Gospel of Luke.

Chapters 13-15.


Chapter 13.

  1. Παρησαν δε τινες εν αυτω τω καιρω απαγγελλοντες αυτω περι των Γαλιλαιων ων το αιμα Πιλατος εμιξεν μετα των θυσιων αυτων.
  2. και αποκριθεις ειπεν αυτοις, Δοκειτε οτι οι Γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντας τους Γαλιλαιους εγενοντο, οτι ταυτα πεπονθασιν;
  3. ουχι, λεγω υμιν, αλλ εαν μη μετανοητε παντες ομοιως απολεισθε.
  4. η εκεινοι οι δεκαοκτω εφ ους επεσεν ο πυργος εν τω Σιλωαμ και απεκτεινεν αυτους, δοκειτε οτι αυτοι οφειλεται εγενοντο παρα παντας τους ανθρωπους τους κατοικουντας Ιερουσαλημ;
  5. ουχι, λεγω υμιν, αλλ εαν μη μετανοητε παντες ωσαυτως απολεισθε.
  6. Ελεγεν δε ταυτην την παραβολην Συκην ειχεν τις πεφυτευμενην εν τω αμπελωνι αυτου, και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν.
  7. ειπεν δε προς τον αμπελουργον, Ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω. εκκοψον [ουν] αυτην ινατι και την γην καταργει;
  8. ο δε αποκριθεις λεγει αυτω, Κυριε, αφες αυτην και τουτο το ετος, εως οτου σκαψω περι αυτην και βαλω κοπρια
  9. καν μεν ποιηση καρπον εις το μελλον ει δε μη γε, εκκοψεις αυτην.
  10. Ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν.
  11. και ιδου γυνη πνευμα εχουσα ασθενειας ετη δεκαοκτω, και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες.
  12. ιδων δε αυτην ο Ιησους προσεφωνησεν και ειπεν αυτη, Γυναι, απολελυσαι της ασθενειας σου,
  13. και επεθηκεν αυτη τας χειρας και παραχρημα ανωρθωθη, και εδοξαζεν τον θεον.
  14. αποκριθεις δε ο αρχισυναγωγος, αγανακτων οτι τω σαββατω εθεραπευσεν ο Ιησους, ελεγεν τω οχλω οτι Εξ ημεραι εισιν εν αις δει εργαζεσθαι εν αυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου.
  15. απεκριθη δε αυτω ο κυριος και ειπεν, Υποκριται, εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγαγων ποτιζει;
  16. ταυτην δε θυγατερα Αβρααμ ουσαν, ην εδησεν ο Σατανας ιδου δεκα και οκτω ετη, ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου;
  17. και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω, και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου.
  18. Ελεγεν ουν, Τινι ομοια εστιν η βασιλεια του θεου, και τινι ομοιωσω αυτην;
  19. ομοια εστιν κοκκω σιναπεως, ον λαβων ανθρωπος εβαλεν εις κηπον εαυτου, και ηυξησεν και εγενετο εις δενδρον, και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοις κλαδοις αυτου.
  20. Και παλιν ειπεν, Τινι ομοιωσω την βασιλειαν του θεου;
  21. ομοια εστιν ζυμη, ην λαβουσα γυνη [εν]εκρυψεν εις αλευρου σατα τρια εως ου εζυμωθη ολον.
  22. Και διεπορευετο κατα πολεις και κωμας διδασκων και πορειαν ποιουμενος εις Ιεροσολυμα.
  23. ειπεν δε τις αυτω, Κυριε, ει ολιγοι οι σωζομενοι; ο δε ειπεν προς αυτους,
  24. Αγωνιζεσθε εισελθειν δια της στενης θυρας, οτι πολλοι, λεγω υμιν, ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν.
  25. αφ ου αν εγερθη ο οικοδεσποτης και αποκλειση την θυραν, και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντες, Κυριε, ανοιξον ημιν και αποκριθεις ερει υμιν, Ουκ οιδα υμας ποθεν εστε.
  26. τοτε αρξεσθε λεγειν, Εφαγομεν ενωπιον σου και επιομεν, και εν ταις πλατειαις ημων εδιδαξας
  27. και ερει λεγων υμιν, Ουκ οιδα [υμας] ποθεν εστε αποστητε απ εμου, παντες εργαται αδικιας.
  28. εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων, οταν οψησθε Αβρααμ και Ισαακ και Ιακωβ και παντας τους προφητας εν τη βασιλεια του θεου, υμας δε εκβαλλομενους εξω.
  29. και ηξουσιν απο ανατολων και δυσμων και απο βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θεου.
  30. και ιδου εισιν εσχατοι οι εσονται πρωτοι, και εισιν πρωτοι οι εσονται εσχατοι.
  31. Εν αυτη τη ωρα προσηλθαν τινες Φαρισαιοι λεγοντες αυτω, Εξελθε και πορευου εντευθεν, οτι Ηρωδης θελει σε αποκτειναι.
  32. και ειπεν αυτοις, Πορευθεντες ειπατε τη αλωπεκι ταυτη, Ιδου εκβαλλω δαιμονια και ιασεις αποτελω σημερον και αυριον, και τη τριτη τελειουμαι.
  33. πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι, οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω Ιερουσαλημ.
  34. Ιερουσαλημ Ιερουσαλημ, η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην, ποσακις ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνις την εαυτης νοσσιαν υπο τας πτερυγας, και ουκ ηθελησατε.
  35. ιδου αφιεται υμιν ο οικος υμων. λεγω [δε] υμιν, ου μη ιδητε με εως [ηξει οτε] ειπητε, Ευλογημενος ο ερχομενος εν ονοματι κυριου.

