Gospel of Mark.

Chapters 1-4.


Chapter 1.

  1. Αρχη του ευαγγελιου Ιησου Χριστου [υιου θεου].
  2. Καθως γεγραπται εν τω Ησαια τω προφητη, Ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου, ος κατασκευασει την οδον σου
  3. φωνη βοωντος εν τη ερημω, Ετοιμασατε την οδον κυριου, ευθειας ποιειτε τας τριβους αυτου
  4. εγενετο Ιωαννης [ο] βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων.
  5. και εξεπορευετο προς αυτον πασα η Ιουδαια χωρα και οι Ιεροσολυμιται παντες, και εβαπτιζοντο υπ αυτου εν τω Ιορδανη ποταμω εξομολογουμενοι τας αμαρτιας αυτων.
  6. και ην ο Ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου, και εσθιων ακριδας και μελι αγριον.
  7. και εκηρυσσεν λεγων, Ερχεται ο ισχυροτερος μου οπισω μου, ου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου
  8. εγω εβαπτισα υμας υδατι, αυτος δε βαπτισει υμας εν πνευματι αγιω.
  9. Και εγενετο εν εκειναις ταις ημεραις ηλθεν Ιησους απο Ναζαρετ της Γαλιλαιας και εβαπτισθη εις τον Ιορδανην υπο Ιωαννου.
  10. και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον
  11. και φωνη εγενετο εκ των ουρανων, Συ ει ο υιος μου ο αγαπητος, εν σοι ευδοκησα.
  12. Και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον.
  13. και ην εν τη ερημω τεσσερακοντα ημερας πειραζομενος υπο του Σατανα, και ην μετα των θηριων, και οι αγγελοι διηκονουν αυτω.
  14. Μετα δε το παραδοθηναι τον Ιωαννην ηλθεν ο Ιησους εις την Γαλιλαιαν κηρυσσων το ευαγγελιον του θεου
  15. και λεγων οτι Πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω.
  16. Και παραγων παρα την θαλασσαν της Γαλιλαιας ειδεν Σιμωνα και Ανδρεαν τον αδελφον Σιμωνος αμφιβαλλοντας εν τη θαλασση ησαν γαρ αλιεις.
  17. και ειπεν αυτοις ο Ιησους, Δευτε οπισω μου, και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων.
  18. και ευθυς αφεντες τα δικτυα ηκολουθησαν αυτω.
  19. Και προβας ολιγον ειδεν Ιακωβον τον του Ζεβεδαιου και Ιωαννην τον αδελφον αυτου, και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα,
  20. και ευθυς εκαλεσεν αυτους. και αφεντες τον πατερα αυτων Ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου.
  21. Και εισπορευονται εις Καφαρναουμ. και ευθυς τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν.
  22. και εξεπλησσοντο επι τη διδαχη αυτου, ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις.
  23. και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω, και ανεκραξεν
  24. λεγων, Τι ημιν και σοι, Ιησου Ναζαρηνε; ηλθες απολεσαι ημας; οιδα σε τις ει, ο αγιος του θεου.
  25. και επετιμησεν αυτω ο Ιησους λεγων, Φιμωθητι και εξελθε εξ αυτου.
  26. και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και φωνησαν φωνη μεγαλη εξηλθεν εξ αυτου.
  27. και εθαμβηθησαν απαντες, ωστε συζητειν προς εαυτους λεγοντας, Τι εστιν τουτο; διδαχη καινη κατ εξουσιαν και τοις πνευμασι τοις ακαθαρτοις επιτασσει, και υπακουουσιν αυτω.
  28. και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περιχωρον της Γαλιλαιας.
  29. Και ευθυς εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν Σιμωνος και Ανδρεου μετα Ιακωβου και Ιωαννου.
  30. η δε πενθερα Σιμωνος κατεκειτο πυρεσσουσα, και ευθυς λεγουσιν αυτω περι αυτης.
  31. και προσελθων ηγειρεν αυτην κρατησας της χειρος και αφηκεν αυτην ο πυρετος, και διηκονει αυτοις.
  32. Οψιας δε γενομενης, οτε εδυ ο ηλιος, εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους
  33. και ην ολη η πολις επισυνηγμενη προς την θυραν.
  34. και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις, και δαιμονια πολλα εξεβαλεν, και ουκ ηφιεν λαλειν τα δαιμονια, οτι ηδεισαν αυτον.
  35. Και πρωι εννυχα λιαν αναστας εξηλθεν και απηλθεν εις ερημον τοπον κακει προσηυχετο.
  36. και κατεδιωξεν αυτον Σιμων και οι μετ αυτου,
  37. και ευρον αυτον και λεγουσιν αυτω οτι Παντες ζητουσιν σε.
  38. και λεγει αυτοις, Αγωμεν αλλαχου εις τας εχομενας κωμοπολεις, ινα και εκει κηρυξω εις τουτο γαρ εξηλθον.
  39. και ηλθεν κηρυσσων εις τας συναγωγας αυτων εις ολην την Γαλιλαιαν και τα δαιμονια εκβαλλων.
  40. Και ερχεται προς αυτον λεπρος παρακαλων αυτον [και γονυπετων] και λεγων αυτω οτι Εαν θελης δυνασαι με καθαρισαι.
  41. και σπλαγχνισθεις εκτεινας την χειρα αυτου ηψατο και λεγει αυτω, Θελω, καθαρισθητι
  42. και ευθυς απηλθεν απ αυτου η λεπρα, και εκαθαρισθη.
  43. και εμβριμησαμενος αυτω ευθυς εξεβαλεν αυτον,
  44. και λεγει αυτω, Ορα μηδενι μηδεν ειπης, αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν Μωυσης, εις μαρτυριον αυτοις.
  45. ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον, ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν, αλλ εξω επ ερημοις τοποις ην και ηρχοντο προς αυτον παντοθεν.

