανακτουντες προς εαυτους, Εις τι η απωλεια αυτη του μυρου γεγονεν;
  5. ηδυνατο γαρ τουτο το μυρον πραθηναι επανω δηναριων τριακοσιων και δοθηναι τοις πτωχοις και ενεβριμωντο αυτη.
  6. ο δε Ιησους ειπεν, Αφετε αυτην τι αυτη κοπους παρεχετε; καλον εργον ηργασατο εν εμοι.
  7. παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων, και οταν θελητε δυνασθε αυτοις ευ ποιησαι, εμε δε ου παντοτε εχετε.
  8. ο εσχεν εποιησεν προελαβεν μυρισαι το σωμα μου εις τον ενταφιασμον.
  9. αμην δε λεγω υμιν, οπου εαν κηρυχθη το ευαγγελιον εις ολον τον κοσμον, και ο εποιησεν αυτη λαληθησεται εις μνημοσυνον αυτης.
  10. Και Ιουδας Ισκαριωθ ο εις των δωδεκα απηλθεν προς τους αρχιερεις ινα αυτον παραδοι αυτοις.
  11. οι δε ακουσαντες εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι. και εζητει πως αυτον ευκαιρως παραδοι.
  12. Και τη πρωτη ημερα των αζυμων, οτε το πασχα εθυον, λεγουσιν αυτω οι μαθηται αυτου, Που θελεις απελθοντες ετοιμασωμεν ινα φαγης το πασχα;
  13. και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοις, Υπαγετε εις την πολιν, και απαντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω,
  14. και οπου εαν εισελθη ειπατε τω οικοδεσποτη οτι Ο διδασκαλος λεγει, Που εστιν το καταλυμα μου οπου το πασχα μετα των μαθητων μου φαγω;
  15. και αυτος υμιν δειξει αναγαιον μεγα εστρωμενον ετοιμον και εκει ετοιμασατε ημιν.
  16. και εξηλθον οι μαθηται και ηλθον εις την πολιν και ευρον καθως ειπεν αυτοις, και ητοιμασαν το πασχα.
  17. Και οψιας γενομενης ερχεται μετα των δωδεκα.
  18. και ανακειμενων αυτων και εσθιοντων ο Ιησους ειπεν, Αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με, ο εσθιων μετ εμου.
  19. ηρξαντο λυπεισθαι και λεγειν αυτω εις κατα εις, Μητι εγω;
  20. ο δε ειπεν αυτοις, Εις των δωδεκα, ο εμβαπτομενος μετ εμου εις το τρυβλιον.
  21. οτι ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου, ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται καλον αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος.
  22. Και εσθιοντων αυτων λαβων αρτον ευλογησας εκλασεν και εδωκεν αυτοις και ειπεν, Λαβετε, τουτο εστιν το σωμα μου.
  23. και λαβων ποτηριον ευχαριστησας εδωκεν αυτοις, και επιον εξ αυτου παντες.
  24. και ειπεν αυτοις, Τουτο εστιν το αιμα μου της διαθηκης το εκχυννομενον υπερ πολλων
  25. αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω καινον εν τη βασιλεια του θεου.
  26. Και υμνησαντες εξηλθον εις το Ορος των Ελαιων.
  27. Και λεγει αυτοις ο Ιησους οτι Παντες σκανδαλισθησεσθε, οτι γεγραπται, Παταξω τον ποιμενα, και τα προβατα διασκορπισθησονται
  28. αλλα μετα το εγερθηναι με προαξω υμας εις την Γαλιλαιαν.
  29. ο δε Πετρος εφη αυτω, Ει και παντες σκανδαλισθησονται, αλλ ουκ εγω.
  30. και λεγει αυτω ο Ιησους, Αμην λεγω σοι οτι συ σημερον ταυτη τη νυκτι πριν η δις αλεκτορα φωνησαι τρις με απαρνηση.
  31. ο δε εκπερισσως ελαλει, Εαν δεη με συναποθανειν σοι, ου μη σε απαρνησομαι. ωσαυτως δε και παντες ελεγον.
  32. Και ερχονται εις χωριον ου το ονομα Γεθσημανι, και λεγει τοις μαθηταις αυτου, Καθισατε ωδε εως προσευξωμαι.
  33. και παραλαμβανει τον Πετρον και [τον] Ιακωβον και [τον] Ιωαννην μετ αυτου, και ηρξατο εκθαμβεισθαι και αδημονειν,
  34. και λεγει αυτοις, Περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειτε.