Chapter 14.

  1. Και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων [των] Φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον.
  2. και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου.
  3. και αποκριθεις ο Ιησους ειπεν προς τους νομικους και Φαρισαιους λεγων, Εξεστιν τω σαββατω θεραπευσαι η ου;
  4. οι δε ησυχασαν. και επιλαβομενος ιασατο αυτον και απελυσεν.
  5. και προς αυτους ειπεν, Τινος υμων υιος η βους εις φρεαρ πεσειται, και ουκ ευθεως ανασπασει αυτον εν ημερα του σαββατου;
  6. και ουκ ισχυσαν ανταποκριθηναι προς ταυτα.
  7. Ελεγεν δε προς τους κεκλημενους παραβολην, επεχων πως τας πρωτοκλισιας εξελεγοντο, λεγων προς αυτους,
  8. Οταν κληθης υπο τινος εις γαμους, μη κατακλιθης εις την πρωτοκλισιαν, μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου,
  9. και ελθων ο σε και αυτον καλεσας ερει σοι, Δος τουτω τοπον, και τοτε αρξη μετα αισχυνης τον εσχατον τοπον κατεχειν.
  10. αλλ οταν κληθης πορευθεις αναπεσε εις τον εσχατον τοπον, ινα οταν ελθη ο κεκληκως σε ερει σοι, Φιλε, προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον παντων των συνανακειμενων σοι.
  11. οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται.
  12. Ελεγεν δε και τω κεκληκοτι αυτον, Οταν ποιης αριστον η δειπνον, μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους, μηποτε και αυτοι αντικαλεσωσιν σε και γενηται ανταποδομα σοι.
  13. αλλ οταν δοχην ποιης, καλει πτωχους, αναπειρους, χωλους, τυφλους
  14. και μακαριος εση, οτι ουκ εχουσιν ανταποδουναι σοι, ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων.
  15. Ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω, Μακαριος οστις φαγεται αρτον εν τη βασιλεια του θεου.
  16. ο δε ειπεν αυτω, Ανθρωπος τις εποιει δειπνον μεγα, και εκαλεσεν πολλους,
  17. και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις, Ερχεσθε, οτι ηδη ετοιμα εστιν.
  18. και ηρξαντο απο μιας παντες παραιτεισθαι. ο πρωτος ειπεν αυτω, Αγρον ηγορασα και εχω αναγκην εξελθων ιδειν αυτον ερωτω σε, εχε με παρητημενον.
  19. και ετερος ειπεν, Ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε, εχε με παρητημενον.
  20. και ετερος ειπεν, Γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν.
  21. και παραγενομενος ο δουλος απηγγειλεν τω κυριω αυτου ταυτα. τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου, Εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως, και τους πτωχους και αναπειρους και τυφλους και χωλους εισαγαγε ωδε.
  22. και ειπεν ο δουλος, Κυριε, γεγονεν ο επεταξας, και ετι τοπος εστιν.
  23. και ειπεν ο κυριος προς τον δουλον, Εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν, ινα γεμισθη μου ο οικος
  24. λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου.
  25. Συνεπορευοντο δε αυτω οχλοι πολλοι, και στραφεις ειπεν προς αυτους,
  26. Ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας, ετι τε και την ψυχην εαυτου, ου δυναται ειναι μου μαθητης.
  27. οστις ου βασταζει τον σταυρον εαυτου και ερχεται οπισω μου ου δυναται ειναι μου μαθητης.
  28. τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην, ει εχει εις απαρτισμον;
  29. ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουντες αρξωνται αυτω εμπαιζειν
  30. λεγοντες οτι Ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι.
  31. η τις βασιλευς πορευομενος ετερω βασιλει συμβαλειν εις πολεμον ουχι καθισας πρωτον βουλευσεται ει δυνατος εστιν εν δεκα χιλιασιν υπαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον;
  32. ει δε μη γε, ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα τα προς ειρηνην.
  33. ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται ειναι μου μαθητης.
  34. Καλον ουν το αλας εαν δε και το αλας μωρανθη, εν τινι αρτυθησεται;
  35. ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο. ο εχων ωτα ακουειν ακουετω.

