Gospel of Luke.

Chapters 22-24.


Chapter 22.

  1. Ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα.
  2. και εζητουν οι αρχιερεις και οι γραμματεις το πως ανελωσιν αυτον, εφοβουντο γαρ τον λαον.
  3. Εισηλθεν δε Σατανας εις Ιουδαν τον καλουμενον Ισκαριωτην, οντα εκ του αριθμου των δωδεκα
  4. και απελθων συνελαλησεν τοις αρχιερευσιν και στρατηγοις το πως αυτοις παραδω αυτον.
  5. και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι.
  6. και εξωμολογησεν, και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοις.
  7. Ηλθεν δε η ημερα των αζυμων, [εν] η εδει θυεσθαι το πασχα.
  8. και απεστειλεν Πετρον και Ιωαννην ειπων, Πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν.
  9. οι δε ειπαν αυτω, Που θελεις ετοιμασωμεν;
  10. ο δε ειπεν αυτοις, Ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω εις την οικιαν εις ην εισπορευεται.
  11. και ερειτε τω οικοδεσποτη της οικιας, Λεγει σοι ο διδασκαλος, Που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω;
  12. κακεινος υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε.
  13. απελθοντες δε ευρον καθως ειρηκει αυτοις, και ητοιμασαν το πασχα.
  14. Και οτε εγενετο η ωρα, ανεπεσεν και οι αποστολοι συν αυτω.
  15. και ειπεν προς αυτους, Επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν
  16. λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εως οτου πληρωθη εν τη βασιλεια του θεου.
  17. και δεξαμενος ποτηριον ευχαριστησας ειπεν, Λαβετε τουτο και διαμερισατε εις εαυτους
  18. λεγω γαρ υμιν [οτι] ου μη πιω απο του νυν απο του γενηματος της αμπελου εως ου η βασιλεια του θεου ελθη.
  19. και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων, Τουτο εστιν το σωμα μου το υπερ υμων διδομενον τουτο ποιειτε εις την εμην αναμνησιν.
  20. και το ποτηριον ωσαυτως μετα το δειπνησαι, λεγων, Τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου, το υπερ υμων εκχυννομενον.
  21. πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης
  22. οτι ο υιος μεν του ανθρωπου κατα το ωρισμενον πορευεται, πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται.
  23. και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν.
  24. Εγενετο δε και φιλονεικια εν αυτοις, το τις αυτων δοκει ειναι μειζων.
  25. ο δε ειπεν αυτοις, Οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται.
  26. υμεις δε ουχ ουτως, αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος, και ο ηγουμενος ως ο διακονων.
  27. τις γαρ μειζων, ο ανακειμενος η ο διακονων; ουχι ο ανακειμενος; εγω δε εν μεσω υμων ειμι ως ο διακονων.
  28. υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου
  29. καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν
  30. ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου, και καθησεσθε επι θρονων τας δωδεκα φυλας κρινοντες του Ισραηλ.
  31. Σιμων Σιμων, ιδου ο Σατανας εξητησατο υμας του σινιασαι ως τον σιτον
  32. εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου και συ ποτε επιστρεψας στηρισον τους αδελφους σου.
  33. ο δε ειπεν αυτω, Κυριε, μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι.
  34. ο δε ειπεν, Λεγω σοι, Πετρε, ου φωνησει σημερον αλεκτωρ εως τρις με απαρνηση ειδεναι.
  35. Και ειπεν αυτοις, Οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων, μη τινος υστερησατε; οι δε ειπαν, Ουθενος.
  36. ειπεν δε αυτοις, Αλλα νυν ο εχων βαλλαντιον αρατω, ομοιως και πηραν, και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν.
  37. λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι, το Και μετα ανομων ελογισθη και γαρ το περι εμου τελος εχει.
  38. οι δε ειπαν, Κυριε, ιδου μαχαιραι ωδε δυο. ο δε ειπεν αυτοις, Ικανον εστιν.
