Gospel of John.

Chapters 9-12.


Chapter 9.

  1. Και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετης.
  2. και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες, Ραββι, τις ημαρτεν, ουτος η οι γονεις αυτου, ινα τυφλος γεννηθη;
  3. απεκριθη Ιησους, Ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου, αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω.
  4. ημας δει εργαζεσθαι τα εργα του πεμψαντος με εως ημερα εστιν ερχεται νυξ οτε ουδεις δυναται εργαζεσθαι.
  5. οταν εν τω κοσμω ω, φως ειμι του κοσμου.
  6. ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματος, και επεχρισεν αυτου τον πηλον επι τους οφθαλμους
  7. και ειπεν αυτω, Υπαγε νιψαι εις την κολυμβηθραν του Σιλωαμ ο ερμηνευεται Απεσταλμενος. απηλθεν ουν και ενιψατο, και ηλθεν βλεπων.
  8. Οι ουν γειτονες και οι θεωρουντες αυτον το προτερον οτι προσαιτης ην ελεγον, Ουχ ουτος εστιν ο καθημενος και προσαιτων;
  9. αλλοι ελεγον οτι Ουτος εστιν αλλοι ελεγον, Ουχι, αλλα ομοιος αυτω εστιν. εκεινος ελεγεν οτι Εγω ειμι.
  10. ελεγον ουν αυτω, Πως [ουν] ηνεωχθησαν σου οι οφθαλμοι;
  11. απεκριθη εκεινος, Ο ανθρωπος ο λεγομενος Ιησους πηλον εποιησεν και επεχρισεν μου τους οφθαλμους και ειπεν μοι οτι Υπαγε εις τον Σιλωαμ και νιψαι απελθων ουν και νιψαμενος ανεβλεψα.
  12. και ειπαν αυτω, Που εστιν εκεινος; λεγει, Ουκ οιδα.
  13. Αγουσιν αυτον προς τους Φαρισαιους τον ποτε τυφλον.
  14. ην δε σαββατον εν η ημερα τον πηλον εποιησεν ο Ιησους και ανεωξεν αυτου τους οφθαλμους.
  15. παλιν ουν ηρωτων αυτον και οι Φαρισαιοι πως ανεβλεψεν. ο δε ειπεν αυτοις, Πηλον επεθηκεν μου επι τους οφθαλμους, και ενιψαμην, και βλεπω.
  16. ελεγον ουν εκ των Φαρισαιων τινες, Ουκ εστιν ουτος παρα θεου ο ανθρωπος, οτι το σαββατον ου τηρει. αλλοι [δε] ελεγον, Πως δυναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν; και σχισμα ην εν αυτοις.
  17. λεγουσιν ουν τω τυφλω παλιν, Τι συ λεγεις περι αυτου, οτι ηνεωξεν σου τους οφθαλμους; ο δε ειπεν οτι Προφητης εστιν.
  18. Ουκ επιστευσαν ουν οι Ιουδαιοι περι αυτου οτι ην τυφλος και ανεβλεψεν, εως οτου εφωνησαν τους γονεις αυτου του αναβλεψαντος
  19. και ηρωτησαν αυτους λεγοντες, Ουτος εστιν ο υιος υμων, ον υμεις λεγετε οτι τυφλος εγεννηθη; πως ουν βλεπει αρτι;
  20. απεκριθησαν ουν οι γονεις αυτου και ειπαν, Οιδαμεν οτι ουτος εστιν ο υιος ημων και οτι τυφλος εγεννηθη
  21. πως δε νυν βλεπει ουκ οιδαμεν, η τις ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν αυτον ερωτησατε, ηλικιαν εχει, αυτος περι εαυτου λαλησει.
  22. ταυτα ειπαν οι γονεις αυτου οτι εφοβουντο τους Ιουδαιους, ηδη γαρ συνετεθειντο οι Ιουδαιοι ινα εαν τις αυτον ομολογηση Χριστον, αποσυναγωγος γενηται.
