Gospel of Luke.

Chapters 10-12.


Chapter 10.

  1. Μετα δε ταυτα ανεδειξεν ο κυριος ετερους εβδομηκοντα [δυο], και απεστειλεν αυτους ανα δυο [δυο] προ προσωπου αυτου εις πασαν πολιν και τοπον ου ημελλεν αυτος ερχεσθαι.
  2. ελεγεν δε προς αυτους, Ο μεν θερισμος πολυς, οι δε εργαται ολιγοι δεηθητε ουν του κυριου του θερισμου οπως εργατας εκβαλη εις τον θερισμον αυτου.
  3. υπαγετε ιδου αποστελλω υμας ως αρνας εν μεσω λυκων.
  4. μη βασταζετε βαλλαντιον, μη πηραν, μη υποδηματα, και μηδενα κατα την οδον ασπασησθε.
  5. εις ην δ αν εισελθητε οικιαν, πρωτον λεγετε, Ειρηνη τω οικω τουτω.
  6. και εαν εκει η υιος ειρηνης, επαναπαησεται επ αυτον η ειρηνη υμων ει δε μη γε, εφ υμας ανακαμψει.
  7. εν αυτη δε τη οικια μενετε, εσθιοντες και πινοντες τα παρ αυτων, αξιος γαρ ο εργατης του μισθου αυτου. μη μεταβαινετε εξ οικιας εις οικιαν.
  8. και εις ην αν πολιν εισερχησθε και δεχωνται υμας, εσθιετε τα παρατιθεμενα υμιν,
  9. και θεραπευετε τους εν αυτη ασθενεις, και λεγετε αυτοις, Ηγγικεν εφ υμας η βασιλεια του θεου.
  10. εις ην δ αν πολιν εισελθητε και μη δεχωνται υμας, εξελθοντες εις τας πλατειας αυτης ειπατε,
  11. Και τον κονιορτον τον κολληθεντα ημιν εκ της πολεως υμων εις τους ποδας απομασσομεθα υμιν πλην τουτο γινωσκετε οτι ηγγικεν η βασιλεια του θεου.
  12. λεγω υμιν οτι Σοδομοις εν τη ημερα εκεινη ανεκτοτερον εσται η τη πολει εκεινη.
  13. Ουαι σοι, Χοραζιν ουαι σοι, Βηθσαιδα οτι ει εν Τυρω και Σιδωνι εγενηθησαν αι δυναμεις αι γενομεναι εν υμιν, παλαι αν εν σακκω και σποδω καθημενοι μετενοησαν.
  14. πλην Τυρω και Σιδωνι ανεκτοτερον εσται εν τη κρισει η υμιν.
  15. και συ, Καφαρναουμ, μη εως ουρανου υψωθηση; εως του αδου καταβηση.
  16. Ο ακουων υμων εμου ακουει, και ο αθετων υμας εμε αθετει ο δε εμε αθετων αθετει τον αποστειλαντα με.
  17. Υπεστρεψαν δε οι εβδομηκοντα [δυο] μετα χαρας λεγοντες, Κυριε, και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου.
  18. ειπεν δε αυτοις, Εθεωρουν τον Σαταναν ως αστραπην εκ του ουρανου πεσοντα.
  19. ιδου δεδωκα υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων, και επι πασαν την δυναμιν του εχθρου, και ουδεν υμας ου μη αδικηση.
  20. πλην εν τουτω μη χαιρετε οτι τα πνευματα υμιν υποτασσεται, χαιρετε δε οτι τα ονοματα υμων εγγεγραπται εν τοις ουρανοις.
  21. Εν αυτη τη ωρα ηγαλλιασατο [εν] τω πνευματι τω αγιω και ειπεν, Εξομολογουμαι σοι, πατερ, κυριε του ουρανου και της γης, οτι απεκρυψας ταυτα απο σοφων και συνετων, και απεκαλυψας αυτα νηπιοις ναι, ο πατηρ, οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου.
  22. Παντα μοι παρεδοθη υπο του πατρος μου, και ουδεις γινωσκει τις εστιν ο υιος ει μη ο πατηρ, και τις εστιν ο πατηρ ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι.
  23. Και στραφεις προς τους μαθητας κατ ιδιαν ειπεν, Μακαριοι οι οφθαλμοι οι βλεποντες α βλεπετε.
  24. λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθελησαν ιδειν α υμεις βλεπετε και ουκ ειδαν, και ακουσαι α ακουετε και ουκ ηκουσαν.
