Gospel of Luke.

Chapters 19-21.


Chapter 19.

  1. Και εισελθων διηρχετο την Ιεριχω.
  2. και ιδου ανηρ ονοματι καλουμενος Ζακχαιος, και αυτος ην αρχιτελωνης και αυτος πλουσιος.
  3. και εζητει ιδειν τον Ιησουν τις εστιν, και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην.
  4. και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον, οτι εκεινης ημελλεν διερχεσθαι.
  5. και ως ηλθεν επι τον τοπον, αναβλεψας ο Ιησους ειπεν προς αυτον, Ζακχαιε, σπευσας καταβηθι, σημερον γαρ εν τω οικω σου δει με μειναι.
  6. και σπευσας κατεβη, και υπεδεξατο αυτον χαιρων.
  7. και ιδοντες παντες διεγογγυζον λεγοντες οτι Παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι.
  8. σταθεις δε Ζακχαιος ειπεν προς τον κυριον, Ιδου τα ημισια μου των υπαρχοντων, κυριε, τοις πτωχοις διδωμι, και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν.
  9. ειπεν δε προς αυτον ο Ιησους οτι Σημερον σωτηρια τω οικω τουτω εγενετο, καθοτι και αυτος υιος Αβρααμ εστιν
  10. ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος.
  11. Ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι Ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι.
  12. ειπεν ουν, Ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι.
  13. καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους, Πραγματευσασθε εν ω ερχομαι.
  14. οι δε πολιται αυτου εμισουν αυτον, και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες, Ου θελομεν τουτον βασιλευσαι εφ ημας.
  15. Και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις δεδωκει το αργυριον, ινα γνοι τι διεπραγματευσαντο.
  16. παρεγενετο δε ο πρωτος λεγων, Κυριε, η μνα σου δεκα προσηργασατο μνας.
  17. και ειπεν αυτω, Ευγε, αγαθε δουλε, οτι εν ελαχιστω πιστος εγενου, ισθι εξουσιαν εχων επανω δεκα πολεων.
  18. και ηλθεν ο δευτερος λεγων, Η μνα σου, κυριε, εποιησεν πεντε μνας.
  19. ειπεν δε και τουτω, Και συ επανω γινου πεντε πολεων.
  20. και ο ετερος ηλθεν λεγων, Κυριε, ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω
  21. εφοβουμην γαρ σε, οτι ανθρωπος αυστηρος ει, αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας.
  22. λεγει αυτω, Εκ του στοματος σου κρινω σε, πονηρε δουλε. ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι, αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα;
  23. και δια τι ουκ εδωκας μου το αργυριον επι τραπεζαν; καγω ελθων συν τοκω αν αυτο επραξα.
  24. και τοις παρεστωσιν ειπεν, Αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι
  25. και ειπαν αυτω, Κυριε, εχει δεκα μνας
  26. λεγω υμιν οτι παντι τω εχοντι δοθησεται, απο δε του μη εχοντος και ο εχει αρθησεται.
  27. πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου.
  28. Και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις Ιεροσολυμα.
  29. Και εγενετο ως ηγγισεν εις Βηθφαγη και Βηθανια[ν] προς το ορος το καλουμενον Ελαιων, απεστειλεν δυο των μαθητων
  30. λεγων, Υπαγετε εις την κατεναντι κωμην, εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον, εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν, και λυσαντες αυτον αγαγετε.
  31. και εαν τις υμας ερωτα, Δια τι λυετε; ουτως ερειτε οτι Ο κυριος αυτου χρειαν εχει.
  32. απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις.
  33. λυοντων δε αυτων τον πωλον ειπαν οι κυριοι αυτου προς αυτους, Τι λυετε τον πωλον;
  34. οι δε ειπαν οτι Ο κυριος αυτου χρειαν εχει.
  35. και ηγαγον αυτον προς τον Ιησουν, και επιριψαντες αυτων τα ιματια επι τον πωλον επεβιβασαν τον Ιησουν.
  36. πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω.
  37. Εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του Ορους των Ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων,
  38. λεγοντες, Ευλογημενος ο ερχομενος ο βασιλευς εν ονοματι κυριου εν ουρανω ειρηνη και δοξα εν υψιστοις.
  39. και τινες των Φαρισαιων απο του οχλου ειπαν προς αυτον, Διδασκαλε, επιτιμησον τοις μαθηταις σου.
  40. και αποκριθεις ειπεν, Λεγω υμιν, εαν ουτοι σιωπησουσιν, οι λιθοι κραξουσιν.
  41. Και ως ηγγισεν, ιδων την πολιν εκλαυσεν επ αυτην,
  42. λεγων οτι Ει εγνως εν τη ημερα ταυτη και συ τα προς ειρηνην νυν δε εκρυβη απο οφθαλμων σου.
  43. οτι ηξουσιν ημεραι επι σε και παρεμβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν,
  44. και εδαφιουσιν σε και τα τεκνα σου εν σοι, και ουκ αφησουσιν λιθον επι λιθον εν σοι, ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου.
  45. Και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας,
  46. λεγων αυτοις, Γεγραπται, Και εσται ο οικος μου οικος προσευχης, υμεις δε αυτον εποιησατε σπηλαιον ληστων.
  47. Και ην διδασκων το καθ ημεραν εν τω ιερω. οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου
  48. και ουχ ευρισκον το τι ποιησωσιν, ο λαος γαρ απας εξεκρεματο αυτου ακουων.