Chapter 2.

  1. Και εισελθων παλιν εις Καφαρναουμ δι ημερων ηκουσθη οτι εν οικω εστιν.
  2. και συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν, και ελαλει αυτοις τον λογον.
  3. και ερχονται φεροντες προς αυτον παραλυτικον αιρομενον υπο τεσσαρων.
  4. και μη δυναμενοι προσενεγκαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην, και εξορυξαντες χαλωσι τον κραβαττον οπου ο παραλυτικος κατεκειτο.
  5. και ιδων ο Ιησους την πιστιν αυτων λεγει τω παραλυτικω, Τεκνον, αφιενται σου αι αμαρτιαι.
  6. ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων,
  7. Τι ουτος ουτως λαλει; βλασφημει τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος;
  8. και ευθυς επιγνους ο Ιησους τω πνευματι αυτου οτι ουτως διαλογιζονται εν εαυτοις λεγει αυτοις, Τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων;
  9. τι εστιν ευκοπωτερον, ειπειν τω παραλυτικω, Αφιενται σου αι αμαρτιαι, η ειπειν, Εγειρε και αρον τον κραβαττον σου και περιπατει;
  10. ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι αμαρτιας επι της γης λεγει τω παραλυτικω,
  11. Σοι λεγω, εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου.
  12. και ηγερθη και ευθυς αρας τον κραβαττον εξηλθεν εμπροσθεν παντων, ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον λεγοντας οτι Ουτως ουδεποτε ειδομεν.
  13. Και εξηλθεν παλιν παρα την θαλασσαν και πας ο οχλος ηρχετο προς αυτον, και εδιδασκεν αυτους.
  14. και παραγων ειδεν Λευιν τον του Αλφαιου καθημενον επι το τελωνιον, και λεγει αυτω, Ακολουθει μοι. και αναστας ηκολουθησεν αυτω.
  15. Και γινεται κατακεισθαι αυτον εν τη οικια αυτου, και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω Ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι και ηκολουθουν αυτω.
  16. και οι γραμματεις των Φαρισαιων ιδοντες οτι εσθιει μετα των αμαρτωλων και τελωνων ελεγον τοις μαθηταις αυτου, Οτι μετα των τελωνων και αμαρτωλων εσθιει;
  17. και ακουσας ο Ιησους λεγει αυτοις [οτι] Ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους.
  18. Και ησαν οι μαθηται Ιωαννου και οι Φαρισαιοι νηστευοντες. και ερχονται και λεγουσιν αυτω, Δια τι οι μαθηται Ιωαννου και οι μαθηται των Φαρισαιων νηστευουσιν, οι δε σοι μαθηται ου νηστευουσιν;
  19. και ειπεν αυτοις ο Ιησους, Μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν; οσον χρονον εχουσιν τον νυμφιον μετ αυτων ου δυνανται νηστευειν
  20. ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος, και τοτε νηστευσουσιν εν εκεινη τη ημερα.
  21. ουδεις επιβλημα ρακους αγναφου επιραπτει επι ιματιον παλαιον ει δε μη, αιρει το πληρωμα απ αυτου το καινον του παλαιου, και χειρον σχισμα γινεται.
  22. και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη, ρηξει ο οινος τους ασκους, και ο οινος απολλυται και οι ασκοι αλλα οινον νεον εις ασκους καινους.
  23. Και εγενετο αυτον εν τοις σαββασιν παραπορευεσθαι δια των σποριμων, και οι μαθηται αυτου ηρξαντο οδον ποιειν τιλλοντες τους σταχυας.
  24. και οι Φαρισαιοι ελεγον αυτω, Ιδε τι ποιουσιν τοις σαββασιν ο ουκ εξεστιν;
  25. και λεγει αυτοις, Ουδεποτε ανεγνωτε τι εποιησεν Δαυιδ, οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου;
  26. πως εισηλθεν εις τον οικον του θεου επι Αβιαθαρ αρχιερεως και τους αρτους της προθεσεως εφαγεν, ους ουκ εξεστιν φαγειν ει μη τους ιερεις, και εδωκεν και τοις συν αυτω ουσιν;
  27. και ελεγεν αυτοις, Το σαββατον δια τον ανθρωπον εγενετο και ουχ ο ανθρωπος δια το σαββατον
  28. ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου.