  25. Και ιδου νομικος τις ανεστη εκπειραζων αυτον λεγων, Διδασκαλε, τι ποιησας ζωην αιωνιον κληρονομησω;
  26. ο δε ειπεν προς αυτον, Εν τω νομω τι γεγραπται; πως αναγινωσκεις;
  27. ο δε αποκριθεις ειπεν, Αγαπησεις κυριον τον θεον σου εξ ολης [της] καρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου, και τον πλησιον σου ως σεαυτον.
  28. ειπεν δε αυτω, Ορθως απεκριθης τουτο ποιει και ζηση.
  29. ο δε θελων δικαιωσαι εαυτον ειπεν προς τον Ιησουν, Και τις εστιν μου πλησιον;
  30. υπολαβων ο Ιησους ειπεν, Ανθρωπος τις κατεβαινεν απο Ιερουσαλημ εις Ιεριχω και λησταις περιεπεσεν, οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη.
  31. κατα συγκυριαν δε ιερευς τις κατεβαινεν εν τη οδω εκεινη, και ιδων αυτον αντιπαρηλθεν
  32. ομοιως δε και Λευιτης [γενομενος] κατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν.
  33. Σαμαριτης δε τις οδευων ηλθεν κατ αυτον και ιδων εσπλαγχνισθη,
  34. και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον, επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου.
  35. και επι την αυριον εκβαλων εδωκεν δυο δηναρια τω πανδοχει και ειπεν, Επιμεληθητι αυτου, και ο τι αν προσδαπανησης εγω εν τω επανερχεσθαι με αποδωσω σοι.
  36. τις τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντος εις τους ληστας;
  37. ο δε ειπεν, Ο ποιησας το ελεος μετ αυτου. ειπεν δε αυτω ο Ιησους, Πορευου και συ ποιει ομοιως.
  38. Εν δε τω πορευεσθαι αυτους αυτος εισηλθεν εις κωμην τινα γυνη δε τις ονοματι Μαρθα υπεδεξατο αυτον.
  39. και τηδε ην αδελφη καλουμενη Μαριαμ, [η] και παρακαθεσθεισα προς τους ποδας του κυριου ηκουεν τον λογον αυτου.
  40. η δε Μαρθα περιεσπατο περι πολλην διακονιαν επιστασα δε ειπεν, Κυριε, ου μελει σοι οτι η αδελφη μου μονην με κατελιπεν διακονειν; ειπε ουν αυτη ινα μοι συναντιλαβηται.
  41. αποκριθεις δε ειπεν αυτη ο κυριος, Μαρθα Μαρθα, μεριμνας και θορυβαζη περι πολλα,
  42. ενος δε εστιν χρεια Μαριαμ γαρ την αγαθην μεριδα εξελεξατο ητις ουκ αφαιρεθησεται αυτης.

Chapter 11.

  1. Και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον, ως επαυσατο, ειπεν τις των μαθητων αυτου προς αυτον, Κυριε, διδαξον ημας προσευχεσθαι, καθως και Ιωαννης εδιδαξεν τους μαθητας αυτου.
  2. ειπεν δε αυτοις, Οταν προσευχησθε, λεγετε, Πατερ, αγιασθητω το ονομα σου ελθετω η βασιλεια σου
  3. τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν
  4. και αφες ημιν τας αμαρτιας ημων, και γαρ αυτοι αφιομεν παντι οφειλοντι ημιν και μη εισενεγκης ημας εις πειρασμον.
  5. Και ειπεν προς αυτους, Τις εξ υμων εξει φιλον και πορευσεται προς αυτον μεσονυκτιου και ειπη αυτω, Φιλε, χρησον μοι τρεις αρτους,
  6. επειδη φιλος μου παρεγενετο εξ οδου προς με και ουκ εχω ο παραθησω αυτω
  7. κακεινος εσωθεν αποκριθεις ειπη, Μη μοι κοπους παρεχε ηδη η θυρα κεκλεισται, και τα παιδια μου μετ εμου εις την κοιτην εισιν ου δυναμαι αναστας δουναι σοι.
  8. λεγω υμιν, ει και ου δωσει αυτω αναστας δια το ειναι φιλον αυτου, δια γε την αναιδειαν αυτου εγερθεις δωσει αυτω οσων χρηζει.
  9. καγω υμιν λεγω, αιτειτε, και δοθησεται υμιν ζητειτε, και ευρησετε κρουετε, και ανοιγησεται υμιν.
  10. πας γαρ ο αιτων λαμβανει, και ο ζητων ευρισκει, και τω κρουοντι ανοιγ[ης]εται.
