Gospel of Luke.

Chapters 1-3.


Chapter 1.

  1. Επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων,
  2. καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου,
  3. εδοξε καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι, κρατιστε Θεοφιλε,
  4. ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν.
  5. Εγενετο εν ταις ημεραις Ηρωδου βασιλεως της Ιουδαιας ιερευς τις ονοματι Ζαχαριας εξ εφημεριας Αβια, και γυνη αυτω εκ των θυγατερων Ααρων, και το ονομα αυτης Ελισαβετ.
  6. ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου, πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι.
  7. και ουκ ην αυτοις τεκνον, καθοτι ην η Ελισαβετ στειρα, και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν.
  8. Εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου,
  9. κατα το εθος της ιερατειας ελαχε του θυμιασαι εισελθων εις τον ναον του κυριου,
  10. και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος
  11. ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος.
  12. και εταραχθη Ζαχαριας ιδων, και φοβος επεπεσεν επ αυτον.
  13. ειπεν δε προς αυτον ο αγγελος, Μη φοβου, Ζαχαρια, διοτι εισηκουσθη η δεησις σου, και η γυνη σου Ελισαβετ γεννησει υιον σοι, και καλεσεις το ονομα αυτου Ιωαννην.
  14. και εσται χαρα σοι και αγαλλιασις, και πολλοι επι τη γενεσει αυτου χαρησονται
  15. εσται γαρ μεγας ενωπιον [του] κυριου, και οινον και σικερα ου μη πιη, και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου,
  16. και πολλους των υιων Ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων.
  17. και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει Ηλιου, επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων, ετοιμασαι κυριω λαον κατεσκευασμενον.
  18. Και ειπεν Ζαχαριας προς τον αγγελον, Κατα τι γνωσομαι τουτο; εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης.
  19. και αποκριθεις ο αγγελος ειπεν αυτω, Εγω ειμι Γαβριηλ ο παρεστηκως ενωπιον του θεου, και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα
  20. και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα, ανθ ων ουκ επιστευσας τοις λογοις μου, οιτινες πληρωθησονται εις τον καιρον αυτων.
  21. Και ην ο λαος προσδοκων τον Ζαχαριαν, και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον.
  22. εξελθων δε ουκ εδυνατο λαλησαι αυτοις, και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις, και διεμενεν κωφος.
  23. και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου.
  24. Μετα δε ταυτας τας ημερας συνελαβεν Ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε, λεγουσα
  25. οτι Ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις επειδεν αφελειν ονειδος μου εν ανθρωποις.
  26. Εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος Γαβριηλ απο του θεου εις πολιν της Γαλιλαιας η ονομα Ναζαρεθ
  27. προς παρθενον εμνηστευμενην ανδρι ω ονομα Ιωσηφ εξ οικου Δαυιδ, και το ονομα της παρθενου Μαριαμ.
  28. και εισελθων προς αυτην ειπεν, Χαιρε, κεχαριτωμενη, ο κυριος μετα σου.
  29. η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος.
  30. και ειπεν ο αγγελος αυτη, Μη φοβου, Μαριαμ, ευρες γαρ χαριν παρα τω θεω
  31. και ιδου συλλημψη εν γαστρι και τεξη υιον, και καλεσεις το ονομα αυτου Ιησουν.
  32. ουτος εσται μεγας και υιος υψιστου κληθησεται, και δωσει αυτω κυριος ο θεος τον θρονον Δαυιδ του πατρος αυτου,
  33. και βασιλευσει επι τον οικον Ιακωβ εις τους αιωνας, και της βασιλειας αυτου ουκ εσται τελος.
  34. ειπεν δε Μαριαμ προς τον αγγελον, Πως εσται τουτο, επει ανδρα ου γινωσκω;
  35. και αποκριθεις ο αγγελος ειπεν αυτη, Πνευμα αγιον επελευσεται επι σε, και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται, υιος θεου.
  36. και ιδου Ελισαβετ η συγγενις σου και αυτη συνειληφεν υιον εν γηρει αυτης, και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα
  37. οτι ουκ αδυνατησει παρα του θεου παν ρημα.