  39. Και εξελθων επορευθη κατα το εθος εις το Ορος των Ελαιων ηκολουθησαν δε αυτω και οι μαθηται.
  40. γενομενος δε επι του τοπου ειπεν αυτοις, Προσευχεσθε μη εισελθειν εις πειρασμον.
  41. και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην, και θεις τα γονατα προσηυχετο
  42. λεγων, Πατερ, ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω.
  43. [ωφθη δε αυτω αγγελος απ ουρανου ενισχυων αυτον.
  44. και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντες επι την γην.]
  45. και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμενους αυτους απο της λυπης,
  46. και ειπεν αυτοις, Τι καθευδετε; ανασταντες προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον.
  47. Ετι αυτου λαλουντος ιδου οχλος, και ο λεγομενος Ιουδας εις των δωδεκα προηρχετο αυτους, και ηγγισεν τω Ιησου φιλησαι αυτον.
  48. Ιησους δε ειπεν αυτω, Ιουδα, φιληματι τον υιον του ανθρωπου παραδιδως;
  49. ιδοντες δε οι περι αυτον το εσομενον ειπαν, Κυριε, ει παταξομεν εν μαχαιρη;
  50. και επαταξεν εις τις εξ αυτων του αρχιερεως τον δουλον και αφειλεν το ους αυτου το δεξιον.
  51. αποκριθεις δε ο Ιησους ειπεν, Εατε εως τουτου και αψαμενος του ωτιου ιασατο αυτον.
  52. ειπεν δε Ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους, Ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων;
  53. καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους.
  54. Συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον εις την οικιαν του αρχιερεως ο δε Πετρος ηκολουθει μακροθεν.
  55. περιαψαντων δε πυρ εν μεσω της αυλης και συγκαθισαντων εκαθητο ο Πετρος μεσος αυτων.
  56. ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν, Και ουτος συν αυτω ην
  57. ο δε ηρνησατο λεγων, Ουκ οιδα αυτον, γυναι.
  58. και μετα βραχυ ετερος ιδων αυτον εφη, Και συ εξ αυτων ει ο δε Πετρος εφη, Ανθρωπε, ουκ ειμι.
  59. και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων, Επ αληθειας και ουτος μετ αυτου ην, και γαρ Γαλιλαιος εστιν
  60. ειπεν δε ο Πετρος, Ανθρωπε, ουκ οιδα ο λεγεις. και παραχρημα ετι λαλουντος αυτου εφωνησεν αλεκτωρ.
  61. και στραφεις ο κυριος ενεβλεψεν τω Πετρω, και υπεμνησθη ο Πετρος του ρηματος του κυριου ως ειπεν αυτω οτι Πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρις
  62. και εξελθων εξω εκλαυσεν πικρως.
  63. Και οι ανδρες οι συνεχοντες αυτον ενεπαιζον αυτω δεροντες,
  64. και περικαλυψαντες αυτον επηρωτων λεγοντες, Προφητευσον, τις εστιν ο παισας σε;
  65. και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον.
  66. Και ως εγενετο ημερα, συνηχθη το πρεσβυτεριον του λαου, αρχιερεις τε και γραμματεις, και απηγαγον αυτον εις το συνεδριον αυτων,
  67. λεγοντες, Ει συ ει ο Χριστος, ειπον ημιν. ειπεν δε αυτοις, Εαν υμιν ειπω ου μη πιστευσητε
  68. εαν δε ερωτησω ου μη αποκριθητε.
  69. απο του νυν δε εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου.
  70. ειπαν δε παντες, Συ ουν ει ο υιος του θεου; ο δε προς αυτους εφη, Υμεις λεγετε οτι εγω ειμι.
  71. οι δε ειπαν, Τι ετι εχομεν μαρτυριας χρειαν; αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου.

Chapter 23.

  1. Και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον Πιλατον.
  2. ηρξαντο δε κατηγορειν αυτου λεγοντες, Τουτον ευραμεν διαστρεφοντα το εθνος ημων και κωλυοντα φορους Καισαρι διδοναι και λεγοντα εαυτον Χριστον βασιλεα ειναι.