  11. τινα δε εξ υμων τον πατερα αιτησει ο υιος ιχθυν, και αντι ιχθυος οφιν αυτω επιδωσει;
  12. η και αιτησει ωον, επιδωσει αυτω σκορπιον;
  13. ει ουν υμεις πονηροι υπαρχοντες οιδατε δοματα αγαθα διδοναι τοις τεκνοις υμων, ποσω μαλλον ο πατηρ [ο] εξ ουρανου δωσει πνευμα αγιον τοις αιτουσιν αυτον.
  14. Και ην εκβαλλων δαιμονιον [,και αυτο ην] κωφον εγενετο δε του δαιμονιου εξελθοντος ελαλησεν ο κωφος. και εθαυμασαν οι οχλοι
  15. τινες δε εξ αυτων ειπον, Εν Βεελζεβουλ τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
  16. ετεροι δε πειραζοντες σημειον εξ ουρανου εζητουν παρ αυτου.
  17. αυτος δε ειδως αυτων τα διανοηματα ειπεν αυτοις, Πασα βασιλεια εφ εαυτην διαμερισθεισα ερημουται, και οικος επι οικον πιπτει.
  18. ει δε και ο Σατανας εφ εαυτον διεμερισθη, πως σταθησεται η βασιλεια αυτου; οτι λεγετε εν Βεελζεβουλ εκβαλλειν με τα δαιμονια.
  19. ει δε εγω εν Βεελζεβουλ εκβαλλω τα δαιμονια, οι υιοι υμων εν τινι εκβαλλουσιν; δια τουτο αυτοι υμων κριται εσονται.
  20. ει δε εν δακτυλω θεου [εγω] εκβαλλω τα δαιμονια, αρα εφθασεν εφ υμας η βασιλεια του θεου.
  21. οταν ο ισχυρος καθωπλισμενος φυλασση την εαυτου αυλην, εν ειρηνη εστιν τα υπαρχοντα αυτου
  22. επαν δε ισχυροτερος αυτου επελθων νικηση αυτον, την πανοπλιαν αυτου αιρει εφ η επεποιθει, και τα σκυλα αυτου διαδιδωσιν.
  23. ο μη ων μετ εμου κατ εμου εστιν, και ο μη συναγων μετ εμου σκορπιζει.
  24. Οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου, διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν, και μη ευρισκον, [τοτε] λεγει, Υποστρεψω εις τον οικον μου οθεν εξηλθον
  25. και ελθον ευρισκει σεσαρωμενον και κεκοσμημενον.
  26. τοτε πορευεται και παραλαμβανει ετερα πνευματα πονηροτερα εαυτου επτα, και εισελθοντα κατοικει εκει, και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων.
  27. Εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τις φωνην γυνη εκ του οχλου ειπεν αυτω, Μακαρια η κοιλια η βαστασασα σε και μαστοι ους εθηλασας.
  28. αυτος δε ειπεν, Μενουν μακαριοι οι ακουοντες τον λογον του θεου και φυλασσοντες.
  29. Των δε οχλων επαθροιζομενων ηρξατο λεγειν, Η γενεα αυτη γενεα πονηρα εστιν σημειον ζητει, και σημειον ου δοθησεται αυτη ει μη το σημειον Ιωνα.
  30. καθως γαρ εγενετο Ιωνας τοις Νινευιταις σημειον, ουτως εσται και ο υιος του ανθρωπου τη γενεα ταυτη.
  31. βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων της γενεας ταυτης και κατακρινει αυτους οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν Σολομωνος, και ιδου πλειον Σολομωνος ωδε.
  32. ανδρες Νινευιται αναστησονται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινουσιν αυτην οτι μετενοησαν εις το κηρυγμα Ιωνα, και ιδου πλειον Ιωνα ωδε.
  33. Ουδεις λυχνον αψας εις κρυπτην τιθησιν [ουδε υπο τον μοδιον] αλλ επι την λυχνιαν, ινα οι εισπορευομενοι το φως βλεπωσιν.
  34. ο λυχνος του σωματος εστιν ο οφθαλμος σου. οταν ο οφθαλμος σου απλους η, και ολον το σωμα σου φωτεινον εστιν επαν δε πονηρος η, και το σωμα σου σκοτεινον.
  35. σκοπει ουν μη το φως το εν σοι σκοτος εστιν.
  36. ει ουν το σωμα σου ολον φωτεινον, μη εχον μερος τι σκοτεινον, εσται φωτεινον ολον ως οταν ο λυχνος τη αστραπη φωτιζη σε.
