Gospel of Luke.

Chapters 4-6.


Chapter 4.

  1. Ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του Ιορδανου, και ηγετο εν τω πνευματι εν τη ερημω
  2. ημερας τεσσερακοντα πειραζομενος υπο του διαβολου. και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις, και συντελεσθεισων αυτων επεινασεν.
  3. Ειπεν δε αυτω ο διαβολος, Ει υιος ει του θεου, ειπε τω λιθω τουτω ινα γενηται αρτος.
  4. και απεκριθη προς αυτον ο Ιησους, Γεγραπται οτι Ουκ επ αρτω μονω ζησεται ο ανθρωπος.
  5. Και αναγαγων αυτον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου
  6. και ειπεν αυτω ο διαβολος, Σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων, οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην
  7. συ ουν εαν προσκυνησης ενωπιον εμου, εσται σου πασα.
  8. και αποκριθεις ο Ιησους ειπεν αυτω, Γεγραπται, Κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις.
  9. Ηγαγεν δε αυτον εις Ιερουσαλημ και εστησεν επι το πτερυγιον του ιερου, και ειπεν αυτω, Ει υιος ει του θεου, βαλε σεαυτον εντευθεν κατω
  10. γεγραπται γαρ οτι Τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε,
  11. και οτι Επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου.
  12. και αποκριθεις ειπεν αυτω ο Ιησους οτι Ειρηται, Ουκ εκπειρασεις κυριον τον θεον σου.
  13. Και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου.
  14. Και υπεστρεψεν ο Ιησους εν τη δυναμει του πνευματος εις την Γαλιλαιαν. και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου.
  15. και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων, δοξαζομενος υπο παντων.
  16. Και ηλθεν εις Ναζαρα, ου ην τεθραμμενος, και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην, και ανεστη αναγνωναι.
  17. και επεδοθη αυτω βιβλιον του προφητου Ησαιου, και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον,
  18. Πνευμα κυριου επ εμε, ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις, απεσταλκεν με κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν, αποστειλαι τεθραυσμενους εν αφεσει,
  19. κηρυξαι ενιαυτον κυριου δεκτον.
  20. και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων οι οφθαλμοι εν τη συναγωγη ησαν ατενιζοντες αυτω.
  21. ηρξατο δε λεγειν προς αυτους οτι Σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων.
  22. Και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου, και ελεγον, Ουχι υιος εστιν Ιωσηφ ουτος;
  23. και ειπεν προς αυτους, Παντως ερειτε μοι την παραβολην ταυτην Ιατρε, θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εις την Καφαρναουμ ποιησον και ωδε εν τη πατριδι σου.
  24. ειπεν δε, Αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου.
  25. επ αληθειας δε λεγω υμιν, πολλαι χηραι ησαν εν ταις ημεραις Ηλιου εν τω Ισραηλ, οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ, ως εγενετο λιμος μεγας επι πασαν την γην,
  26. και προς ουδεμιαν αυτων επεμφθη Ηλιας ει μη εις Σαρεπτα της Σιδωνιας προς γυναικα χηραν.
  27. και πολλοι λεπροι ησαν εν τω Ισραηλ επι Ελισαιου του προφητου, και ουδεις αυτων εκαθαρισθη ει μη Ναιμαν ο Συρος.
  28. και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα,
  29. και ανασταντες εξεβαλον αυτον εξω της πολεως, και ηγαγον αυτον εως οφρυος του ορους εφ ου η πολις ωκοδομητο αυτων, ωστε κατακρημνισαι αυτον
  30. αυτος δε διελθων δια μεσου αυτων επορευετο.
  31. Και κατηλθεν εις Καφαρναουμ πολιν της Γαλιλαιας. και ην διδασκων αυτους εν τοις σαββασιν
  32. και εξεπλησσοντο επι τη διδαχη αυτου, οτι εν εξουσια ην ο λογος αυτου.
  33. και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου, και ανεκραξεν φωνη μεγαλη,
  34. Εα, τι ημιν και σοι, Ιησου Ναζαρηνε; ηλθες απολεσαι ημας; οιδα σε τις ει, ο αγιος του θεου.