  35. και προελθων μικρον επιπτεν επι της γης, και προσηυχετο ινα ει δυνατον εστιν παρελθη απ αυτου η ωρα,
  36. και ελεγεν, Αββα ο πατηρ, παντα δυνατα σοι παρενεγκε το ποτηριον τουτο απ εμου αλλ ου τι εγω θελω αλλα τι συ.
  37. και ερχεται και ευρισκει αυτους καθευδοντας, και λεγει τω Πετρω, Σιμων, καθευδεις; ουκ ισχυσας μιαν ωραν γρηγορησαι;
  38. γρηγορειτε και προσευχεσθε, ινα μη ελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης.
  39. και παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων.
  40. και παλιν ελθων ευρεν αυτους καθευδοντας, ησαν γαρ αυτων οι οφθαλμοι καταβαρυνομενοι, και ουκ ηδεισαν τι αποκριθωσιν αυτω.
  41. και ερχεται το τριτον και λεγει αυτοις, Καθευδετε το λοιπον και αναπαυεσθε; απεχει ηλθεν η ωρα, ιδου παραδιδοται ο υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων.
  42. εγειρεσθε αγωμεν ιδου ο παραδιδους με ηγγικεν.
  43. Και ευθυς ετι αυτου λαλουντος παραγινεται Ιουδας εις των δωδεκα και μετ αυτου οχλος μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων.
  44. δεδωκει δε ο παραδιδους αυτον συσσημον αυτοις λεγων, Ον αν φιλησω αυτος εστιν κρατησατε αυτον και απαγετε ασφαλως.
  45. και ελθων ευθυς προσελθων αυτω λεγει, Ραββι, και κατεφιλησεν αυτον.
  46. οι δε επεβαλον τας χειρας αυτω και εκρατησαν αυτον.
  47. εις δε [τις] των παρεστηκοτων σπασαμενος την μαχαιραν επαισεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωταριον.
  48. και αποκριθεις ο Ιησους ειπεν αυτοις, Ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων συλλαβειν με;
  49. καθ ημεραν ημην προς υμας εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι.
  50. και αφεντες αυτον εφυγον παντες.
  51. Και νεανισκος τις συνηκολουθει αυτω περιβεβλημενος σινδονα επι γυμνου, και κρατουσιν αυτον
  52. ο δε καταλιπων την σινδονα γυμνος εφυγεν.
  53. Και απηγαγον τον Ιησουν προς τον αρχιερεα, και συνερχονται παντες οι αρχιερεις και οι πρεσβυτεροι και οι γραμματεις.
  54. και ο Πετρος απο μακροθεν ηκολουθησεν αυτω εως εσω εις την αυλην του αρχιερεως, και ην συγκαθημενος μετα των υπηρετων και θερμαινομενος προς το φως.
  55. οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του Ιησου μαρτυριαν εις το θανατωσαι αυτον, και ουχ ηυρισκον
  56. πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου, και ισαι αι μαρτυριαι ουκ ησαν.
  57. και τινες ανασταντες εψευδομαρτυρουν κατ αυτου λεγοντες
  58. οτι Ημεις ηκουσαμεν αυτου λεγοντος οτι Εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω
  59. και ουδε ουτως ιση ην η μαρτυρια αυτων.
  60. και αναστας ο αρχιερευς εις μεσον επηρωτησεν τον Ιησουν λεγων, Ουκ αποκρινη ουδεν; τι ουτοι σου καταμαρτυρουσιν;
  61. ο δε εσιωπα και ουκ απεκρινατο ουδεν. παλιν ο αρχιερευς επηρωτα αυτον και λεγει αυτω, Συ ει ο Χριστος ο υιος του ευλογητου;
  62. ο δε Ιησους ειπεν, Εγω ειμι, και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον της δυναμεως και ερχομενον μετα των νεφελων του ουρανου.
  63. ο δε αρχιερευς διαρρηξας τους χιτωνας αυτου λεγει, Τι ετι χρειαν εχομεν μαρτυρων;
  64. ηκουσατε της βλασφημιας τι υμιν φαινεται; οι δε παντες κατεκριναν αυτον ενοχον ειναι θανατου.
  65. Και ηρξαντο τινες εμπτυειν αυτω και περικαλυπτειν αυτου το προσωπον και κολαφιζειν αυτον και λεγειν αυτω, Προφητευσον, και οι υπηρεται ραπισμασιν αυτον ελαβον.
  66. Και οντος του Πετρου κατω εν τη αυλη ερχεται μια των παιδισκων του αρχιερεως,
  67. και ιδουσα τον Πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει, Και συ μετα του Ναζαρηνου ησθα του Ιησου.