  37. Εν δε τω λαλησαι ερωτα αυτον Φαρισαιος οπως αριστηση παρ αυτω εισελθων δε ανεπεσεν.
  38. ο δε Φαρισαιος ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου.
  39. ειπεν δε ο κυριος προς αυτον, Νυν υμεις οι Φαρισαιοι το εξωθεν του ποτηριου και του πινακος καθαριζετε, το δε εσωθεν υμων γεμει αρπαγης και πονηριας.
  40. αφρονες, ουχ ο ποιησας το εξωθεν και το εσωθεν εποιησεν;
  41. πλην τα ενοντα δοτε ελεημοσυνην, και ιδου παντα καθαρα υμιν εστιν.
  42. αλλα ουαι υμιν τοις Φαρισαιοις, οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον, και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα δε εδει ποιησαι κακεινα μη παρειναι.
  43. ουαι υμιν τοις Φαρισαιοις, οτι αγαπατε την πρωτοκαθεδριαν εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις.
  44. ουαι υμιν, οτι εστε ως τα μνημεια τα αδηλα, και οι ανθρωποι [οι] περιπατουντες επανω ουκ οιδασιν.
  45. Αποκριθεις δε τις των νομικων λεγει αυτω, Διδασκαλε, ταυτα λεγων και ημας υβριζεις.
  46. ο δε ειπεν, Και υμιν τοις νομικοις ουαι, οτι φορτιζετε τους ανθρωπους φορτια δυσβαστακτα, και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοις φορτιοις.
  47. ουαι υμιν, οτι οικοδομειτε τα μνημεια των προφητων, οι δε πατερες υμων απεκτειναν αυτους.
  48. αρα μαρτυρες εστε και συνευδοκειτε τοις εργοις των πατερων υμων, οτι αυτοι μεν απεκτειναν αυτους υμεις δε οικοδομειτε.
  49. δια τουτο και η σοφια του θεου ειπεν, Αποστελω εις αυτους προφητας και αποστολους, και εξ αυτων αποκτενουσιν και διωξουσιν,
  50. ινα εκζητηθη το αιμα παντων των προφητων το εκκεχυμενον απο καταβολης κοσμου απο της γενεας ταυτης,
  51. απο αιματος Αβελ εως αιματος Ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι, λεγω υμιν, εκζητηθησεται απο της γενεας ταυτης.
  52. ουαι υμιν τοις νομικοις, οτι ηρατε την κλειδα της γνωσεως αυτοι ουκ εισηλθατε και τους εισερχομενους εκωλυσατε.
  53. Κακειθεν εξελθοντος αυτου ηρξαντο οι γραμματεις και οι Φαρισαιοι δεινως ενεχειν και αποστοματιζειν αυτον περι πλειονων,
  54. ενεδρευοντες αυτον θηρευσαι τι εκ του στοματος αυτου.

Chapter 12.

  1. Εν οις επισυναχθεισων των μυριαδων του οχλου, ωστε καταπατειν αλληλους, ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον, Προσεχετε εαυτοις απο της ζυμης, ητις εστιν υποκρισις, των Φαρισαιων.
  2. ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται, και κρυπτον ο ου γνωσθησεται.
  3. ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται, και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων.
  4. Λεγω δε υμιν τοις φιλοις μου, μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι.
  5. υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν ναι, λεγω υμιν, τουτον φοβηθητε.
  6. ουχι πεντε στρουθια πωλουνται ασσαριων δυο; και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου.
  7. αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται. μη φοβεισθε πολλων στρουθιων διαφερετε.
  8. Λεγω δε υμιν, πας ος αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων, και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου
  9. ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου.
  10. και πας ος ερει λογον εις τον υιον του ανθρωπου, αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται.
  11. οταν δε εισφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας, μη μεριμνησητε πως η τι απολογησησθε η τι ειπητε
  12. το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν.
  13. Ειπεν δε τις εκ του οχλου αυτω, Διδασκαλε, ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν.
  14. ο δε ειπεν αυτω, Ανθρωπε, τις με κατεστησεν κριτην η μεριστην εφ υμας;
  15. ειπεν δε προς αυτους, Ορατε και φυλασσεσθε απο πασης πλεονεξιας, οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω.
  16. Ειπεν δε παραβολην προς αυτους λεγων, Ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα.