  35. και επετιμησεν αυτω ο Ιησους λεγων, Φιμωθητι και εξελθε απ αυτου. και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον.
  36. και εγενετο θαμβος επι παντας, και συνελαλουν προς αλληλους λεγοντες, Τις ο λογος ουτος, οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν, και εξερχονται;
  37. και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου.
  38. Αναστας δε απο της συναγωγης εισηλθεν εις την οικιαν Σιμωνος. πενθερα δε του Σιμωνος ην συνεχομενη πυρετω μεγαλω, και ηρωτησαν αυτον περι αυτης.
  39. και επιστας επανω αυτης επετιμησεν τω πυρετω, και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις.
  40. Δυνοντος δε του ηλιου απαντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιτιθεις εθεραπευεν αυτους.
  41. εξηρχετο δε και δαιμονια απο πολλων, κρ[αυγ]αζοντα και λεγοντα οτι Συ ει ο υιος του θεου. και επιτιμων ουκ εια αυτα λαλειν, οτι ηδεισαν τον Χριστον αυτον ειναι.
  42. Γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι επεζητουν αυτον, και ηλθον εως αυτου, και κατειχον αυτον του μη πορευεσθαι απ αυτων.
  43. ο δε ειπεν προς αυτους οτι Και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου, οτι επι τουτο απεσταλην.
  44. και ην κηρυσσων εις τας συναγωγας της Ιουδαιας.

Chapter 5.

  1. Εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω και ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην Γεννησαρετ,
  2. και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεις απ αυτων αποβαντες επλυνον τα δικτυα.
  3. εμβας δε εις εν των πλοιων, ο ην Σιμωνος, ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον, καθισας δε εκ του πλοιου εδιδασκεν τους οχλους.
  4. ως δε επαυσατο λαλων, ειπεν προς τον Σιμωνα, Επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν.
  5. και αποκριθεις Σιμων ειπεν, Επιστατα, δι ολης νυκτος κοπιασαντες ουδεν ελαβομεν, επι δε τω ρηματι σου χαλασω τα δικτυα.
  6. και τουτο ποιησαντες συνεκλεισαν πληθος ιχθυων πολυ, διερρησσετο δε τα δικτυα αυτων.
  7. και κατενευσαν τοις μετοχοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις και ηλθον, και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα.
  8. ιδων δε Σιμων Πετρος προσεπεσεν τοις γονασιν Ιησου λεγων, Εξελθε απ εμου, οτι ανηρ αμαρτωλος ειμι, κυριε
  9. θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων ων συνελαβον,
  10. ομοιως δε και Ιακωβον και Ιωαννην υιους Ζεβεδαιου, οι ησαν κοινωνοι τω Σιμωνι. και ειπεν προς τον Σιμωνα ο Ιησους, Μη φοβου απο του νυν ανθρωπους εση ζωγρων.
  11. και καταγαγοντες τα πλοια επι την γην αφεντες παντα ηκολουθησαν αυτω.
  12. Και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας ιδων δε τον Ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων, Κυριε, εαν θελης δυνασαι με καθαρισαι.
  13. και εκτεινας την χειρα ηψατο αυτου λεγων, Θελω, καθαρισθητι και ευθεως η λεπρα απηλθεν απ αυτου.
  14. και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν, αλλα απελθων δειξον σεαυτον τω ιερει, και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν Μωυσης, εις μαρτυριον αυτοις.
  15. διηρχετο δε μαλλον ο λογος περι αυτου, και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι απο των ασθενειων αυτων
  16. αυτος δε ην υποχωρων εν ταις ερημοις και προσευχομενος.
  17. Και εγενετο εν μια των ημερων και αυτος ην διδασκων, και ησαν καθημενοι Φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτες εκ πασης κωμης της Γαλιλαιας και Ιουδαιας και Ιερουσαλημ και δυναμις κυριου ην εις το ιασθαι αυτον.
  18. και ιδου ανδρες φεροντες επι κλινης ανθρωπον ος ην παραλελυμενος, και εζητουν αυτον εισενεγκειν και θειναι [αυτον] ενωπιον αυτου.