  23. δια τουτο οι γονεις αυτου ειπαν οτι Ηλικιαν εχει, αυτον επερωτησατε.
  24. Εφωνησαν ουν τον ανθρωπον εκ δευτερου ος ην τυφλος και ειπαν αυτω, Δος δοξαν τω θεω ημεις οιδαμεν οτι ουτος ο ανθρωπος αμαρτωλος εστιν.
  25. απεκριθη ουν εκεινος, Ει αμαρτωλος εστιν ουκ οιδα εν οιδα, οτι τυφλος ων αρτι βλεπω.
  26. ειπον ουν αυτω, Τι εποιησεν σοι; πως ηνοιξεν σου τους οφθαλμους;
  27. απεκριθη αυτοις, Ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν; μη και υμεις θελετε αυτου μαθηται γενεσθαι;
  28. και ελοιδορησαν αυτον και ειπον, Συ μαθητης ει εκεινου, ημεις δε του Μωυσεως εσμεν μαθηται
  29. ημεις οιδαμεν οτι Μωυσει λελαληκεν ο θεος, τουτον δε ουκ οιδαμεν ποθεν εστιν.
  30. απεκριθη ο ανθρωπος και ειπεν αυτοις, Εν τουτω γαρ το θαυμαστον εστιν οτι υμεις ουκ οιδατε ποθεν εστιν, και ηνοιξεν μου τους οφθαλμους.
  31. οιδαμεν οτι αμαρτωλων ο θεος ουκ ακουει, αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη τουτου ακουει.
  32. εκ του αιωνος ουκ ηκουσθη οτι ηνεωξεν τις οφθαλμους τυφλου γεγεννημενου
  33. ει μη ην ουτος παρα θεου, ουκ ηδυνατο ποιειν ουδεν.
  34. απεκριθησαν και ειπαν αυτω, Εν αμαρτιαις συ εγεννηθης ολος, και συ διδασκεις ημας; και εξεβαλον αυτον εξω.
  35. Ηκουσεν Ιησους οτι εξεβαλον αυτον εξω, και ευρων αυτον ειπεν, Συ πιστευεις εις τον υιον του ανθρωπου;
  36. απεκριθη εκεινος και ειπεν, Και τις εστιν, κυριε, ινα πιστευσω εις αυτον;
  37. ειπεν αυτω ο Ιησους, Και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν.
  38. ο δε εφη, Πιστευω, κυριε και προσεκυνησεν αυτω.
  39. και ειπεν ο Ιησους, Εις κριμα εγω εις τον κοσμον τουτον ηλθον, ινα οι μη βλεποντες βλεπωσιν και οι βλεποντες τυφλοι γενωνται.
  40. Ηκουσαν εκ των Φαρισαιων ταυτα οι μετ αυτου οντες, και ειπον αυτω, Μη και ημεις τυφλοι εσμεν;
  41. ειπεν αυτοις ο Ιησους, Ει τυφλοι ητε, ουκ αν ειχετε αμαρτιαν νυν δε λεγετε οτι Βλεπομεν η αμαρτια υμων μενει.

Chapter 10.

  1. Αμην αμην λεγω υμιν, ο μη εισερχομενος δια της θυρας εις την αυλην των προβατων αλλα αναβαινων αλλαχοθεν εκεινος κλεπτης εστιν και ληστης
  2. ο δε εισερχομενος δια της θυρας ποιμην εστιν των προβατων.
  3. τουτω ο θυρωρος ανοιγει, και τα προβατα της φωνης αυτου ακουει, και τα ιδια προβατα φωνει κατ ονομα και εξαγει αυτα.
  4. οταν τα ιδια παντα εκβαλη, εμπροσθεν αυτων πορευεται, και τα προβατα αυτω ακολουθει, οτι οιδασιν την φωνην αυτου
  5. αλλοτριω δε ου μη ακολουθησουσιν αλλα φευξονται απ αυτου, οτι ουκ οιδασιν των αλλοτριων την φωνην.
  6. Ταυτην την παροιμιαν ειπεν αυτοις ο Ιησους εκεινοι δε ουκ εγνωσαν τινα ην α ελαλει αυτοις.