  17. και διελογιζετο εν εαυτω λεγων, Τι ποιησω, οτι ουκ εχω που συναξω τους καρπους μου;
  18. και ειπεν, Τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω, και συναξω εκει παντα τον σιτον και τα αγαθα μου,
  19. και ερω τη ψυχη μου, Ψυχη, εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου, φαγε, πιε, ευφραινου.
  20. ειπεν δε αυτω ο θεος, Αφρων, ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας, τινι εσται;
  21. ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων.
  22. Ειπεν δε προς τους μαθητας [αυτου], Δια τουτο λεγω υμιν, μη μεριμνατε τη ψυχη τι φαγητε, μηδε τω σωματι τι ενδυσησθε.
  23. η γαρ ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος.
  24. κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν, οις ουκ εστιν ταμειον ουδε αποθηκη, και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων.
  25. τις δε εξ υμων μεριμνων δυναται επι την ηλικιαν αυτου προσθειναι πηχυν;
  26. ει ουν ουδε ελαχιστον δυνασθε, τι περι των λοιπων μεριμνατε;
  27. κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν, ουδε Σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων.
  28. ει δε εν αγρω τον χορτον οντα σημερον και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεζει, ποσω μαλλον υμας, ολιγοπιστοι.
  29. και υμεις μη ζητειτε τι φαγητε και τι πιητε, και μη μετεωριζεσθε
  30. ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων.
  31. πλην ζητειτε την βασιλειαν αυτου, και ταυτα προστεθησεται υμιν.
  32. Μη φοβου, το μικρον ποιμνιον, οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν.
  33. Πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα, θησαυρον ανεκλειπτον εν τοις ουρανοις, οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει
  34. οπου γαρ εστιν ο θησαυρος υμων, εκει και η καρδια υμων εσται.
  35. Εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι,
  36. και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων, ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω.
  37. μακαριοι οι δουλοι εκεινοι, ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις.
  38. καν εν τη δευτερα καν εν τη τριτη φυλακη ελθη και ευρη ουτως, μακαριοι εισιν εκεινοι.
  39. τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται, ουκ αν αφηκεν διορυχθηναι τον οικον αυτου.
  40. και υμεις γινεσθε ετοιμοι, οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται.
  41. Ειπεν δε ο Πετρος, Κυριε, προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας;
  42. και ειπεν ο κυριος, Τις αρα εστιν ο πιστος οικονομος ο φρονιμος, ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω [το] σιτομετριον;
  43. μακαριος ο δουλος εκεινος, ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως
  44. αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον.
  45. εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου, Χρονιζει ο κυριος μου ερχεσθαι, και αρξηται τυπτειν τους παιδας και τας παιδισκας, εσθιειν τε και πινειν και μεθυσκεσθαι,
  46. ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει, και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει.
  47. εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου αυτου και μη ετοιμασας η ποιησας προς το θελημα αυτου δαρησεται πολλας
  48. ο δε μη γνους, ποιησας δε αξια πληγων, δαρησεται ολιγας. παντι δε ω εδοθη πολυ, πολυ ζητηθησεται παρ αυτου, και ω παρεθεντο πολυ, περισσοτερον αιτησουσιν αυτον.
  49. Πυρ ηλθον βαλειν επι την γην, και τι θελω ει ηδη ανηφθη.
  50. βαπτισμα δε εχω βαπτισθηναι, και πως συνεχομαι εως οτου τελεσθη.
  51. δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη; ουχι, λεγω υμιν, αλλ η διαμερισμον.
  52. εσονται γαρ απο του νυν πεντε εν ενι οικω διαμεμερισμενοι, τρεις επι δυσιν και δυο επι τρισιν,
  53. διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι, μητηρ επι την θυγατερα και θυγατηρ επι την μητερα, πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν.
  54. Ελεγεν δε και τοις οχλοις, Οταν ιδητε [την] νεφελην ανατελλουσαν επι δυσμων, ευθεως λεγετε οτι Ομβρος ερχεται, και γινεται ουτως
  55. και οταν νοτον πνεοντα, λεγετε οτι Καυσων εσται, και γινεται.
  56. υποκριται, το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν, τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμαζειν;
  57. Τι δε και αφ εαυτων ου κρινετε το δικαιον;
  58. ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα, εν τη οδω δος εργασιαν απηλλαχθαι απ αυτου, μηποτε κατασυρη σε προς τον κριτην, και ο κριτης σε παραδωσει τω πρακτορι, και ο πρακτωρ σε βαλει εις φυλακην.
  59. λεγω σοι, ου μη εξελθης εκειθεν εως και το εσχατον λεπτον αποδως.