  3. ο δε Πιλατος ηρωτησεν αυτον λεγων, Συ ει ο βασιλευς των Ιουδαιων; ο δε αποκριθεις αυτω εφη, Συ λεγεις.
  4. ο δε Πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους, Ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω.
  5. οι δε επισχυον λεγοντες οτι Ανασειει τον λαον διδασκων καθ ολης της Ιουδαιας, και αρξαμενος απο της Γαλιλαιας εως ωδε.
  6. Πιλατος δε ακουσας επηρωτησεν ει ο ανθρωπος Γαλιλαιος εστιν
  7. και επιγνους οτι εκ της εξουσιας Ηρωδου εστιν ανεπεμψεν αυτον προς Ηρωδην, οντα και αυτον εν Ιεροσολυμοις εν ταυταις ταις ημεραις.
  8. ο δε Ηρωδης ιδων τον Ιησουν εχαρη λιαν, ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου, και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον.
  9. επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω.
  10. ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου.
  11. εξουθενησας δε αυτον [και] ο Ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω Πιλατω.
  12. εγενοντο δε φιλοι ο τε Ηρωδης και ο Πιλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς αυτους.
  13. Πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον
  14. ειπεν προς αυτους, Προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον, και ιδου εγω ενωπιον υμων ανακρινας ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου,
  15. αλλ ουδε Ηρωδης ανεπεμψεν γαρ αυτον προς ημας και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω.
  16. παιδευσας ουν αυτον απολυσω.
  17. ανεκραγον
  18. δε παμπληθει λεγοντες, Αιρε τουτον, απολυσον δε ημιν τον Βαραββαν
  19. οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεις εν τη φυλακη.
  20. παλιν δε ο Πιλατος προσεφωνησεν αυτοις, θελων απολυσαι τον Ιησουν
  21. οι δε επεφωνουν λεγοντες, Σταυρου, σταυρου αυτον.
  22. ο δε τριτον ειπεν προς αυτους, Τι γαρ κακον εποιησεν ουτος; ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω.
  23. οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι, και κατισχυον αι φωναι αυτων.
  24. και Πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων
  25. απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εις φυλακην ον ητουντο, τον δε Ιησουν παρεδωκεν τω θεληματι αυτων.
  26. Και ως απηγαγον αυτον, επιλαβομενοι Σιμωνα τινα Κυρηναιον ερχομενον απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του Ιησου.
  27. Ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι εκοπτοντο και εθρηνουν αυτον.
  28. στραφεις δε προς αυτας [ο] Ιησους ειπεν, Θυγατερες Ιερουσαλημ, μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων,
  29. οτι ιδου ερχονται ημεραι εν αις ερουσιν, Μακαριαι αι στειραι και αι κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθρεψαν.
  30. τοτε αρξονται λεγειν τοις ορεσιν, Πεσετε εφ ημας, και τοις βουνοις, Καλυψατε ημας
  31. οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν, εν τω ξηρω τι γενηται;
  32. Ηγοντο δε και ετεροι κακουργοι δυο συν αυτω αναιρεθηναι.
  33. και οτε ηλθον επι τον τοπον τον καλουμενον Κρανιον, εκει εσταυρωσαν αυτον και τους κακουργους, ον μεν εκ δεξιων ον δε εξ αριστερων.
  34. [ο δε Ιησους ελεγεν, Πατερ, αφες αυτοις, ου γαρ οιδασιν τι ποιουσιν.] διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρους.
  35. και ειστηκει ο λαος θεωρων. εξεμυκτηριζον δε και οι αρχοντες λεγοντες, Αλλους εσωσεν, σωσατω εαυτον, ει ουτος εστιν ο Χριστος του θεου ο εκλεκτος.
  36. ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι, οξος προσφεροντες αυτω
  37. και λεγοντες, Ει συ ει ο βασιλευς των Ιουδαιων, σωσον σεαυτον.