  7. Ειπεν ουν παλιν ο Ιησους, Αμην αμην λεγω υμιν οτι εγω ειμι η θυρα των προβατων.
  8. παντες οσοι ηλθον [προ εμου] κλεπται εισιν και λησται αλλ ουκ ηκουσαν αυτων τα προβατα.
  9. εγω ειμι η θυρα δι εμου εαν τις εισελθη σωθησεται και εισελευσεται και εξελευσεται και νομην ευρησει.
  10. ο κλεπτης ουκ ερχεται ει μη ινα κλεψη και θυση και απολεση εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν.
  11. Εγω ειμι ο ποιμην ο καλος ο ποιμην ο καλος την ψυχην αυτου τιθησιν υπερ των προβατων
  12. ο μισθωτος και ουκ ων ποιμην, ου ουκ εστιν τα προβατα ιδια, θεωρει τον λυκον ερχομενον και αφιησιν τα προβατα και φευγει και ο λυκος αρπαζει αυτα και σκορπιζει
  13. οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων.
  14. Εγω ειμι ο ποιμην ο καλος, και γινωσκω τα εμα και γινωσκουσι με τα εμα,
  15. καθως γινωσκει με ο πατηρ καγω γινωσκω τον πατερα και την ψυχην μου τιθημι υπερ των προβατων.
  16. και αλλα προβατα εχω α ουκ εστιν εκ της αυλης ταυτης κακεινα δει με αγαγειν, και της φωνης μου ακουσουσιν, και γενησονται μια ποιμνη, εις ποιμην.
  17. δια τουτο με ο πατηρ αγαπα οτι εγω τιθημι την ψυχην μου, ινα παλιν λαβω αυτην.
  18. ουδεις αιρει αυτην απ εμου, αλλ εγω τιθημι αυτην απ εμαυτου. εξουσιαν εχω θειναι αυτην, και εξουσιαν εχω παλιν λαβειν αυτην ταυτην την εντολην ελαβον παρα του πατρος μου.
  19. Σχισμα παλιν εγενετο εν τοις Ιουδαιοις δια τους λογους τουτους.
  20. ελεγον δε πολλοι εξ αυτων, Δαιμονιον εχει και μαινεται τι αυτου ακουετε;
  21. αλλοι ελεγον, Ταυτα τα ρηματα ουκ εστιν δαιμονιζομενου μη δαιμονιον δυναται τυφλων οφθαλμους ανοιξαι;
  22. Εγενετο τοτε τα εγκαινια εν τοις Ιεροσολυμοις χειμων ην,
  23. και περιεπατει ο Ιησους εν τω ιερω εν τη στοα του Σολομωνος.
  24. εκυκλωσαν ουν αυτον οι Ιουδαιοι και ελεγον αυτω, Εως ποτε την ψυχην ημων αιρεις; ει συ ει ο Χριστος, ειπε ημιν παρρησια.
  25. απεκριθη αυτοις ο Ιησους, Ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου ταυτα μαρτυρει περι εμου
  26. αλλα υμεις ου πιστευετε, οτι ουκ εστε εκ των προβατων των εμων.
  27. τα προβατα τα εμα της φωνης μου ακουουσιν, καγω γινωσκω αυτα, και ακολουθουσιν μοι,
  28. καγω διδωμι αυτοις ζωην αιωνιον, και ου μη απολωνται εις τον αιωνα, και ουχ αρπασει τις αυτα εκ της χειρος μου.
  29. ο πατηρ μου ο δεδωκεν μοι παντων μειζον εστιν, και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος.
  30. εγω και ο πατηρ εν εσμεν.
  31. Εβαστασαν παλιν λιθους οι Ιουδαιοι ινα λιθασωσιν αυτον.
  32. απεκριθη αυτοις ο Ιησους, Πολλα εργα καλα εδειξα υμιν εκ του πατρος δια ποιον αυτων εργον εμε λιθαζετε;
  33. απεκριθησαν αυτω οι Ιουδαιοι, Περι καλου εργου ου λιθαζομεν σε αλλα περι βλασφημιας, και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεον.