  19. και μη ευροντες ποιας εισενεγκωσιν αυτον δια τον οχλον αναβαντες επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εις το μεσον εμπροσθεν του Ιησου.
  20. και ιδων την πιστιν αυτων ειπεν, Ανθρωπε, αφεωνται σοι αι αμαρτιαι σου.
  21. και ηρξαντο διαλογιζεσθαι οι γραμματεις και οι Φαρισαιοι λεγοντες, Τις εστιν ουτος ος λαλει βλασφημιας; τις δυναται αμαρτιας αφειναι ει μη μονος ο θεος;
  22. επιγνους δε ο Ιησους τους διαλογισμους αυτων αποκριθεις ειπεν προς αυτους, Τι διαλογιζεσθε εν ταις καρδιαις υμων;
  23. τι εστιν ευκοπωτερον, ειπειν, Αφεωνται σοι αι αμαρτιαι σου, η ειπειν, Εγειρε και περιπατει;
  24. ινα δε ειδητε οτι ο υιος του ανθρωπου εξουσιαν εχει επι της γης αφιεναι αμαρτιας ειπεν τω παραλελυμενω, Σοι λεγω, εγειρε και αρας το κλινιδιον σου πορευου εις τον οικον σου.
  25. και παραχρημα αναστας ενωπιον αυτων, αρας εφ ο κατεκειτο, απηλθεν εις τον οικον αυτου δοξαζων τον θεον.
  26. και εκστασις ελαβεν απαντας και εδοξαζον τον θεον, και επλησθησαν φοβου λεγοντες οτι Ειδομεν παραδοξα σημερον.
  27. Και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι Λευιν καθημενον επι το τελωνιον, και ειπεν αυτω, Ακολουθει μοι.
  28. και καταλιπων παντα αναστας ηκολουθει αυτω.
  29. Και εποιησεν δοχην μεγαλην Λευις αυτω εν τη οικια αυτου και ην οχλος πολυς τελωνων και αλλων οι ησαν μετ αυτων κατακειμενοι.
  30. και εγογγυζον οι Φαρισαιοι και οι γραμματεις αυτων προς τους μαθητας αυτου λεγοντες, Δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε;
  31. και αποκριθεις ο Ιησους ειπεν προς αυτους, Ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου αλλα οι κακως εχοντες
  32. ουκ εληλυθα καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν.
  33. Οι δε ειπαν προς αυτον, Οι μαθηται Ιωαννου νηστευουσιν πυκνα και δεησεις ποιουνται, ομοιως και οι των Φαρισαιων, οι δε σοι εσθιουσιν και πινουσιν.
  34. ο δε Ιησους ειπεν προς αυτους, Μη δυνασθε τους υιους του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν ποιησαι νηστευσαι;
  35. ελευσονται δε ημεραι, και οταν απαρθη απ αυτων ο νυμφιος τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις.
  36. Ελεγεν δε και παραβολην προς αυτους οτι Ουδεις επιβλημα απο ιματιου καινου σχισας επιβαλλει επι ιματιον παλαιον ει δε μη γε, και το καινον σχισει και τω παλαιω ου συμφωνησει το επιβλημα το απο του καινου.
  37. και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη γε, ρηξει ο οινος ο νεος τους ασκους, και αυτος εκχυθησεται και οι ασκοι απολουνται
  38. αλλα οινον νεον εις ασκους καινους βλητεον.
  39. [και] ουδεις πιων παλαιον θελει νεον λεγει γαρ, Ο παλαιος χρηστος εστιν.

Chapter 6.

  1. Εγενετο δε εν σαββατω διαπορευεσθαι αυτον δια σποριμων, και ετιλλον οι μαθηται αυτου και ησθιον τους σταχυας ψωχοντες ταις χερσιν.
  2. τινες δε των Φαρισαιων ειπαν, Τι ποιειτε ο ουκ εξεστιν τοις σαββασιν;
  3. και αποκριθεις προς αυτους ειπεν ο Ιησους, Ουδε τουτο ανεγνωτε ο εποιησεν Δαυιδ οτε επεινασεν αυτος και οι μετ αυτου [οντες];
  4. [ως] εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως λαβων εφαγεν και εδωκεν τοις μετ αυτου, ους ουκ εξεστιν φαγειν ει μη μονους τους ιερεις;
  5. και ελεγεν αυτοις, Κυριος εστιν του σαββατου ο υιος του ανθρωπου.