Chapter 20.

  1. Και εγενετο εν μια των ημερων διδασκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι αρχιερεις και οι γραμματεις συν τοις πρεσβυτεροις,
  2. και ειπαν λεγοντες προς αυτον, Ειπον ημιν εν ποια εξουσια ταυτα ποιεις, η τις εστιν ο δους σοι την εξουσιαν ταυτην.
  3. αποκριθεις δε ειπεν προς αυτους, Ερωτησω υμας καγω λογον, και ειπατε μοι
  4. Το βαπτισμα Ιωαννου εξ ουρανου ην η εξ ανθρωπων;
  5. οι δε συνελογισαντο προς εαυτους λεγοντες οτι Εαν ειπωμεν, Εξ ουρανου, ερει, Δια τι ουκ επιστευσατε αυτω;
  6. εαν δε ειπωμεν, Εξ ανθρωπων, ο λαος απας καταλιθασει ημας, πεπεισμενος γαρ εστιν Ιωαννην προφητην ειναι.
  7. και απεκριθησαν μη ειδεναι ποθεν.
  8. και ο Ιησους ειπεν αυτοις, Ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.
  9. Ηρξατο δε προς τον λαον λεγειν την παραβολην ταυτην Ανθρωπος [τις] εφυτευσεν αμπελωνα, και εξεδετο αυτον γεωργοις, και απεδημησεν χρονους ικανους.
  10. και καιρω απεστειλεν προς τους γεωργους δουλον, ινα απο του καρπου του αμπελωνος δωσουσιν αυτω οι δε γεωργοι εξαπεστειλαν αυτον δειραντες κενον.
  11. και προσεθετο ετερον πεμψαι δουλον οι δε κακεινον δειραντες και ατιμασαντες εξαπεστειλαν κενον.
  12. και προσεθετο τριτον πεμψαι οι δε και τουτον τραυματισαντες εξεβαλον.
  13. ειπεν δε ο κυριος του αμπελωνος, Τι ποιησω; πεμψω τον υιον μου τον αγαπητον ισως τουτον εντραπησονται.
  14. ιδοντες δε αυτον οι γεωργοι διελογιζοντο προς αλληλους λεγοντες, Ουτος εστιν ο κληρονομος αποκτεινωμεν αυτον, ινα ημων γενηται η κληρονομια.
  15. και εκβαλοντες αυτον εξω του αμπελωνος απεκτειναν. τι ουν ποιησει αυτοις ο κυριος του αμπελωνος;
  16. ελευσεται και απολεσει τους γεωργους τουτους, και δωσει τον αμπελωνα αλλοις. ακουσαντες δε ειπαν, Μη γενοιτο.
  17. ο δε εμβλεψας αυτοις ειπεν, Τι ουν εστιν το γεγραμμενον τουτο Λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας;
  18. πας ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση, λικμησει αυτον.
  19. Και εζητησαν οι γραμματεις και οι αρχιερεις επιβαλειν επ αυτον τας χειρας εν αυτη τη ωρα, και εφοβηθησαν τον λαον εγνωσαν γαρ οτι προς αυτους ειπεν την παραβολην ταυτην.
  20. Και παρατηρησαντες απεστειλαν εγκαθετους υποκρινομενους εαυτους δικαιους ειναι, ινα επιλαβωνται αυτου λογου, ωστε παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονος.