  34. απεκριθη αυτοις [ο] Ιησους, Ουκ εστιν γεγραμμενον εν τω νομω υμων οτι Εγω ειπα, Θεοι εστε;
  35. ει εκεινους ειπεν θεους προς ους ο λογος του θεου εγενετο, και ου δυναται λυθηναι η γραφη,
  36. ον ο πατηρ ηγιασεν και απεστειλεν εις τον κοσμον υμεις λεγετε οτι Βλασφημεις, οτι ειπον, Υιος του θεου ειμι;
  37. ει ου ποιω τα εργα του πατρος μου, μη πιστευετε μοι
  38. ει δε ποιω, καν εμοι μη πιστευητε, τοις εργοις πιστευετε, ινα γνωτε και γινωσκητε οτι εν εμοι ο πατηρ καγω εν τω πατρι.
  39. Εζητουν [ουν] αυτον παλιν πιασαι και εξηλθεν εκ της χειρος αυτων.
  40. Και απηλθεν παλιν περαν του Ιορδανου εις τον τοπον οπου ην Ιωαννης το πρωτον βαπτιζων, και εμεινεν εκει.
  41. και πολλοι ηλθον προς αυτον και ελεγον οτι Ιωαννης μεν σημειον εποιησεν ουδεν, παντα δε οσα ειπεν Ιωαννης περι τουτου αληθη ην.
  42. και πολλοι επιστευσαν εις αυτον εκει.

Chapter 11.

  1. Ην δε τις ασθενων, Λαζαρος απο Βηθανιας, εκ της κωμης Μαριας και Μαρθας της αδελφης αυτης.
  2. ην δε Μαριαμ η αλειψασα τον κυριον μυρω και εκμαξασα τους ποδας αυτου ταις θριξιν αυτης, ης ο αδελφος Λαζαρος ησθενει.
  3. απεστειλαν ουν αι αδελφαι προς αυτον λεγουσαι, Κυριε, ιδε ον φιλεις ασθενει.
  4. ακουσας δε ο Ιησους ειπεν, Αυτη η ασθενεια ουκ εστιν προς θανατον αλλ υπερ της δοξης του θεου, ινα δοξασθη ο υιος του θεου δι αυτης.
  5. ηγαπα δε ο Ιησους την Μαρθαν και την αδελφην αυτης και τον Λαζαρον.
  6. ως ουν ηκουσεν οτι ασθενει, τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερας
  7. επειτα μετα τουτο λεγει τοις μαθηταις, Αγωμεν εις την Ιουδαιαν παλιν.
  8. λεγουσιν αυτω οι μαθηται, Ραββι, νυν εζητουν σε λιθασαι οι Ιουδαιοι, και παλιν υπαγεις εκει;
  9. απεκριθη Ιησους, Ουχι δωδεκα ωραι εισιν της ημερας; εαν τις περιπατη εν τη ημερα, ου προσκοπτει, οτι το φως του κοσμου τουτου βλεπει
  10. εαν δε τις περιπατη εν τη νυκτι, προσκοπτει, οτι το φως ουκ εστιν εν αυτω.
  11. ταυτα ειπεν, και μετα τουτο λεγει αυτοις, Λαζαρος ο φιλος ημων κεκοιμηται, αλλα πορευομαι ινα εξυπνισω αυτον.
  12. ειπαν ουν οι μαθηται αυτω, Κυριε, ει κεκοιμηται σωθησεται.
  13. ειρηκει δε ο Ιησους περι του θανατου αυτου. εκεινοι δε εδοξαν οτι περι της κοιμησεως του υπνου λεγει.
  14. τοτε ουν ειπεν αυτοις ο Ιησους παρρησια, Λαζαρος απεθανεν,
  15. και χαιρω δι υμας, ινα πιστευσητε, οτι ουκ ημην εκει αλλα αγωμεν προς αυτον.
  16. ειπεν ουν Θωμας ο λεγομενος Διδυμος τοις συμμαθηταις, Αγωμεν και ημεις ινα αποθανωμεν μετ αυτου.