  6. Εγενετο δε εν ετερω σαββατω εισελθειν αυτον εις την συναγωγην και διδασκειν και ην ανθρωπος εκει και η χειρ αυτου η δεξια ην ξηρα
  7. παρετηρουντο δε αυτον οι γραμματεις και οι Φαρισαιοι ει εν τω σαββατω θεραπευει, ινα ευρωσιν κατηγορειν αυτου.
  8. αυτος δε ηδει τους διαλογισμους αυτων, ειπεν δε τω ανδρι τω ξηραν εχοντι την χειρα, Εγειρε και στηθι εις το μεσον και αναστας εστη.
  9. ειπεν δε ο Ιησους προς αυτους, Επερωτω υμας, ει εξεστιν τω σαββατω αγαθοποιησαι η κακοποιησαι, ψυχην σωσαι η απολεσαι;
  10. και περιβλεψαμενος παντας αυτους ειπεν αυτω, Εκτεινον την χειρα σου. ο δε εποιησεν, και απεκατεσταθη η χειρ αυτου.
  11. αυτοι δε επλησθησαν ανοιας, και διελαλουν προς αλληλους τι αν ποιησαιεν τω Ιησου.
  12. Εγενετο δε εν ταις ημεραις ταυταις εξελθειν αυτον εις το ορος προσευξασθαι, και ην διανυκτερευων εν τη προσευχη του θεου.
  13. και οτε εγενετο ημερα, προσεφωνησεν τους μαθητας αυτου, και εκλεξαμενος απ αυτων δωδεκα, ους και αποστολους ωνομασεν,
  14. Σιμωνα, ον και ωνομασεν Πετρον, και Ανδρεαν τον αδελφον αυτου, και Ιακωβον και Ιωαννην και Φιλιππον και Βαρθολομαιον
  15. και Μαθθαιον και Θωμαν και Ιακωβον Αλφαιου και Σιμωνα τον καλουμενον Ζηλωτην
  16. και Ιουδαν Ιακωβου και Ιουδαν Ισκαριωθ, ος εγενετο προδοτης.
  17. Και καταβας μετ αυτων εστη επι τοπου πεδινου, και οχλος πολυς μαθητων αυτου, και πληθος πολυ του λαου απο πασης της Ιουδαιας και Ιερουσαλημ και της παραλιου Τυρου και Σιδωνος,
  18. οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων και οι ενοχλουμενοι απο πνευματων ακαθαρτων εθεραπευοντο.
  19. και πας ο οχλος εζητουν απτεσθαι αυτου, οτι δυναμις παρ αυτου εξηρχετο και ιατο παντας.
  20. Και αυτος επαρας τους οφθαλμους αυτου εις τους μαθητας αυτου ελεγεν, Μακαριοι οι πτωχοι, οτι υμετερα εστιν η βασιλεια του θεου.
  21. μακαριοι οι πεινωντες νυν, οτι χορτασθησεσθε. μακαριοι οι κλαιοντες νυν, οτι γελασετε.
  22. μακαριοι εστε οταν μισησωσιν υμας οι ανθρωποι, και οταν αφορισωσιν υμας και ονειδισωσιν και εκβαλωσιν το ονομα υμων ως πονηρον ενεκα του υιου του ανθρωπου
  23. χαρητε εν εκεινη τη ημερα και σκιρτησατε, ιδου γαρ ο μισθος υμων πολυς εν τω ουρανω κατα τα αυτα γαρ εποιουν τοις προφηταις οι πατερες αυτων.
  24. Πλην ουαι υμιν τοις πλουσιοις, οτι απεχετε την παρακλησιν υμων.
  25. ουαι υμιν, οι εμπεπλησμενοι νυν, οτι πεινασετε. ουαι, οι γελωντες νυν, οτι πενθησετε και κλαυσετε.
  26. ουαι οταν υμας καλως ειπωσιν παντες οι ανθρωποι, κατα τα αυτα γαρ εποιουν τοις ψευδοπροφηταις οι πατερες αυτων.
