Gospel of Luke.

Chapters 16-18.


Chapter 16.

  1. Ελεγεν δε και προς τους μαθητας, Ανθρωπος τις ην πλουσιος ος ειχεν οικονομον, και ουτος διεβληθη αυτω ως διασκορπιζων τα υπαρχοντα αυτου.
  2. και φωνησας αυτον ειπεν αυτω, Τι τουτο ακουω περι σου; αποδος τον λογον της οικονομιας σου, ου γαρ δυνη ετι οικονομειν.
  3. ειπεν δε εν εαυτω ο οικονομος, Τι ποιησω, οτι ο κυριος μου αφαιρειται την οικονομιαν απ εμου; σκαπτειν ουκ ισχυω, επαιτειν αισχυνομαι.
  4. εγνων τι ποιησω, ινα οταν μετασταθω εκ της οικονομιας δεξωνται με εις τους οικους αυτων.
  5. και προσκαλεσαμενος ενα εκαστον των χρεοφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω, Ποσον οφειλεις τω κυριω μου;
  6. ο δε ειπεν, Εκατον βατους ελαιου. ο δε ειπεν αυτω, Δεξαι σου τα γραμματα και καθισας ταχεως γραψον πεντηκοντα.
  7. επειτα ετερω ειπεν, Συ δε ποσον οφειλεις; ο δε ειπεν, Εκατον κορους σιτου. λεγει αυτω, Δεξαι σου τα γραμματα και γραψον ογδοηκοντα.
  8. και επηνεσεν ο κυριος τον οικονομον της αδικιας οτι φρονιμως εποιησεν οτι οι υιοι του αιωνος τουτου φρονιμωτεροι υπερ τους υιους του φωτος εις την γενεαν την εαυτων εισιν.
  9. Και εγω υμιν λεγω, εαυτοις ποιησατε φιλους εκ του μαμωνα της αδικιας, ινα οταν εκλιπη δεξωνται υμας εις τας αιωνιους σκηνας.
  10. ο πιστος εν ελαχιστω και εν πολλω πιστος εστιν, και ο εν ελαχιστω αδικος και εν πολλω αδικος εστιν.
  11. ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε, το αληθινον τις υμιν πιστευσει;
  12. και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε, το υμετερον τις υμιν δωσει;
  13. Ουδεις οικετης δυναται δυσι κυριοις δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει, η ενος ανθεξεται και του ετερου καταφρονησει. ου δυνασθε θεω δουλευειν και μαμωνα.
  14. Ηκουον δε ταυτα παντα οι Φαρισαιοι φιλαργυροι υπαρχοντες, και εξεμυκτηριζον αυτον.
  15. και ειπεν αυτοις, Υμεις εστε οι δικαιουντες εαυτους ενωπιον των ανθρωπων, ο δε θεος γινωσκει τας καρδιας υμων οτι το εν ανθρωποις υψηλον βδελυγμα ενωπιον του θεου.
  16. Ο νομος και οι προφηται μεχρι Ιωαννου απο τοτε η βασιλεια του θεου ευαγγελιζεται και πας εις αυτην βιαζεται.
  17. Ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν.
  18. Πας ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει, και ο απολελυμενην απο ανδρος γαμων μοιχευει.
  19. Ανθρωπος δε τις ην πλουσιος, και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενος καθ ημεραν λαμπρως.
  20. πτωχος δε τις ονοματι Λαζαρος εβεβλητο προς τον πυλωνα αυτου ειλκωμενος
  21. και επιθυμων χορτασθηναι απο των πιπτοντων απο της τραπεζης του πλουσιου αλλα και οι κυνες ερχομενοι επελειχον τα ελκη αυτου.
  22. εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εις τον κολπον Αβρααμ απεθανεν δε και ο πλουσιος και εταφη.
  23. και εν τω αδη επαρας τους οφθαλμους αυτου, υπαρχων εν βασανοις, ορα Αβρααμ απο μακροθεν και Λαζαρον εν τοις κολποις αυτου.
  24. και αυτος φωνησας ειπεν, Πατερ Αβρααμ, ελεησον με και πεμψον Λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατος και καταψυξη την γλωσσαν μου, οτι οδυνωμαι εν τη φλογι ταυτη.
  25. ειπεν δε Αβρααμ, Τεκνον, μνησθητι οτι απελαβες τα αγαθα σου εν τη ζωη σου, και Λαζαρος ομοιως τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι.
  26. και εν πασι τουτοις μεταξυ ημων και υμων χασμα μεγα εστηρικται, οπως οι θελοντες διαβηναι ενθεν προς υμας μη δυνωνται, μηδε εκειθεν προς ημας διαπερωσιν.
  27. ειπεν δε, Ερωτω σε ουν, πατερ, ινα πεμψης αυτον εις τον οικον του πατρος μου,
  28. εχω γαρ πεντε αδελφους, οπως διαμαρτυρηται αυτοις, ινα μη και αυτοι ελθωσιν εις τον τοπον τουτον της βασανου.
  29. λεγει δε Αβρααμ, Εχουσι Μωυσεα και τους προφητας ακουσατωσαν αυτων.
  30. ο δε ειπεν, Ουχι, πατερ Αβρααμ, αλλ εαν τις απο νεκρων πορευθη προς αυτους μετανοησουσιν.
  31. ειπεν δε αυτω, Ει Μωυσεως και των προφητων ουκ ακουουσιν, ουδ εαν τις εκ νεκρων αναστη πεισθησονται.