  17. Ελθων ουν ο Ιησους ευρεν αυτον τεσσαρας ηδη ημερας εχοντα εν τω μνημειω.
  18. ην δε η Βηθανια εγγυς των Ιεροσολυμων ως απο σταδιων δεκαπεντε.
  19. πολλοι δε εκ των Ιουδαιων εληλυθεισαν προς την Μαρθαν και Μαριαμ ινα παραμυθησωνται αυτας περι του αδελφου.
  20. η ουν Μαρθα ως ηκουσεν οτι Ιησους ερχεται υπηντησεν αυτω Μαριαμ δε εν τω οικω εκαθεζετο.
  21. ειπεν ουν η Μαρθα προς τον Ιησουν, Κυριε, ει ης ωδε ουκ αν απεθανεν ο αδελφος μου
  22. [αλλα] και νυν οιδα οτι οσα αν αιτηση τον θεον δωσει σοι ο θεος.
  23. λεγει αυτη ο Ιησους, Αναστησεται ο αδελφος σου.
  24. λεγει αυτω η Μαρθα, Οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα.
  25. ειπεν αυτη ο Ιησους, Εγω ειμι η αναστασις και η ζωη ο πιστευων εις εμε καν αποθανη ζησεται,
  26. και πας ο ζων και πιστευων εις εμε ου μη αποθανη εις τον αιωνα πιστευεις τουτο;
  27. λεγει αυτω, Ναι, κυριε εγω πεπιστευκα οτι συ ει ο Χριστος ο υιος του θεου ο εις τον κοσμον ερχομενος.
  28. Και τουτο ειπουσα απηλθεν και εφωνησεν Μαριαμ την αδελφην αυτης λαθρα ειπουσα, Ο διδασκαλος παρεστιν και φωνει σε.
  29. εκεινη δε ως ηκουσεν ηγερθη ταχυ και ηρχετο προς αυτον
  30. ουπω δε εληλυθει ο Ιησους εις την κωμην, αλλ ην ετι εν τω τοπω οπου υπηντησεν αυτω η Μαρθα.
  31. οι ουν Ιουδαιοι οι οντες μετ αυτης εν τη οικια και παραμυθουμενοι αυτην, ιδοντες την Μαριαμ οτι ταχεως ανεστη και εξηλθεν, ηκολουθησαν αυτη, δοξαντες οτι υπαγει εις το μνημειον ινα κλαυση εκει.
  32. η ουν Μαριαμ ως ηλθεν οπου ην Ιησους ιδουσα αυτον επεσεν αυτου προς τους ποδας, λεγουσα αυτω, Κυριε, ει ης ωδε ουκ αν μου απεθανεν ο αδελφος.
  33. Ιησους ουν ως ειδεν αυτην κλαιουσαν και τους συνελθοντας αυτη Ιουδαιους κλαιοντας, ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον,
  34. και ειπεν, Που τεθεικατε αυτον; λεγουσιν αυτω, Κυριε, ερχου και ιδε.
  35. εδακρυσεν ο Ιησους.
  36. ελεγον ουν οι Ιουδαιοι, Ιδε πως εφιλει αυτον.
  37. τινες δε εξ αυτων ειπαν, Ουκ εδυνατο ουτος ο ανοιξας τους οφθαλμους του τυφλου ποιησαι ινα και ουτος μη αποθανη;
  38. Ιησους ουν παλιν εμβριμωμενος εν εαυτω ερχεται εις το μνημειον ην δε σπηλαιον, και λιθος επεκειτο επ αυτω.
  39. λεγει ο Ιησους, Αρατε τον λιθον. λεγει αυτω η αδελφη του τετελευτηκοτος Μαρθα, Κυριε, ηδη οζει, τεταρταιος γαρ εστιν.
  40. λεγει αυτη ο Ιησους, Ουκ ειπον σοι οτι εαν πιστευσης οψη την δοξαν του θεου;
  41. ηραν ουν τον λιθον. ο δε Ιησους ηρεν τους οφθαλμους ανω και ειπεν, Πατερ, ευχαριστω σοι οτι ηκουσας μου.