Chapter 3.

  1. Και εισηλθεν παλιν εις την συναγωγην. και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα
  2. και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον, ινα κατηγορησωσιν αυτου.
  3. και λεγει τω ανθρωπω τω την ξηραν χειρα εχοντι, Εγειρε εις το μεσον.
  4. και λεγει αυτοις, Εξεστιν τοις σαββασιν αγαθον ποιησαι η κακοποιησαι, ψυχην σωσαι η αποκτειναι; οι δε εσιωπων.
  5. και περιβλεψαμενος αυτους μετ οργης, συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων, λεγει τω ανθρωπω, Εκτεινον την χειρα. και εξετεινεν, και απεκατεσταθη η χειρ αυτου.
  6. και εξελθοντες οι Φαρισαιοι ευθυς μετα των Ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν.
  7. Και ο Ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της Γαλιλαιας [ηκολουθησεν] και απο της Ιουδαιας
  8. και απο Ιεροσολυμων και απο της Ιδουμαιας και περαν του Ιορδανου και περι Τυρον και Σιδωνα, πληθος πολυ, ακουοντες οσα εποιει ηλθον προς αυτον.
  9. και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον
  10. πολλους γαρ εθεραπευσεν, ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας.
  11. και τα πνευματα τα ακαθαρτα, οταν αυτον εθεωρουν, προσεπιπτον αυτω και εκραζον λεγοντες οτι Συ ει ο υιος του θεου.
  12. και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν.
  13. Και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος, και απηλθον προς αυτον.
  14. και εποιησεν δωδεκα, [ους και αποστολους ωνομασεν,] ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν
  15. και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια
  16. [και εποιησεν τους δωδεκα,] και επεθηκεν ονομα τω Σιμωνι Πετρον,
  17. και Ιακωβον τον του Ζεβεδαιου και Ιωαννην τον αδελφον του Ιακωβου, και επεθηκεν αυτοις ονομα[τα] Βοανηργες, ο εστιν Υιοι Βροντης
  18. και Ανδρεαν και Φιλιππον και Βαρθολομαιον και Μαθθαιον και Θωμαν και Ιακωβον τον του Αλφαιου και Θαδδαιον και Σιμωνα τον Καναναιον
  19. και Ιουδαν Ισκαριωθ, ος και παρεδωκεν αυτον.
  20. Και ερχεται εις οικον και συνερχεται παλιν [ο] οχλος, ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν.
  21. και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον, ελεγον γαρ οτι εξεστη.
  22. και οι γραμματεις οι απο Ιεροσολυμων καταβαντες ελεγον οτι Βεελζεβουλ εχει, και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια.
  23. και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις, Πως δυναται Σατανας Σαταναν εκβαλλειν;
  24. και εαν βασιλεια εφ εαυτην μερισθη, ου δυναται σταθηναι η βασιλεια εκεινη
  25. και εαν οικια εφ εαυτην μερισθη, ου δυνησεται η οικια εκεινη σταθηναι.
  26. και ει ο Σατανας ανεστη εφ εαυτον και εμερισθη, ου δυναται στηναι αλλα τελος εχει.
  27. αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση, και τοτε την οικιαν αυτου διαρπασει.
  28. Αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων, τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν
  29. ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα, αλλα ενοχος εστιν αιωνιου αμαρτηματος
  30. οτι ελεγον, Πνευμα ακαθαρτον εχει.
  31. Και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον.
  32. και εκαθητο περι αυτον οχλος, και λεγουσιν αυτω, Ιδου η μητηρ σου και οι αδελφοι σου [και αι αδελφαι σου] εξω ζητουσιν σε.
  33. και αποκριθεις αυτοις λεγει, Τις εστιν η μητηρ μου και οι αδελφοι [μου];
  34. και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει, Ιδε η μητηρ μου και οι αδελφοι μου.
  35. ος [γαρ] αν ποιηση το θελημα του θεου, ουτος αδελφος μου και αδελφη και μητηρ εστιν.

Chapter 4.