Chapter 17.

  1. Ειπεν δε προς τους μαθητας αυτου, Ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν, πλην ουαι δι ου ερχεται
  2. λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα.
  3. προσεχετε εαυτοις. εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω, και εαν μετανοηση αφες αυτω
  4. και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων, Μετανοω, αφησεις αυτω.
  5. Και ειπαν οι αποστολοι τω κυριω, Προσθες ημιν πιστιν.
  6. ειπεν δε ο κυριος, Ει εχετε πιστιν ως κοκκον σιναπεως, ελεγετε αν τη συκαμινω [ταυτη], Εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν.
  7. Τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα, ος εισελθοντι εκ του αγρου ερει αυτω, Ευθεως παρελθων αναπεσε,
  8. αλλ ουχι ερει αυτω, Ετοιμασον τι δειπνησω, και περιζωσαμενος διακονει μοι εως φαγω και πιω, και μετα ταυτα φαγεσαι και πιεσαι συ;
  9. μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα;
  10. ουτως και υμεις, οταν ποιησητε παντα τα διαταχθεντα υμιν, λεγετε οτι Δουλοι αχρειοι εσμεν, ο ωφειλομεν ποιησαι πεποιηκαμεν.
  11. Και εγενετο εν τω πορευεσθαι εις Ιερουσαλημ και αυτος διηρχετο δια μεσον Σαμαρειας και Γαλιλαιας.
  12. και εισερχομενου αυτου εις τινα κωμην απηντησαν [αυτω] δεκα λεπροι ανδρες, οι εστησαν πορρωθεν,
  13. και αυτοι ηραν φωνην λεγοντες, Ιησου επιστατα, ελεησον ημας.
  14. και ιδων ειπεν αυτοις, Πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν. και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν.
  15. εις δε εξ αυτων, ιδων οτι ιαθη, υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον,
  16. και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην Σαμαριτης.
  17. αποκριθεις δε ο Ιησους ειπεν, Ουχι οι δεκα εκαθαρισθησαν; οι δε εννεα που;
  18. ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος;
  19. και ειπεν αυτω, Αναστας πορευου η πιστις σου σεσωκεν σε.
  20. Επερωτηθεις δε υπο των Φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν, Ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως,
  21. ουδε ερουσιν, Ιδου ωδε η, Εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν.
  22. Ειπεν δε προς τους μαθητας, Ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε.
  23. και ερουσιν υμιν, Ιδου εκει [η,] Ιδου ωδε μη απελθητε μηδε διωξητε.
  24. ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει, ουτως εσται ο υιος του ανθρωπου [εν τη ημερα αυτου].
  25. πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης.
  26. και καθως εγενετο εν ταις ημεραις Νωε, ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου
  27. ησθιον, επινον, εγαμουν, εγαμιζοντο, αχρι ης ημερας εισηλθεν Νωε εις την κιβωτον, και ηλθεν ο κατακλυσμος και απωλεσεν παντας.
  28. ομοιως καθως εγενετο εν ταις ημεραις Λωτ ησθιον, επινον, ηγοραζον, επωλουν, εφυτευον, ωκοδομουν
  29. η δε ημερα εξηλθεν Λωτ απο Σοδομων, εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν παντας.
  30. κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται.
  31. εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια, μη καταβατω αραι αυτα, και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω.
  32. μνημονευετε της γυναικος Λωτ.
  33. ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην, ος δ αν απολεση ζωογονησει αυτην.
  34. λεγω υμιν, ταυτη τη νυκτι εσονται δυο επι κλινης μιας, ο εις παραλημφθησεται και ο ετερος αφεθησεται
  35. εσονται δυο αληθουσαι επι το αυτο, η μια παραλημφθησεται η δε ετερα αφεθησεται.
  36. [δυο εν τω αγρω· εις παραλημφθησεται και ο ετερος αφεθησεται.]
  37. και αποκριθεντες λεγουσιν αυτω, Που, κυριε; ο δε ειπεν αυτοις, Οπου το σωμα, εκει και οι αετοι επισυναχθησονται.