  42. εγω δε ηδειν οτι παντοτε μου ακουεις αλλα δια τον οχλον τον περιεστωτα ειπον, ινα πιστευσωσιν οτι συ με απεστειλας.
  43. και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν, Λαζαρε, δευρο εξω.
  44. εξηλθεν ο τεθνηκως δεδεμενος τους ποδας και τας χειρας κειριαις, και η οψις αυτου σουδαριω περιεδεδετο. λεγει αυτοις ο Ιησους, Λυσατε αυτον και αφετε αυτον υπαγειν.
  45. Πολλοι ουν εκ των Ιουδαιων, οι ελθοντες προς την Μαριαμ και θεασαμενοι α εποιησεν, επιστευσαν εις αυτον
  46. τινες δε εξ αυτων απηλθον προς τους Φαρισαιους και ειπαν αυτοις α εποιησεν Ιησους.
  47. συνηγαγον ουν οι αρχιερεις και οι Φαρισαιοι συνεδριον, και ελεγον, Τι ποιουμεν, οτι ουτος ο ανθρωπος πολλα ποιει σημεια;
  48. εαν αφωμεν αυτον ουτως, παντες πιστευσουσιν εις αυτον, και ελευσονται οι Ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνος.
  49. εις δε τις εξ αυτων Καιαφας, αρχιερευς ων του ενιαυτου εκεινου, ειπεν αυτοις, Υμεις ουκ οιδατε ουδεν,
  50. ουδε λογιζεσθε οτι συμφερει υμιν ινα εις ανθρωπος αποθανη υπερ του λαου και μη ολον το εθνος αποληται.
  51. τουτο δε αφ εαυτου ουκ ειπεν, αλλα αρχιερευς ων του ενιαυτου εκεινου επροφητευσεν οτι εμελλεν Ιησους αποθνησκειν υπερ του εθνους,
  52. και ουχ υπερ του εθνους μονον αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εις εν.
  53. απ εκεινης ουν της ημερας εβουλευσαντο ινα αποκτεινωσιν αυτον.
  54. Ο ουν Ιησους ουκετι παρρησια περιεπατει εν τοις Ιουδαιοις, αλλα απηλθεν εκειθεν εις την χωραν εγγυς της ερημου, εις Εφραιμ λεγομενην πολιν, κακει εμεινεν μετα των μαθητων.
  55. Ην δε εγγυς το πασχα των Ιουδαιων, και ανεβησαν πολλοι εις Ιεροσολυμα εκ της χωρας προ του πασχα ινα αγνισωσιν εαυτους.
  56. εζητουν ουν τον Ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτες, Τι δοκει υμιν; οτι ου μη ελθη εις την εορτην;
  57. δεδωκεισαν δε οι αρχιερεις και οι Φαρισαιοι εντολας ινα εαν τις γνω που εστιν μηνυση, οπως πιασωσιν αυτον.

Chapter 12.

  1. Ο ουν Ιησους προ εξ ημερων του πασχα ηλθεν εις Βηθανιαν, οπου ην Λαζαρος, ον ηγειρεν εκ νεκρων Ιησους.
  2. εποιησαν ουν αυτω δειπνον εκει, και η Μαρθα διηκονει, ο δε Λαζαρος εις ην εκ των ανακειμενων συν αυτω.
  3. η ουν Μαριαμ λαβουσα λιτραν μυρου ναρδου πιστικης πολυτιμου ηλειψεν τους ποδας του Ιησου και εξεμαξεν ταις θριξιν αυτης τους ποδας αυτου η δε οικια επληρωθη εκ της οσμης του μυρου.
  4. λεγει δε Ιουδας ο Ισκαριωτης εις [εκ] των μαθητων αυτου, ο μελλων αυτον παραδιδοναι,
  5. Δια τι τουτο το μυρον ουκ επραθη τριακοσιων δηναριων και εδοθη πτωχοις;
  6. ειπεν δε τουτο ουχ οτι περι των πτωχων εμελεν αυτω αλλ οτι κλεπτης ην και το γλωσσοκομον εχων τα βαλλομενα εβασταζεν.