  21. και επηρωτησαν αυτον λεγοντες, Διδασκαλε, οιδαμεν οτι ορθως λεγεις και διδασκεις και ου λαμβανεις προσωπον, αλλ επ αληθειας την οδον του θεου διδασκεις
  22. εξεστιν ημας Καισαρι φορον δουναι η ου;
  23. κατανοησας δε αυτων την πανουργιαν ειπεν προς αυτους,
  24. Δειξατε μοι δηναριον τινος εχει εικονα και επιγραφην; οι δε ειπαν, Καισαρος.
  25. ο δε ειπεν προς αυτους, Τοινυν αποδοτε τα Καισαρος Καισαρι και τα του θεου τω θεω.
  26. και ουκ ισχυσαν επιλαβεσθαι αυτου ρηματος εναντιον του λαου, και θαυμασαντες επι τη αποκρισει αυτου εσιγησαν.
  27. Προσελθοντες δε τινες των Σαδδουκαιων, οι [αντι]λεγοντες αναστασιν μη ειναι, επηρωτησαν αυτον
  28. λεγοντες, Διδασκαλε, Μωυσης εγραψεν ημιν, εαν τινος αδελφος αποθανη εχων γυναικα, και ουτος ατεκνος η, ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου.
  29. επτα ουν αδελφοι ησαν και ο πρωτος λαβων γυναικα απεθανεν ατεκνος
  30. και ο δευτερος
  31. και ο τριτος ελαβεν αυτην, ωσαυτως δε και οι επτα ου κατελιπον τεκνα και απεθανον.
  32. υστερον και η γυνη απεθανεν.
  33. η γυνη ουν εν τη αναστασει τινος αυτων γινεται γυνη; οι γαρ επτα εσχον αυτην γυναικα.
  34. και ειπεν αυτοις ο Ιησους, Οι υιοι του αιωνος τουτου γαμουσιν και γαμισκονται,
  35. οι δε καταξιωθεντες του αιωνος εκεινου τυχειν και της αναστασεως της εκ νεκρων ουτε γαμουσιν ουτε γαμιζονται
  36. ουδε γαρ αποθανειν ετι δυνανται, ισαγγελοι γαρ εισιν, και υιοι εισιν θεου, της αναστασεως υιοι οντες.
  37. οτι δε εγειρονται οι νεκροι και Μωυσης εμηνυσεν επι της βατου, ως λεγει κυριον τον θεον Αβρααμ και θεον Ισαακ και θεον Ιακωβ
  38. θεος δε ουκ εστιν νεκρων αλλα ζωντων, παντες γαρ αυτω ζωσιν.
  39. αποκριθεντες δε τινες των γραμματεων ειπαν, Διδασκαλε, καλως ειπας
  40. ουκετι γαρ ετολμων επερωταν αυτον ουδεν.
  41. Ειπεν δε προς αυτους, Πως λεγουσιν τον Χριστον ειναι Δαυιδ υιον;
  42. αυτος γαρ Δαυιδ λεγει εν βιβλω ψαλμων, Ειπεν κυριος τω κυριω μου, Καθου εκ δεξιων μου
  43. εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
  44. Δαυιδ ουν κυριον αυτον καλει, και πως αυτου υιος εστιν;
  45. Ακουοντος δε παντος του λαου ειπεν τοις μαθηταις [αυτου],
  46. Προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαις και φιλουντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις,
  47. οι κατεσθιουσιν τας οικιας των χηρων και προφασει μακρα προσευχονται ουτοι λημψονται περισσοτερον κριμα.