  38. ην δε και επιγραφη επ αυτω, Ο βασιλευς των Ιουδαιων ουτος.
  39. Εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων, Ουχι συ ει ο Χριστος; σωσον σεαυτον και ημας.
  40. αποκριθεις δε ο ετερος επιτιμων αυτω εφη, Ουδε φοβη συ τον θεον, οτι εν τω αυτω κριματι ει;
  41. και ημεις μεν δικαιως, αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν.
  42. και ελεγεν, Ιησου, μνησθητι μου οταν ελθης εις την βασιλειαν σου.
  43. και ειπεν αυτω, Αμην σοι λεγω, σημερον μετ εμου εση εν τω παραδεισω.
  44. Και ην ηδη ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης
  45. του ηλιου εκλιποντος, εσχισθη δε το καταπετασμα του ναου μεσον.
  46. και φωνησας φωνη μεγαλη ο Ιησους ειπεν, Πατερ, εις χειρας σου παρατιθεμαι το πνευμα μου τουτο δε ειπων εξεπνευσεν.
  47. Ιδων δε ο εκατονταρχης το γενομενον εδοξαζεν τον θεον λεγων, Οντως ο ανθρωπος ουτος δικαιος ην.
  48. και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην, θεωρησαντες τα γενομενα, τυπτοντες τα στηθη υπεστρεφον.
  49. ειστηκεισαν δε παντες οι γνωστοι αυτω απο μακροθεν, και γυναικες αι συνακολουθουσαι αυτω απο της Γαλιλαιας, ορωσαι ταυτα.
  50. Και ιδου ανηρ ονοματι Ιωσηφ βουλευτης υπαρχων [και] ανηρ αγαθος και δικαιος
  51. ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων απο Αριμαθαιας πολεως των Ιουδαιων, ος προσεδεχετο την βασιλειαν του θεου,
  52. ουτος προσελθων τω Πιλατω ητησατο το σωμα του Ιησου,
  53. και καθελων ενετυλιξεν αυτο σινδονι, και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδεις ουπω κειμενος.
  54. και ημερα ην παρασκευης, και σαββατον επεφωσκεν.
  55. Κατακολουθησασαι δε αι γυναικες, αιτινες ησαν συνεληλυθυιαι εκ της Γαλιλαιας αυτω, εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου,
  56. υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα. Και το μεν σαββατον ησυχασαν κατα την εντολην.

Chapter 24.

  1. τη δε μια των σαββατων ορθρου βαθεως επι το μνημα ηλθον φερουσαι α ητοιμασαν αρωματα.
  2. ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου,
  3. εισελθουσαι δε ουχ ευρον το σωμα του κυριου Ιησου.
  4. και εγενετο εν τω απορεισθαι αυτας περι τουτου και ιδου ανδρες δυο επεστησαν αυταις εν εσθητι αστραπτουση.
  5. εμφοβων δε γενομενων αυτων και κλινουσων τα προσωπα εις την γην ειπαν προς αυτας, Τι ζητειτε τον ζωντα μετα των νεκρων;
  6. ουκ εστιν ωδε, αλλα ηγερθη. μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη Γαλιλαια,
  7. λεγων τον υιον του ανθρωπου οτι δει παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι.
  8. και εμνησθησαν των ρηματων αυτου,
  9. και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις.
  10. ησαν δε η Μαγδαληνη Μαρια και Ιωαννα και Μαρια η Ιακωβου και αι λοιπαι συν αυταις ελεγον προς τους αποστολους ταυτα.
  11. και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα ταυτα, και ηπιστουν αυταις.
  12. Ο δε Πετρος αναστας εδραμεν επι το μνημειον, και παρακυψας βλεπει τα οθονια μονα και απηλθεν προς εαυτον θαυμαζων το γεγονος.
  13. Και ιδου δυο εξ αυτων εν αυτη τη ημερα ησαν πορευομενοι εις κωμην απεχουσαν σταδιους εξηκοντα απο Ιερουσαλημ, η ονομα Εμμαους,
  14. και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων.