Chapter 15.

  1. Ησαν δε αυτω εγγιζοντες παντες οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου.
  2. και διεγογγυζον οι τε Φαρισαιοι και οι γραμματεις λεγοντες οτι Ουτος αμαρτωλους προσδεχεται και συνεσθιει αυτοις.
  3. ειπεν δε προς αυτους την παραβολην ταυτην λεγων,
  4. Τις ανθρωπος εξ υμων εχων εκατον προβατα και απολεσας εξ αυτων εν ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλος εως ευρη αυτο;
  5. και ευρων επιτιθησιν επι τους ωμους αυτου χαιρων,
  6. και ελθων εις τον οικον συγκαλει τους φιλους και τους γειτονας λεγων αυτοις, Συγχαρητε μοι, οτι ευρον το προβατον μου το απολωλος.
  7. λεγω υμιν οτι ουτως χαρα εν τω ουρανω εσται επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοις οιτινες ου χρειαν εχουσιν μετανοιας.
  8. Η τις γυνη δραχμας εχουσα δεκα, εαν απολεση δραχμην μιαν, ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελως εως ου ευρη;
  9. και ευρουσα συγκαλει τας φιλας και γειτονας λεγουσα, Συγχαρητε μοι, οτι ευρον την δραχμην ην απωλεσα.
  10. ουτως, λεγω υμιν, γινεται χαρα ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι.
  11. Ειπεν δε, Ανθρωπος τις ειχεν δυο υιους.
  12. και ειπεν ο νεωτερος αυτων τω πατρι, Πατερ, δος μοι το επιβαλλον μερος της ουσιας. ο δε διειλεν αυτοις τον βιον.
  13. και μετ ου πολλας ημερας συναγαγων παντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν, και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτως.
  14. δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρα κατα την χωραν εκεινην, και αυτος ηρξατο υστερεισθαι.
  15. και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης, και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιρους
  16. και επεθυμει χορτασθηναι εκ των κερατιων ων ησθιον οι χοιροι, και ουδεις εδιδου αυτω.
  17. εις εαυτον δε ελθων εφη, Ποσοι μισθιοι του πατρος μου περισσευονται αρτων, εγω δε λιμω ωδε απολλυμαι.
  18. αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω, Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου,
  19. ουκετι ειμι αξιος κληθηναι υιος σου ποιησον με ως ενα των μισθιων σου.
  20. και αναστας ηλθεν προς τον πατερα εαυτου. ετι δε αυτου μακραν απεχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον.
  21. ειπεν δε ο υιος αυτω, Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, ουκετι ειμι αξιος κληθηναι υιος σου.
  22. ειπεν δε ο πατηρ προς τους δουλους αυτου, Ταχυ εξενεγκατε στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας,
  23. και φερετε τον μοσχον τον σιτευτον, θυσατε και φαγοντες ευφρανθωμεν,
  24. οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν, ην απολωλως και ευρεθη. και ηρξαντο ευφραινεσθαι.
  25. Ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω και ως ερχομενος ηγγισεν τη οικια, ηκουσεν συμφωνιας και χορων,
  26. και προσκαλεσαμενος ενα των παιδων επυνθανετο τι αν ειη ταυτα.
  27. ο δε ειπεν αυτω οτι Ο αδελφος σου ηκει, και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον, οτι υγιαινοντα αυτον απελαβεν.
  28. ωργισθη δε και ουκ ηθελεν εισελθειν. ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον.
  29. ο δε αποκριθεις ειπεν τω πατρι αυτου, Ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον, και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω
  30. οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν, εθυσας αυτω τον σιτευτον μοσχον.
  31. ο δε ειπεν αυτω, Τεκνον, συ παντοτε μετ εμου ει, και παντα τα εμα σα εστιν
  32. ευφρανθηναι δε και χαρηναι εδει, οτι ο αδελφος σου ουτος νεκρος ην και εζησεν, και απολωλως και ευρεθη.