  1. Και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν. και συναγεται προς αυτον οχλος πλειστος, ωστε αυτον εις πλοιον εμβαντα καθησθαι εν τη θαλασση, και πας ο οχλος προς την θαλασσαν επι της γης ησαν.
  2. και εδιδασκεν αυτους εν παραβολαις πολλα, και ελεγεν αυτοις εν τη διδαχη αυτου,
  3. Ακουετε. ιδου εξηλθεν ο σπειρων σπειραι.
  4. και εγενετο εν τω σπειρειν ο μεν επεσεν παρα την οδον, και ηλθεν τα πετεινα και κατεφαγεν αυτο.
  5. και αλλο επεσεν επι το πετρωδες οπου ουκ ειχεν γην πολλην, και ευθυς εξανετειλεν δια το μη εχειν βαθος γης
  6. και οτε ανετειλεν ο ηλιος εκαυματισθη, και δια το μη εχειν ριζαν εξηρανθη.
  7. και αλλο επεσεν εις τας ακανθας, και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο, και καρπον ουκ εδωκεν.
  8. και αλλα επεσεν εις την γην την καλην, και εδιδου καρπον αναβαινοντα και αυξανομενα, και εφερεν εν τριακοντα και εν εξηκοντα και εν εκατον.
  9. και ελεγεν, Ος εχει ωτα ακουειν ακουετω.
  10. Και οτε εγενετο κατα μονας, ηρωτων αυτον οι περι αυτον συν τοις δωδεκα τας παραβολας.
  11. και ελεγεν αυτοις, Υμιν το μυστηριον δεδοται της βασιλειας του θεου εκεινοις δε τοις εξω εν παραβολαις τα παντα γινεται,
  12. ινα βλεποντες βλεπωσιν και μη ιδωσιν, και ακουοντες ακουωσιν και μη συνιωσιν, μηποτε επιστρεψωσιν και αφεθη αυτοις.
  13. Και λεγει αυτοις, Ουκ οιδατε την παραβολην ταυτην, και πως πασας τας παραβολας γνωσεσθε;
  14. ο σπειρων τον λογον σπειρει.
  15. ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογος, και οταν ακουσωσιν ευθυς ερχεται ο Σατανας και αιρει τον λογον τον εσπαρμενον εις αυτους.
  16. και ουτοι εισιν οι επι τα πετρωδη σπειρομενοι, οι οταν ακουσωσιν τον λογον ευθυς μετα χαρας λαμβανουσιν αυτον,
  17. και ουκ εχουσιν ριζαν εν εαυτοις αλλα προσκαιροι εισιν ειτα γενομενης θλιψεως η διωγμου δια τον λογον ευθυς σκανδαλιζονται.
  18. και αλλοι εισιν οι εις τας ακανθας σπειρομενοι ουτοι εισιν οι τον λογον ακουσαντες,
  19. και αι μεριμναι του αιωνος και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον, και ακαρπος γινεται.
  20. και εκεινοι εισιν οι επι την γην την καλην σπαρεντες, οιτινες ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και εν εξηκοντα και εν εκατον.