  7. ειπεν ουν ο Ιησους, Αφες αυτην, ινα εις την ημεραν του ενταφιασμου μου τηρηση αυτο
  8. τους πτωχους γαρ παντοτε εχετε μεθ εαυτων, εμε δε ου παντοτε εχετε.
  9. Εγνω ουν [ο] οχλος πολυς εκ των Ιουδαιων οτι εκει εστιν, και ηλθον ου δια τον Ιησουν μονον αλλ ινα και τον Λαζαρον ιδωσιν ον ηγειρεν εκ νεκρων.
  10. εβουλευσαντο δε οι αρχιερεις ινα και τον Λαζαρον αποκτεινωσιν,
  11. οτι πολλοι δι αυτον υπηγον των Ιουδαιων και επιστευον εις τον Ιησουν.
  12. Τη επαυριον ο οχλος πολυς ο ελθων εις την εορτην, ακουσαντες οτι ερχεται ο Ιησους εις Ιεροσολυμα,
  13. ελαβον τα βαια των φοινικων και εξηλθον εις υπαντησιν αυτω, και εκραυγαζον, Ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου, [και] ο βασιλευς του Ισραηλ.
  14. ευρων δε ο Ιησους οναριον εκαθισεν επ αυτο, καθως εστιν γεγραμμενον,
  15. Μη φοβου, θυγατηρ Σιων ιδου ο βασιλευς σου ερχεται, καθημενος επι πωλον ονου.
  16. ταυτα ουκ εγνωσαν αυτου οι μαθηται το πρωτον, αλλ οτε εδοξασθη Ιησους τοτε εμνησθησαν οτι ταυτα ην επ αυτω γεγραμμενα και ταυτα εποιησαν αυτω.
  17. εμαρτυρει ουν ο οχλος ο ων μετ αυτου οτε τον Λαζαρον εφωνησεν εκ του μνημειου και ηγειρεν αυτον εκ νεκρων.
  18. δια τουτο [και] υπηντησεν αυτω ο οχλος οτι ηκουσαν τουτο αυτον πεποιηκεναι το σημειον.
  19. οι ουν Φαρισαιοι ειπαν προς εαυτους, Θεωρειτε οτι ουκ ωφελειτε ουδεν ιδε ο κοσμος οπισω αυτου απηλθεν.
  20. ησαν δε Ελληνες τινες εκ των αναβαινοντων ινα προσκυνησωσιν εν τη εορτη
  21. ουτοι ουν προσηλθον Φιλιππω τω απο Βηθσαιδα της Γαλιλαιας, και ηρωτων αυτον λεγοντες, Κυριε, θελομεν τον Ιησουν ιδειν.
  22. ερχεται ο Φιλιππος και λεγει τω Ανδρεα ερχεται Ανδρεας και Φιλιππος και λεγουσιν τω Ιησου.
  23. ο δε Ιησους αποκρινεται αυτοις λεγων, Εληλυθεν η ωρα ινα δοξασθη ο υιος του ανθρωπου.
  24. αμην αμην λεγω υμιν, εαν μη ο κοκκος του σιτου πεσων εις την γην αποθανη, αυτος μονος μενει εαν δε αποθανη, πολυν καρπον φερει.
  25. ο φιλων την ψυχην αυτου απολλυει αυτην, και ο μισων την ψυχην αυτου εν τω κοσμω τουτω εις ζωην αιωνιον φυλαξει αυτην.
  26. εαν εμοι τις διακονη, εμοι ακολουθειτω, και οπου ειμι εγω εκει και ο διακονος ο εμος εσται εαν τις εμοι διακονη τιμησει αυτον ο πατηρ.
  27. Νυν η ψυχη μου τεταρακται. και τι ειπω; Πατερ, σωσον με εκ της ωρας ταυτης; αλλα δια τουτο ηλθον εις την ωραν ταυτην.