  38. ειπεν δε Μαριαμ, Ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου. και απηλθεν απ αυτης ο αγγελος.
  39. Αναστασα δε Μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν Ιουδα,
  40. και εισηλθεν εις τον οικον Ζαχαριου και ησπασατο την Ελισαβετ.
  41. και εγενετο ως ηκουσεν τον ασπασμον της Μαριας η Ελισαβετ, εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης, και επλησθη πνευματος αγιου η Ελισαβετ,
  42. και ανεφωνησεν κραυγη μεγαλη και ειπεν, Ευλογημενη συ εν γυναιξιν, και ευλογημενος ο καρπος της κοιλιας σου.
  43. και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς εμε;
  44. ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου, εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου.
  45. και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου.
  46. Και ειπεν Μαριαμ, Μεγαλυνει η ψυχη μου τον κυριον,
  47. και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου,
  48. οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου. ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
  49. οτι εποιησεν μοι μεγαλα ο δυνατος, και αγιον το ονομα αυτου,
  50. και το ελεος αυτου εις γενεας και γενεας τοις φοβουμενοις αυτον.
  51. Εποιησεν κρατος εν βραχιονι αυτου, διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων
  52. καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους,
  53. πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους.
  54. αντελαβετο Ισραηλ παιδος αυτου, μνησθηναι ελεους,
  55. καθως ελαλησεν προς τους πατερας ημων, τω Αβρααμ και τω σπερματι αυτου εις τον αιωνα.
  56. Εμεινεν δε Μαριαμ συν αυτη ως μηνας τρεις, και υπεστρεψεν εις τον οικον αυτης.
  57. Τη δε Ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην, και εγεννησεν υιον.
  58. και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης, και συνεχαιρον αυτη.
  59. Και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον, και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου Ζαχαριαν.
  60. και αποκριθεισα η μητηρ αυτου ειπεν, Ουχι, αλλα κληθησεται Ιωαννης.
  61. και ειπαν προς αυτην οτι Ουδεις εστιν εκ της συγγενειας σου ος καλειται τω ονοματι τουτω.
  62. ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο.
  63. και αιτησας πινακιδιον εγραψεν λεγων, Ιωαννης εστιν ονομα αυτου. και εθαυμασαν παντες.
  64. ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου, και ελαλει ευλογων τον θεον.
  65. και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους, και εν ολη τη ορεινη της Ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα,
  66. και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων, λεγοντες, Τι αρα το παιδιον τουτο εσται; και γαρ χειρ κυριου ην μετ αυτου.
  67. Και Ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και επροφητευσεν λεγων,
  68. Ευλογητος κυριος ο θεος του Ισραηλ, οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου,
  69. και ηγειρεν κερας σωτηριας ημιν εν οικω Δαυιδ παιδος αυτου,
  70. καθως ελαλησεν δια στοματος των αγιων απ αιωνος προφητων αυτου,
  71. σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας
  72. ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου,
  73. ορκον ον ωμοσεν προς Αβρααμ τον πατερα ημων, του δουναι ημιν
  74. αφοβως εκ χειρος εχθρων ρυσθεντας λατρευειν αυτω
  75. εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαις ταις ημεραις ημων.
  76. Και συ δε, παιδιον, προφητης υψιστου κληθηση, προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδους αυτου,
  77. του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων,
  78. δια σπλαγχνα ελεους θεου ημων, εν οις επισκεψεται ημας ανατολη εξ υψους,
  79. επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις, του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης.
  80. Το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι, και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον Ισραηλ.