  21. Και ελεγεν αυτοις, Μητι ερχεται ο λυχνος ινα υπο τον μοδιον τεθη η υπο την κλινην; ουχ ινα επι την λυχνιαν τεθη;
  22. ου γαρ εστιν κρυπτον εαν μη ινα φανερωθη, ουδε εγενετο αποκρυφον αλλ ινα ελθη εις φανερον.
  23. ει τις εχει ωτα ακουειν ακουετω.
  24. Και ελεγεν αυτοις, Βλεπετε τι ακουετε. εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν.
  25. ος γαρ εχει, δοθησεται αυτω και ος ουκ εχει, και ο εχει αρθησεται απ αυτου.
  26. Και ελεγεν, Ουτως εστιν η βασιλεια του θεου ως ανθρωπος βαλη τον σπορον επι της γης
  27. και καθευδη και εγειρηται νυκτα και ημεραν, και ο σπορος βλαστα και μηκυνηται ως ουκ οιδεν αυτος.
  28. αυτοματη η γη καρποφορει, πρωτον χορτον, ειτα σταχυν, ειτα πληρη[ς] σιτον εν τω σταχυι.
  29. οταν δε παραδοι ο καρπος, ευθυς αποστελλει το δρεπανον, οτι παρεστηκεν ο θερισμος.
  30. Και ελεγεν, Πως ομοιωσωμεν την βασιλειαν του θεου, η εν τινι αυτην παραβολη θωμεν;
  31. ως κοκκω σιναπεως, ος οταν σπαρη επι της γης, μικροτερον ον παντων των σπερματων των επι της γης,
  32. και οταν σπαρη, αναβαινει και γινεται μειζον παντων των λαχανων και ποιει κλαδους μεγαλους, ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν.
  33. Και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον, καθως ηδυναντο ακουειν
  34. χωρις δε παραβολης ουκ ελαλει αυτοις, κατ ιδιαν δε τοις ιδιοις μαθηταις επελυεν παντα.
  35. Και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης, Διελθωμεν εις το περαν.
  36. και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω, και αλλα πλοια ην μετ αυτου.
  37. και γινεται λαιλαψ μεγαλη ανεμου, και τα κυματα επεβαλλεν εις το πλοιον, ωστε ηδη γεμιζεσθαι το πλοιον.
  38. και αυτος ην εν τη πρυμνη επι το προσκεφαλαιον καθευδων και εγειρουσιν αυτον και λεγουσιν αυτω, Διδασκαλε, ου μελει σοι οτι απολλυμεθα;
  39. και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση, Σιωπα, πεφιμωσο. και εκοπασεν ο ανεμος, και εγενετο γαληνη μεγαλη.
  40. και ειπεν αυτοις, Τι δειλοι εστε; ουπω εχετε πιστιν;
  41. και εφοβηθησαν φοβον μεγαν, και ελεγον προς αλληλους, Τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουει αυτω;