  27. Αλλα υμιν λεγω τοις ακουουσιν, αγαπατε τους εχθρους υμων, καλως ποιειτε τοις μισουσιν υμας,
  28. ευλογειτε τους καταρωμενους υμας, προσευχεσθε περι των επηρεαζοντων υμας.
  29. τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην, και απο του αιροντος σου το ιματιον και τον χιτωνα μη κωλυσης.
  30. παντι αιτουντι σε διδου, και απο του αιροντος τα σα μη απαιτει.
  31. και καθως θελετε ινα ποιωσιν υμιν οι ανθρωποι, ποιειτε αυτοις ομοιως.
  32. και ει αγαπατε τους αγαπωντας υμας, ποια υμιν χαρις εστιν; και γαρ οι αμαρτωλοι τους αγαπωντας αυτους αγαπωσιν.
  33. και [γαρ] εαν αγαθοποιητε τους αγαθοποιουντας υμας, ποια υμιν χαρις εστιν; και οι αμαρτωλοι το αυτο ποιουσιν.
  34. και εαν δανισητε παρ ων ελπιζετε λαβειν, ποια υμιν χαρις [εστιν]; και αμαρτωλοι αμαρτωλοις δανιζουσιν ινα απολαβωσιν τα ισα.
  35. πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανιζετε μηδεν απελπιζοντες και εσται ο μισθος υμων πολυς, και εσεσθε υιοι υψιστου, οτι αυτος χρηστος εστιν επι τους αχαριστους και πονηρους.
  36. Γινεσθε οικτιρμονες καθως [και] ο πατηρ υμων οικτιρμων εστιν.
  37. Και μη κρινετε, και ου μη κριθητε και μη καταδικαζετε, και ου μη καταδικασθητε. απολυετε, και απολυθησεσθε
  38. διδοτε, και δοθησεται υμιν μετρον καλον πεπιεσμενον σεσαλευμενον υπερεκχυννομενον δωσουσιν εις τον κολπον υμων ω γαρ μετρω μετρειτε αντιμετρηθησεται υμιν.
  39. Ειπεν δε και παραβολην αυτοις Μητι δυναται τυφλος τυφλον οδηγειν; ουχι αμφοτεροι εις βοθυνον εμπεσουνται;
  40. ουκ εστιν μαθητης υπερ τον διδασκαλον, κατηρτισμενος δε πας εσται ως ο διδασκαλος αυτου.
  41. Τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου, την δε δοκον την εν τω ιδιω οφθαλμω ου κατανοεις;
  42. πως δυνασαι λεγειν τω αδελφω σου, Αδελφε, αφες εκβαλω το καρφος το εν τω οφθαλμω σου, αυτος την εν τω οφθαλμω σου δοκον ου βλεπων; υποκριτα, εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου, και τοτε διαβλεψεις το καρφος το εν τω οφθαλμω του αδελφου σου εκβαλειν.
  43. Ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον, ουδε παλιν δενδρον σαπρον ποιουν καρπον καλον.
  44. εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται ου γαρ εξ ακανθων συλλεγουσιν συκα, ουδε εκ βατου σταφυλην τρυγωσιν.
  45. ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου της καρδιας προφερει το αγαθον, και ο πονηρος εκ του πονηρου προφερει το πονηρον εκ γαρ περισσευματος καρδιας λαλει το στομα αυτου.
  46. Τι δε με καλειτε, Κυριε κυριε, και ου ποιειτε α λεγω;
  47. πας ο ερχομενος προς με και ακουων μου των λογων και ποιων αυτους, υποδειξω υμιν τινι εστιν ομοιος
  48. ομοιος εστιν ανθρωπω οικοδομουντι οικιαν ος εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημμυρης δε γενομενης προσερηξεν ο ποταμος τη οικια εκεινη, και ουκ ισχυσεν σαλευσαι αυτην δια το καλως οικοδομησθαι αυτην.
  49. ο δε ακουσας και μη ποιησας ομοιος εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρις θεμελιου, η προσερηξεν ο ποταμος, και ευθυς συνεπεσεν, και εγενετο το ρηγμα της οικιας εκεινης μεγα.