Chapter 2.

  1. Εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα Καισαρος Αυγουστου απογραφεσθαι πασαν την οικουμενην.
  2. αυτη απογραφη πρωτη εγενετο ηγεμονευοντος της Συριας Κυρηνιου.
  3. και επορευοντο παντες απογραφεσθαι, εκαστος εις την εαυτου πολιν.
  4. Ανεβη δε και Ιωσηφ απο της Γαλιλαιας εκ πολεως Ναζαρεθ εις την Ιουδαιαν εις πολιν Δαυιδ ητις καλειται Βηθλεεμ, δια το ειναι αυτον εξ οικου και πατριας Δαυιδ,
  5. απογραψασθαι συν Μαριαμ τη εμνηστευμενη αυτω, ουση εγκυω.
  6. εγενετο δε εν τω ειναι αυτους εκει επλησθησαν αι ημεραι του τεκειν αυτην,
  7. και ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν φατνη, διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι.
  8. Και ποιμενες ησαν εν τη χωρα τη αυτη αγραυλουντες και φυλασσοντες φυλακας της νυκτος επι την ποιμνην αυτων.
  9. και αγγελος κυριου επεστη αυτοις και δοξα κυριου περιελαμψεν αυτους, και εφοβηθησαν φοβον μεγαν.
  10. και ειπεν αυτοις ο αγγελος, Μη φοβεισθε, ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητις εσται παντι τω λαω,
  11. οτι ετεχθη υμιν σημερον σωτηρ ος εστιν Χριστος κυριος εν πολει Δαυιδ
  12. και τουτο υμιν το σημειον, ευρησετε βρεφος εσπαργανωμενον και κειμενον εν φατνη.
  13. και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατιας ουρανιου αινουντων τον θεον και λεγοντων,
  14. Δοξα εν υψιστοις θεω και επι γης ειρηνη εν ανθρωποις ευδοκιας.
  15. Και εγενετο ως απηλθον απ αυτων εις τον ουρανον οι αγγελοι, οι ποιμενες ελαλουν προς αλληλους, Διελθωμεν δη εως Βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονος ο ο κυριος εγνωρισεν ημιν.
  16. και ηλθαν σπευσαντες και ανευραν την τε Μαριαμ και τον Ιωσηφ και το βρεφος κειμενον εν τη φατνη
  17. ιδοντες δε εγνωρισαν περι του ρηματος του λαληθεντος αυτοις περι του παιδιου τουτου.
  18. και παντες οι ακουσαντες εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προς αυτους
  19. η δε Μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτης.
  20. και υπεστρεψαν οι ποιμενες δοξαζοντες και αινουντες τον θεον επι πασιν οις ηκουσαν και ειδον καθως ελαληθη προς αυτους.
  21. Και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον, και εκληθη το ονομα αυτου Ιησους, το κληθεν υπο του αγγελου προ του συλλημφθηναι αυτον εν τη κοιλια.
  22. Και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον Μωυσεως, ανηγαγον αυτον εις Ιεροσολυμα παραστησαι τω κυριω,
  23. καθως γεγραπται εν νομω κυριου οτι Παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται,
  24. και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυριου, ζευγος τρυγονων η δυο νοσσους περιστερων.
  25. Και ιδου ανθρωπος ην εν Ιερουσαλημ ω ονομα Συμεων, και ο ανθρωπος ουτος δικαιος και ευλαβης, προσδεχομενος παρακλησιν του Ισραηλ, και πνευμα ην αγιον επ αυτον
  26. και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν [η] αν ιδη τον Χριστον κυριου.
  27. και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον Ιησουν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου
  28. και αυτος εδεξατο αυτο εις τας αγκαλας και ευλογησεν τον θεον και ειπεν,
  29. Νυν απολυεις τον δουλον σου, δεσποτα, κατα το ρημα σου εν ειρηνη
  30. οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου
  31. ο ητοιμασας κατα προσωπον παντων των λαων,
  32. φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου Ισραηλ.
  33. και ην ο πατηρ αυτου και η μητηρ θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου.
  34. και ευλογησεν αυτους Συμεων και ειπεν προς Μαριαμ την μητερα αυτου, Ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω Ισραηλ και εις σημειον αντιλεγομενον
  35. {και σου [δε] αυτης την ψυχην διελευσεται ρομφαια}, οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι.
  36. Και ην Αννα προφητις, θυγατηρ Φανουηλ, εκ φυλης Ασηρ αυτη προβεβηκυια εν ημεραις πολλαις, ζησασα μετα ανδρος ετη επτα απο της παρθενιας αυτης,
  37. και αυτη χηρα εως ετων ογδοηκοντα τεσσαρων, η ουκ αφιστατο του ιερου νηστειαις και δεησεσιν λατρευουσα νυκτα και ημεραν.
  38. και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θεω και ελαλει περι αυτου πασιν τοις προσδεχομενοις λυτρωσιν Ιερουσαλημ.
  39. Και ως ετελεσαν παντα τα κατα τον νομον κυριου, επεστρεψαν εις την Γαλιλαιαν εις πολιν εαυτων Ναζαρεθ.
  40. Το δε παιδιον ηυξανεν και εκραταιουτο πληρουμενον σοφια, και χαρις θεου ην επ αυτο.
  41. Και επορευοντο οι γονεις αυτου κατ ετος εις Ιερουσαλημ τη εορτη του πασχα.
  42. και οτε εγενετο ετων δωδεκα, αναβαινοντων αυτων κατα το εθος της εορτης
  43. και τελειωσαντων τας ημερας, εν τω υποστρεφειν αυτους υπεμεινεν Ιησους ο παις εν Ιερουσαλημ, και ουκ εγνωσαν οι γονεις αυτου.
  44. νομισαντες δε αυτον ειναι εν τη συνοδια ηλθον ημερας οδον και ανεζητουν αυτον εν τοις συγγενευσιν και τοις γνωστοις,
  45. και μη ευροντες υπεστρεψαν εις Ιερουσαλημ αναζητουντες αυτον.
  46. και εγενετο μετα ημερας τρεις ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτους
  47. εξισταντο δε παντες οι ακουοντες αυτου επι τη συνεσει και ταις αποκρισεσιν αυτου.
  48. και ιδοντες αυτον εξεπλαγησαν, και ειπεν προς αυτον η μητηρ αυτου, Τεκνον, τι εποιησας ημιν ουτως; ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε.
  49. και ειπεν προς αυτους, Τι οτι εζητειτε με; ουκ ηδειτε οτι εν τοις του πατρος μου δει ειναι με;
  50. και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοις.
  51. και κατεβη μετ αυτων και ηλθεν εις Ναζαρεθ, και ην υποτασσομενος αυτοις. και η μητηρ αυτου διετηρει παντα τα ρηματα εν τη καρδια αυτης.
  52. Και Ιησους προεκοπτεν [εν τη] σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποις.