  68. ο δε ηρνησατο λεγων, Ουτε οιδα ουτε επισταμαι συ τι λεγεις. και εξηλθεν εξω εις το προαυλιον [και αλεκτωρ εφωνησεν].
  69. και η παιδισκη ιδουσα αυτον ηρξατο παλιν λεγειν τοις παρεστωσιν οτι Ουτος εξ αυτων εστιν.
  70. ο δε παλιν ηρνειτο. και μετα μικρον παλιν οι παρεστωτες ελεγον τω Πετρω, Αληθως εξ αυτων ει, και γαρ Γαλιλαιος ει.
  71. ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι Ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε.
  72. και ευθυς εκ δευτερου αλεκτωρ εφωνησεν. και ανεμνησθη ο Πετρος το ρημα ως ειπεν αυτω ο Ιησους οτι Πριν αλεκτορα φωνησαι δις τρις με απαρνηση και επιβαλων εκλαιεν.

Chapter 15.

  1. Και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον Ιησουν απηνεγκαν και παρεδωκαν Πιλατω.
  2. και επηρωτησεν αυτον ο Πιλατος, Συ ει ο βασιλευς των Ιουδαιων; ο δε αποκριθεις αυτω λεγει, Συ λεγεις.
  3. και κατηγορουν αυτου οι αρχιερεις πολλα.
  4. ο δε Πιλατος παλιν επηρωτα αυτον λεγων, Ουκ αποκρινη ουδεν; ιδε ποσα σου κατηγορουσιν.
  5. ο δε Ιησους ουκετι ουδεν απεκριθη, ωστε θαυμαζειν τον Πιλατον.
  6. Κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο.
  7. ην δε ο λεγομενος Βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν.
  8. και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις.
  9. ο δε Πιλατος απεκριθη αυτοις λεγων, Θελετε απολυσω υμιν τον βασιλεα των Ιουδαιων;
  10. εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις.
  11. οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον Βαραββαν απολυση αυτοις.
  12. ο δε Πιλατος παλιν αποκριθεις ελεγεν αυτοις, Τι ουν [θελετε] ποιησω [ον λεγετε] τον βασιλεα των Ιουδαιων;
  13. οι δε παλιν εκραξαν, Σταυρωσον αυτον.
  14. ο δε Πιλατος ελεγεν αυτοις, Τι γαρ εποιησεν κακον; οι δε περισσως εκραξαν, Σταυρωσον αυτον.
  15. ο δε Πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον Βαραββαν, και παρεδωκεν τον Ιησουν φραγελλωσας ινα σταυρωθη.
  16. Οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης, ο εστιν πραιτωριον, και συγκαλουσιν ολην την σπειραν.
  17. και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον
  18. και ηρξαντο ασπαζεσθαι αυτον, Χαιρε, βασιλευ των Ιουδαιων
  19. και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω, και τιθεντες τα γονατα προσεκυνουν αυτω.
  20. και οτε ενεπαιξαν αυτω, εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου. και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον.
  21. Και αγγαρευουσιν παραγοντα τινα Σιμωνα Κυρηναιον ερχομενον απ αγρου, τον πατερα Αλεξανδρου και Ρουφου, ινα αρη τον σταυρον αυτου.
  22. και φερουσιν αυτον επι τον Γολγοθαν τοπον, ο εστιν μεθερμηνευομενον Κρανιου Τοπος.
  23. και εδιδουν αυτω εσμυρνισμενον οινον, ος δε ουκ ελαβεν.
  24. και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου, βαλλοντες κληρον επ αυτα τις τι αρη.
  25. ην δε ωρα τριτη και εσταυρωσαν αυτον.
  26. και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη, Ο βασιλευς των Ιουδαιων.
  27. Και συν αυτω σταυρουσιν δυο ληστας, ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου.
  28. Και
  29. οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες, Ουα ο καταλυων τον ναον και οικοδομων εν τρισιν ημεραις,
  30. σωσον σεαυτον καταβας απο του σταυρου.
  31. ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον, Αλλους εσωσεν, εαυτον ου δυναται σωσαι
  32. ο Χριστος ο βασιλευς Ισραηλ καταβατω νυν απο του σταυρου, ινα ιδωμεν και πιστευσωμεν. και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον.
  33. Και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης.
  34. και τη ενατη ωρα εβοησεν ο Ιησους φωνη μεγαλη, Ελωι ελωι λεμα σαβαχθανι; ο εστιν μεθερμηνευομενον Ο θεος μου ο θεος μου, εις τι εγκατελιπες με;
  35. και τινες των παρεστηκοτων ακουσαντες ελεγον, Ιδε Ηλιαν φωνει.