  28. πατερ, δοξασον σου το ονομα. ηλθεν ουν φωνη εκ του ουρανου, Και εδοξασα και παλιν δοξασω.
  29. ο ουν οχλος ο εστως και ακουσας ελεγεν βροντην γεγονεναι αλλοι ελεγον, Αγγελος αυτω λελαληκεν.
  30. απεκριθη Ιησους και ειπεν, Ου δι εμε η φωνη αυτη γεγονεν αλλα δι υμας.
  31. νυν κρισις εστιν του κοσμου τουτου, νυν ο αρχων του κοσμου τουτου εκβληθησεται εξω
  32. καγω εαν υψωθω εκ της γης, παντας ελκυσω προς εμαυτον.
  33. τουτο δε ελεγεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν.
  34. απεκριθη ουν αυτω ο οχλος, Ημεις ηκουσαμεν εκ του νομου οτι ο Χριστος μενει εις τον αιωνα, και πως λεγεις συ οτι δει υψωθηναι τον υιον του ανθρωπου; τις εστιν ουτος ο υιος του ανθρωπου;
  35. ειπεν ουν αυτοις ο Ιησους, Ετι μικρον χρονον το φως εν υμιν εστιν. περιπατειτε ως το φως εχετε, ινα μη σκοτια υμας καταλαβη και ο περιπατων εν τη σκοτια ουκ οιδεν που υπαγει.
  36. ως το φως εχετε, πιστευετε εις το φως, ινα υιοι φωτος γενησθε. Ταυτα ελαλησεν Ιησους, και απελθων εκρυβη απ αυτων.
  37. Τοσαυτα δε αυτου σημεια πεποιηκοτος εμπροσθεν αυτων ουκ επιστευον εις αυτον,
  38. ινα ο λογος Ησαιου του προφητου πληρωθη ον ειπεν, Κυριε, τις επιστευσεν τη ακοη ημων; και ο βραχιων κυριου τινι απεκαλυφθη;
  39. δια τουτο ουκ ηδυναντο πιστευειν, οτι παλιν ειπεν Ησαιας,
  40. Τετυφλωκεν αυτων τους οφθαλμους και επωρωσεν αυτων την καρδιαν, ινα μη ιδωσιν τοις οφθαλμοις και νοησωσιν τη καρδια και στραφωσιν, και ιασομαι αυτους.
  41. ταυτα ειπεν Ησαιας, οτι ειδεν την δοξαν αυτου, και ελαλησεν περι αυτου.
  42. ομως μεντοι και εκ των αρχοντων πολλοι επιστευσαν εις αυτον, αλλα δια τους Φαρισαιους ουχ ωμολογουν ινα μη αποσυναγωγοι γενωνται
  43. ηγαπησαν γαρ την δοξαν των ανθρωπων μαλλον ηπερ την δοξαν του θεου.
  44. Ιησους δε εκραξεν και ειπεν, Ο πιστευων εις εμε ου πιστευει εις εμε αλλα εις τον πεμψαντα με,
  45. και ο θεωρων εμε θεωρει τον πεμψαντα με.
  46. εγω φως εις τον κοσμον εληλυθα, ινα πας ο πιστευων εις εμε εν τη σκοτια μη μεινη.
  47. και εαν τις μου ακουση των ρηματων και μη φυλαξη, εγω ου κρινω αυτον, ου γαρ ηλθον ινα κρινω τον κοσμον αλλ ινα σωσω τον κοσμον.
  48. ο αθετων εμε και μη λαμβανων τα ρηματα μου εχει τον κρινοντα αυτον ο λογος ον ελαλησα εκεινος κρινει αυτον εν τη εσχατη ημερα
  49. οτι εγω εξ εμαυτου ουκ ελαλησα, αλλ ο πεμψας με πατηρ αυτος μοι εντολην δεδωκεν τι ειπω και τι λαλησω.
  50. και οιδα οτι η εντολη αυτου ζωη αιωνιος εστιν. α ουν εγω λαλω, καθως ειρηκεν μοι ο πατηρ, ουτως λαλω.