Chapter 3.

  1. Εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας Τιβεριου Καισαρος, ηγεμονευοντος Ποντιου Πιλατου της Ιουδαιας, και τετρααρχουντος της Γαλιλαιας Ηρωδου, Φιλιππου δε του αδελφου αυτου τετρααρχουντος της Ιτουραιας και Τραχωνιτιδος χωρας, και Λυσανιου της Αβιληνης τετρααρχουντος,
  2. επι αρχιερεως Αννα και Καιαφα, εγενετο ρημα θεου επι Ιωαννην τον Ζαχαριου υιον εν τη ερημω.
  3. και ηλθεν εις πασαν [την] περιχωρον του Ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων,
  4. ως γεγραπται εν βιβλω λογων Ησαιου του προφητου, Φωνη βοωντος εν τη ερημω, Ετοιμασατε την οδον κυριου, ευθειας ποιειτε τας τριβους αυτου.
  5. πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται, και εσται τα σκολια εις ευθειαν και αι τραχειαι εις οδους λειας
  6. και οψεται πασα σαρξ το σωτηριον του θεου.
  7. Ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου, Γεννηματα εχιδνων, τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης;
  8. ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις, Πατερα εχομεν τον Αβρααμ, λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω Αβρααμ.
  9. ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται.
  10. Και επηρωτων αυτον οι οχλοι λεγοντες, Τι ουν ποιησωμεν;
  11. αποκριθεις δε ελεγεν αυτοις, Ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι, και ο εχων βρωματα ομοιως ποιειτω.
  12. ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτον, Διδασκαλε, τι ποιησωμεν;
  13. ο δε ειπεν προς αυτους, Μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε.
  14. επηρωτων δε αυτον και στρατευομενοι λεγοντες, Τι ποιησωμεν και ημεις; και ειπεν αυτοις, Μηδενα διασεισητε μηδε συκοφαντησητε, και αρκεισθε τοις οψωνιοις υμων.
  15. Προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του Ιωαννου, μηποτε αυτος ειη ο Χριστος,
  16. απεκρινατο λεγων πασιν ο Ιωαννης, Εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου, ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι
  17. ου το πτυον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθηκην αυτου, το δε αχυρον κατακαυσει πυρι ασβεστω.
  18. Πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον
  19. ο δε Ηρωδης ο τετρααρχης, ελεγχομενος υπ αυτου περι Ηρωδιαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο Ηρωδης,
  20. προσεθηκεν και τουτο επι πασιν [και] κατεκλεισεν τον Ιωαννην εν φυλακη.
  21. Εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και Ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον
  22. και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον, και φωνην εξ ουρανου γενεσθαι, Συ ει ο υιος μου ο αγαπητος, εν σοι ευδοκησα.
  23. Και αυτος ην Ιησους αρχομενος ωσει ετων τριακοντα, ων υιος, ως ενομιζετο, Ιωσηφ του Ηλι
  24. του Μαθθατ του Λευι του Μελχι του Ιανναι του Ιωσηφ
  25. του Ματταθιου του Αμως του Ναουμ του Εσλι του Ναγγαι
  26. του Μααθ του Ματταθιου του Σεμειν του Ιωσηχ του Ιωδα
  27. του Ιωαναν του Ρησα του Ζοροβαβελ του Σαλαθιηλ του Νηρι
  28. του Μελχι του Αδδι του Κωσαμ του Ελμαδαμ του Ηρ
  29. του Ιησου του Ελιεζερ του Ιωριμ του Μαθθατ του Λευι
  30. του Συμεων του Ιουδα του Ιωσηφ του Ιωναμ του Ελιακιμ
  31. του Μελεα του Μεννα του Ματταθα του Ναθαμ του Δαυιδ
  32. του Ιεσσαι του Ιωβηδ του Βοος του Σαλα του Ναασσων
  33. του Αμιναδαβ του Αδμιν του Αρνι του Εσρωμ του Φαρες του Ιουδα
  34. του Ιακωβ του Ισαακ του Αβρααμ του Θαρα του Ναχωρ
  35. του Σερουχ του Ραγαυ του Φαλεκ του Εβερ του Σαλα
  36. του Καιναμ του Αρφαξαδ του Σημ του Νωε του Λαμεχ
  37. του Μαθουσαλα του Ενωχ του Ιαρετ του Μαλελεηλ του Καιναμ
  38. του Ενως του Σηθ του Αδαμ του θεου.