Chapter 18.

  1. Ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν,
  2. λεγων, Κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος.
  3. χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα, Εκδικησον με απο του αντιδικου μου.
  4. και ουκ ηθελεν επι χρονον, μετα δε ταυτα ειπεν εν εαυτω, Ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι,
  5. δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην, ινα μη εις τελος ερχομενη υπωπιαζη με.
  6. Ειπεν δε ο κυριος, Ακουσατε τι ο κριτης της αδικιας λεγει
  7. ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος, και μακροθυμει επ αυτοις;
  8. λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει. πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης;
  9. Ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην
  10. Ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι, ο εις Φαρισαιος και ο ετερος τελωνης.
  11. ο Φαρισαιος σταθεις προς εαυτον ταυτα προσηυχετο, Ο θεος, ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων, αρπαγες, αδικοι, μοιχοι, η και ως ουτος ο τελωνης
  12. νηστευω δις του σαββατου, αποδεκατω παντα οσα κτωμαι.
  13. ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον, αλλ ετυπτεν το στηθος αυτου λεγων, Ο θεος, ιλασθητι μοι τω αμαρτωλω.
  14. λεγω υμιν, κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται, ο δε ταπεινων εαυτον υψωθησεται.
  15. Προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις.
  16. ο δε Ιησους προσεκαλεσατο αυτα λεγων, Αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα, των γαρ τοιουτων εστιν η βασιλεια του θεου.
  17. αμην λεγω υμιν, ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον, ου μη εισελθη εις αυτην.
  18. Και επηρωτησεν τις αυτον αρχων λεγων, Διδασκαλε αγαθε, τι ποιησας ζωην αιωνιον κληρονομησω;
  19. ειπεν δε αυτω ο Ιησους, Τι με λεγεις αγαθον; ουδεις αγαθος ει μη εις ο θεος.
  20. τας εντολας οιδας Μη μοιχευσης, Μη φονευσης, Μη κλεψης, Μη ψευδομαρτυρησης, Τιμα τον πατερα σου και την μητερα.
  21. ο δε ειπεν, Ταυτα παντα εφυλαξα εκ νεοτητος.
  22. ακουσας δε ο Ιησους ειπεν αυτω, Ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις, και εξεις θησαυρον εν [τοις] ουρανοις, και δευρο ακολουθει μοι.
  23. ο δε ακουσας ταυτα περιλυπος εγενηθη, ην γαρ πλουσιος σφοδρα.
  24. Ιδων δε αυτον ο Ιησους [περιλυπον γενομενον] ειπεν, Πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται
  25. ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν.
  26. ειπαν δε οι ακουσαντες, Και τις δυναται σωθηναι;
  27. ο δε ειπεν, Τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν.
  28. Ειπεν δε ο Πετρος, Ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι.
  29. ο δε ειπεν αυτοις, Αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου,
  30. ος ουχι μη [απο]λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον.
  31. Παραλαβων δε τους δωδεκα ειπεν προς αυτους, Ιδου αναβαινομεν εις Ιερουσαλημ, και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
  32. παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται,
  33. και μαστιγωσαντες αποκτενουσιν αυτον, και τη ημερα τη τριτη αναστησεται.
  34. και αυτοι ουδεν τουτων συνηκαν, και ην το ρημα τουτο κεκρυμμενον απ αυτων, και ουκ εγινωσκον τα λεγομενα.
  35. Εγενετο δε εν τω εγγιζειν αυτον εις Ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων.
  36. ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο
  37. απηγγειλαν δε αυτω οτι Ιησους ο Ναζωραιος παρερχεται.
  38. και εβοησεν λεγων, Ιησου, υιε Δαυιδ, ελεησον με.
  39. και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν, Υιε Δαυιδ, ελεησον με.
  40. σταθεις δε ο Ιησους εκελευσεν αυτον αχθηναι προς αυτον. εγγισαντος δε αυτου επηρωτησεν αυτον,
  41. Τι σοι θελεις ποιησω; ο δε ειπεν, Κυριε, ινα αναβλεψω.
  42. και ο Ιησους ειπεν αυτω, Αναβλεψον η πιστις σου σεσωκεν σε.
  43. και παραχρημα ανεβλεψεν, και ηκολουθει αυτω δοξαζων τον θεον. και πας ο λαος ιδων εδωκεν αινον τω θεω.