  15. και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος Ιησους εγγισας συνεπορευετο αυτοις,
  16. οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον.
  17. ειπεν δε προς αυτους, Τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες; και εσταθησαν σκυθρωποι.
  18. αποκριθεις δε εις ονοματι Κλεοπας ειπεν προς αυτον, Συ μονος παροικεις Ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις;
  19. και ειπεν αυτοις, Ποια; οι δε ειπαν αυτω, Τα περι Ιησου του Ναζαρηνου, ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου,
  20. οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον.
  21. ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον Ισραηλ αλλα γε και συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο.
  22. αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριναι επι το μνημειον
  23. και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι, οι λεγουσιν αυτον ζην.
  24. και απηλθον τινες των συν ημιν επι το μνημειον, και ευρον ουτως καθως και αι γυναικες ειπον, αυτον δε ουκ ειδον.
  25. και αυτος ειπεν προς αυτους, ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται
  26. ουχι ταυτα εδει παθειν τον Χριστον και εισελθειν εις την δοξαν αυτου;
  27. και αρξαμενος απο Μωυσεως και απο παντων των προφητων διερμηνευσεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου.
  28. Και ηγγισαν εις την κωμην ου επορευοντο, και αυτος προσεποιησατο πορρωτερον πορευεσθαι.
  29. και παρεβιασαντο αυτον λεγοντες, Μεινον μεθ ημων, οτι προς εσπεραν εστιν και κεκλικεν ηδη η ημερα. και εισηλθεν του μειναι συν αυτοις.
  30. και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις
  31. αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων.
  32. και ειπαν προς αλληλους, Ουχι η καρδια ημων καιομενη ην [εν ημιν] ως ελαλει ημιν εν τη οδω, ως διηνοιγεν ημιν τας γραφας;
  33. και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις Ιερουσαλημ, και ευρον ηθροισμενους τους ενδεκα και τους συν αυτοις,
  34. λεγοντας οτι οντως ηγερθη ο κυριος και ωφθη Σιμωνι.
  35. και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου.
  36. Ταυτα δε αυτων λαλουντων αυτος εστη εν μεσω αυτων και λεγει αυτοις, Ειρηνη υμιν.
  37. πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν.
  38. και ειπεν αυτοις, Τι τεταραγμενοι εστε, και δια τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων;
  39. ιδετε τας χειρας μου και τους ποδας μου οτι εγω ειμι αυτος ψηλαφησατε με και ιδετε, οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα.
  40. και τουτο ειπων εδειξεν αυτοις τας χειρας και τους ποδας.
  41. ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις, Εχετε τι βρωσιμον ενθαδε;
  42. οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος
  43. και λαβων ενωπιον αυτων εφαγεν.
  44. Ειπεν δε προς αυτους, Ουτοι οι λογοι μου ους ελαλησα προς υμας ετι ων συν υμιν, οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω Μωυσεως και τοις προφηταις και ψαλμοις περι εμου.
  45. τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας.
  46. και ειπεν αυτοις οτι Ουτως γεγραπται παθειν τον Χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα,
  47. και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν εις αφεσιν αμαρτιων εις παντα τα εθνη αρξαμενοι απο Ιερουσαλημ
  48. υμεις μαρτυρες τουτων.
  49. και [ιδου] εγω αποστελλω την επαγγελιαν του πατρος μου εφ υμας υμεις δε καθισατε εν τη πολει εως ου ενδυσησθε εξ υψους δυναμιν.
  50. Εξηγαγεν δε αυτους [εξω] εως προς Βηθανιαν, και επαρας τας χειρας αυτου ευλογησεν αυτους.
  51. και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων και ανεφερετο εις τον ουρανον.
  52. και αυτοι προσκυνησαντες αυτον υπεστρεψαν εις Ιερουσαλημ μετα χαρας μεγαλης,
  53. και ησαν δια παντος εν τω ιερω ευλογουντες τον θεον.