  36. δραμων δε τις [και] γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον, λεγων, Αφετε ιδωμεν ει ερχεται Ηλιας καθελειν αυτον.
  37. ο δε Ιησους αφεις φωνην μεγαλην εξεπνευσεν.
  38. Και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω.
  39. Ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν, Αληθως ουτος ο ανθρωπος υιος θεου ην.
  40. Ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι, εν αις και Μαρια η Μαγδαληνη και Μαρια η Ιακωβου του μικρου και Ιωσητος μητηρ και Σαλωμη,
  41. αι οτε ην εν τη Γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω, και αλλαι πολλαι αι συναναβασαι αυτω εις Ιεροσολυμα.
  42. Και ηδη οψιας γενομενης, επει ην παρασκευη, ο εστιν προσαββατον,
  43. ελθων Ιωσηφ [ο] απο Αριμαθαιας ευσχημων βουλευτης, ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου, τολμησας εισηλθεν προς τον Πιλατον και ητησατο το σωμα του Ιησου.
  44. ο δε Πιλατος εθαυμασεν ει ηδη τεθνηκεν, και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν
  45. και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω Ιωσηφ.
  46. και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας, και προσεκυλισεν λιθον επι την θυραν του μνημειου.
  47. η δε Μαρια η Μαγδαληνη και Μαρια η Ιωσητος εθεωρουν που τεθειται.

Chapter 16.

  1. Και διαγενομενου του σαββατου Μαρια η Μαγδαληνη και Μαρια η [του] Ιακωβου και Σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον.
  2. και λιαν πρωι τη μια των σαββατων ερχονται επι το μνημειον ανατειλαντος του ηλιου.
  3. και ελεγον προς εαυτας, Τις αποκυλισει ημιν τον λιθον εκ της θυρας του μνημειου;
  4. και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθος, ην γαρ μεγας σφοδρα.
  5. και εισελθουσαι εις το μνημειον ειδον νεανισκον καθημενον εν τοις δεξιοις περιβεβλημενον στολην λευκην, και εξεθαμβηθησαν.
  6. ο δε λεγει αυταις, Μη εκθαμβεισθε Ιησουν ζητειτε τον Ναζαρηνον τον εσταυρωμενον ηγερθη, ουκ εστιν ωδε ιδε ο τοπος οπου εθηκαν αυτον.
  7. αλλα υπαγετε ειπατε τοις μαθηταις αυτου και τω Πετρω οτι Προαγει υμας εις την Γαλιλαιαν εκει αυτον οψεσθε, καθως ειπεν υμιν.
  8. και εξελθουσαι εφυγον απο του μνημειου, ειχεν γαρ αυτας τρομος και εκστασις και ουδενι ουδεν ειπαν, εφοβουντο γαρ.
The longer ending.
  1. [Αναστας δε πρωι πρωτη σαββατου εφανη πρωτον Μαρια τη Μαγδαληνη, παρ ης εκβεβληκει επτα δαιμονια.
  2. εκεινη πορευθεισα απηγγειλεν τοις μετ αυτου γενομενοις πενθουσι και κλαιουσιν
  3. κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης ηπιστησαν.
  4. Μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοις εις αγρον
  5. κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις· ουδε εκεινοις επιστευσαν.
  6. Υστερον [δε] ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη, και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν.
  7. και ειπεν αυτοις, Πορευθεντες εις τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει.
  8. ο πιστευσας και βαπτισθεις σωθησεται, ο δε απιστησας κατακριθησεται.
  9. σημεια δε τοις πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν, γλωσσαις λαλησουσιν καιναις,
  10. [και εν ταις χερσιν] οφεις αρουσιν, καν θανασιμον τι πιωσιν ου μη αυτους βλαψη, επι αρρωστους χειρας επιθησουσιν και καλως εξουσιν.
  11. Ο μεν ουν κυριος Ιησους μετα το λαλησαι αυτοις ανελημφθη εις τον ουρανον και εκαθισεν εκ δεξιων του θεου.
  12. εκεινοι δε εξελθοντες εκηρυξαν πανταχου, του κυριου συνεργουντος και τον λογον βεβαιουντος δια των επακολουθουντων σημειων.]
The shorter ending.
  1. [Παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν. Μετα δε ταυτα και αυτος ο Ιησους εφανη αυτοις, και απο ανατολης και αχρι δυσεως εξαπεστειλεν δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας. αμην.]