Chapter 21.

  1. Αναβλεψας δε ειδεν τους βαλλοντας εις το γαζοφυλακιον τα δωρα αυτων πλουσιους.
  2. ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει λεπτα δυο,
  3. και ειπεν, Αληθως λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν
  4. παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα, αυτη δε εκ του υστερηματος αυτης παντα τον βιον ον ειχεν εβαλεν.
  5. Και τινων λεγοντων περι του ιερου, οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται, ειπεν,
  6. Ταυτα α θεωρειτε, ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται.
  7. Επηρωτησαν δε αυτον λεγοντες, Διδασκαλε, ποτε ουν ταυτα εσται, και τι το σημειον οταν μελλη ταυτα γινεσθαι;
  8. ο δε ειπεν, Βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες, Εγω ειμι και, Ο καιρος ηγγικεν μη πορευθητε οπισω αυτων.
  9. οταν δε ακουσητε πολεμους και ακαταστασιας, μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον, αλλ ουκ ευθεως το τελος.
  10. Τοτε ελεγεν αυτοις, Εγερθησεται εθνος επ εθνος και βασιλεια επι βασιλειαν,
  11. σεισμοι τε μεγαλοι και κατα τοπους λιμοι και λοιμοι εσονται, φοβητρα τε και απ ουρανου σημεια μεγαλα εσται.
  12. προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν, παραδιδοντες εις τας συναγωγας και φυλακας, απαγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου
  13. αποβησεται υμιν εις μαρτυριον.
  14. θετε ουν εν ταις καρδιαις υμων μη προμελεταν απολογηθηναι,
  15. εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντιστηναι η αντειπειν απαντες οι αντικειμενοι υμιν.
  16. παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων, και θανατωσουσιν εξ υμων,
  17. και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου.
  18. και θριξ εκ της κεφαλης υμων ου μη αποληται.
  19. εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων.
  20. Οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων Ιερουσαλημ, τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης.
  21. τοτε οι εν τη Ιουδαια φευγετωσαν εις τα ορη, και οι εν μεσω αυτης εκχωρειτωσαν, και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην,
  22. οτι ημεραι εκδικησεως αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα.
  23. ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω,
  24. και πεσουνται στοματι μαχαιρης και αιχμαλωτισθησονται εις τα εθνη παντα, και Ιερουσαλημ εσται πατουμενη υπο εθνων, αχρι ου πληρωθωσιν καιροι εθνων.
  25. Και εσονται σημεια εν ηλιω και σεληνη και αστροις, και επι της γης συνοχη εθνων εν απορια ηχους θαλασσης και σαλου,
  26. αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη, αι γαρ δυναμεις των ουρανων σαλευθησονται.
  27. και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης.
  28. αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων, διοτι εγγιζει η απολυτρωσις υμων.
  29. Και ειπεν παραβολην αυτοις Ιδετε την συκην και παντα τα δενδρα
  30. οταν προβαλωσιν ηδη, βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν
  31. ουτως και υμεις, οταν ιδητε ταυτα γινομενα, γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου.
  32. αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα γενηται.
  33. ο ουρανος και η γη παρελευσονται, οι δε λογοι μου ου μη παρελευσονται.
  34. Προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις, και επιστη εφ υμας αιφνιδιος η ημερα εκεινη
  35. ως παγις. επεισελευσεται γαρ επι παντας τους καθημενους επι προσωπον πασης της γης.
  36. αγρυπνειτε δε εν παντι καιρω δεομενοι ινα κατισχυσητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι, και σταθηναι εμπροσθεν του υιου του ανθρωπου.
  37. Ην δε τας ημερας εν τω ιερω διδασκων, τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον Ελαιων
  38. και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου.