Gospel of John.

Chapters 5-8.


Chapter 5.

  1. Μετα ταυτα ην εορτη των Ιουδαιων, και ανεβη Ιησους εις Ιεροσολυμα.
  2. εστιν δε εν τοις Ιεροσολυμοις επι τη προβατικη κολυμβηθρα η επιλεγομενη Εβραιστι Βηθζαθα, πεντε στοας εχουσα.
  3. εν ταυταις κατεκειτο πληθος των ασθενουντων, τυφλων, χωλων, ξηρων.
  4. ην
  5. δε τις ανθρωπος εκει τριακοντα [και] οκτω ετη εχων εν τη ασθενεια αυτου
  6. τουτον ιδων ο Ιησους κατακειμενον, και γνους οτι πολυν ηδη χρονον εχει, λεγει αυτω, Θελεις υγιης γενεσθαι;
  7. απεκριθη αυτω ο ασθενων, Κυριε, ανθρωπον ουκ εχω ινα οταν ταραχθη το υδωρ βαλη με εις την κολυμβηθραν εν ω δε ερχομαι εγω αλλος προ εμου καταβαινει.
  8. λεγει αυτω ο Ιησους, Εγειρε αρον τον κραβαττον σου και περιπατει.
  9. και ευθεως εγενετο υγιης ο ανθρωπος, και ηρεν τον κραβαττον αυτου και περιεπατει. ην δε σαββατον εν εκεινη τη ημερα.
  10. ελεγον ουν οι Ιουδαιοι τω τεθεραπευμενω, Σαββατον εστιν, και ουκ εξεστιν σοι αραι τον κραβαττον σου.
  11. ο δε απεκριθη αυτοις, Ο ποιησας με υγιη εκεινος μοι ειπεν, Αρον τον κραβαττον σου και περιπατει.
  12. ηρωτησαν αυτον, Τις εστιν ο ανθρωπος ο ειπων σοι, Αρον και περιπατει;
  13. ο δε ιαθεις ουκ ηδει τις εστιν, ο γαρ Ιησους εξενευσεν οχλου οντος εν τω τοπω.
  14. μετα ταυτα ευρισκει αυτον ο Ιησους εν τω ιερω και ειπεν αυτω, Ιδε υγιης γεγονας μηκετι αμαρτανε, ινα μη χειρον σοι τι γενηται.
  15. απηλθεν ο ανθρωπος και ανηγγειλεν τοις Ιουδαιοις οτι Ιησους εστιν ο ποιησας αυτον υγιη.
  16. και δια τουτο εδιωκον οι Ιουδαιοι τον Ιησουν, οτι ταυτα εποιει εν σαββατω.
  17. ο δε [Ιησους] απεκρινατο αυτοις, Ο πατηρ μου εως αρτι εργαζεται, καγω εργαζομαι.
  18. δια τουτο ουν μαλλον εζητουν αυτον οι Ιουδαιοι αποκτειναι, οτι ου μονον ελυεν το σαββατον αλλα και πατερα ιδιον ελεγεν τον θεον, ισον εαυτον ποιων τω θεω.
  19. Απεκρινατο ουν ο Ιησους και ελεγεν αυτοις, Αμην αμην λεγω υμιν, ου δυναται ο υιος ποιειν αφ εαυτου ουδεν εαν μη τι βλεπη τον πατερα ποιουντα α γαρ αν εκεινος ποιη, ταυτα και ο υιος ομοιως ποιει.
  20. ο γαρ πατηρ φιλει τον υιον και παντα δεικνυσιν αυτω α αυτος ποιει, και μειζονα τουτων δειξει αυτω εργα, ινα υμεις θαυμαζητε.
  21. ωσπερ γαρ ο πατηρ εγειρει τους νεκρους και ζωοποιει, ουτως και ο υιος ους θελει ζωοποιει.
  22. ουδε γαρ ο πατηρ κρινει ουδενα, αλλα την κρισιν πασαν δεδωκεν τω υιω,
  23. ινα παντες τιμωσι τον υιον καθως τιμωσι τον πατερα. ο μη τιμων τον υιον ου τιμα τον πατερα τον πεμψαντα αυτον.
  24. Αμην αμην λεγω υμιν οτι ο τον λογον μου ακουων και πιστευων τω πεμψαντι με εχει ζωην αιωνιον, και εις κρισιν ουκ ερχεται αλλα μεταβεβηκεν εκ του θανατου εις την ζωην.
  25. αμην αμην λεγω υμιν οτι ερχεται ωρα και νυν εστιν οτε οι νεκροι ακουσουσιν της φωνης του υιου του θεου και οι ακουσαντες ζησουσιν.
  26. ωσπερ γαρ ο πατηρ εχει ζωην εν εαυτω, ουτως και τω υιω εδωκεν ζωην εχειν εν εαυτω
  27. και εξουσιαν εδωκεν αυτω κρισιν ποιειν, οτι υιος ανθρωπου εστιν.
  28. μη θαυμαζετε τουτο, οτι ερχεται ωρα εν η παντες οι εν τοις μνημειοις ακουσουσιν της φωνης αυτου
  29. και εκπορευσονται, οι τα αγαθα ποιησαντες εις αναστασιν ζωης, οι δε τα φαυλα πραξαντες εις αναστασιν κρισεως.
  30. Ου δυναμαι εγω ποιειν απ εμαυτου ουδεν καθως ακουω κρινω, και η κρισις η εμη δικαια εστιν, οτι ου ζητω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με.
  31. εαν εγω μαρτυρω περι εμαυτου, η μαρτυρια μου ουκ εστιν αληθης
  32. αλλος εστιν ο μαρτυρων περι εμου, και οιδα οτι αληθης εστιν η μαρτυρια ην μαρτυρει περι εμου.
  33. υμεις απεσταλκατε προς Ιωαννην, και μεμαρτυρηκεν τη αληθεια
  34. εγω δε ου παρα ανθρωπου την μαρτυριαν λαμβανω, αλλα ταυτα λεγω ινα υμεις σωθητε.
  35. εκεινος ην ο λυχνος ο καιομενος και φαινων, υμεις δε ηθελησατε αγαλλιαθηναι προς ωραν εν τω φωτι αυτου.
  36. εγω δε εχω την μαρτυριαν μειζω του Ιωαννου τα γαρ εργα α δεδωκεν μοι ο πατηρ ινα τελειωσω αυτα, αυτα τα εργα α ποιω, μαρτυρει περι εμου οτι ο πατηρ με απεσταλκεν
  37. και ο πεμψας με πατηρ εκεινος μεμαρτυρηκεν περι εμου. ουτε φωνην αυτου πωποτε ακηκοατε ουτε ειδος αυτου εωρακατε,
  38. και τον λογον αυτου ουκ εχετε εν υμιν μενοντα, οτι ον απεστειλεν εκεινος τουτω υμεις ου πιστευετε.
  39. εραυνατε τας γραφας, οτι υμεις δοκειτε εν αυταις ζωην αιωνιον εχειν και εκειναι εισιν αι μαρτυρουσαι περι εμου
  40. και ου θελετε ελθειν προς με ινα ζωην εχητε.
  41. Δοξαν παρα ανθρωπων ου λαμβανω,
  42. αλλα εγνωκα υμας οτι την αγαπην του θεου ουκ εχετε εν εαυτοις.
  43. εγω εληλυθα εν τω ονοματι του πατρος μου και ου λαμβανετε με εαν αλλος ελθη εν τω ονοματι τω ιδιω, εκεινον λημψεσθε.
  44. πως δυνασθε υμεις πιστευσαι, δοξαν παρα αλληλων λαμβανοντες και την δοξαν την παρα του μονου θεου ου ζητειτε;
  45. μη δοκειτε οτι εγω κατηγορησω υμων προς τον πατερα εστιν ο κατηγορων υμων Μωυσης, εις ον υμεις ηλπικατε.
  46. ει γαρ επιστευετε Μωυσει, επιστευετε αν εμοι, περι γαρ εμου εκεινος εγραψεν.
  47. ει δε τοις εκεινου γραμμασιν ου πιστευετε, πως τοις εμοις ρημασιν πιστευσετε;

Chapter 6.

  1. Μετα ταυτα απηλθεν ο Ιησους περαν της θαλασσης της Γαλιλαιας της Τιβεριαδος.
  2. ηκολουθει δε αυτω οχλος πολυς, οτι εθεωρουν τα σημεια α εποιει επι των ασθενουντων.
  3. ανηλθεν δε εις το ορος Ιησους, και εκει εκαθητο μετα των μαθητων αυτου.
  4. ην δε εγγυς το πασχα, η εορτη των Ιουδαιων.
  5. επαρας ουν τους οφθαλμους ο Ιησους και θεασαμενος οτι πολυς οχλος ερχεται προς αυτον λεγει προς Φιλιππον, Ποθεν αγορασωμεν αρτους ινα φαγωσιν ουτοι;
  6. τουτο δε ελεγεν πειραζων αυτον, αυτος γαρ ηδει τι εμελλεν ποιειν.
  7. απεκριθη αυτω [ο] Φιλιππος, Διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος βραχυ [τι] λαβη.
  8. λεγει αυτω εις εκ των μαθητων αυτου, Ανδρεας ο αδελφος Σιμωνος Πετρου,
  9. Εστιν παιδαριον ωδε ος εχει πεντε αρτους κριθινους και δυο οψαρια αλλα ταυτα τι εστιν εις τοσουτους;
  10. ειπεν ο Ιησους, Ποιησατε τους ανθρωπους αναπεσειν. ην δε χορτος πολυς εν τω τοπω. ανεπεσαν ουν οι ανδρες τον αριθμον ως πεντακισχιλιοι.
  11. ελαβεν ουν τους αρτους ο Ιησους και ευχαριστησας διεδωκεν τοις ανακειμενοις, ομοιως και εκ των οψαριων οσον ηθελον.
  12. ως δε ενεπλησθησαν λεγει τοις μαθηταις αυτου, Συναγαγετε τα περισσευσαντα κλασματα, ινα μη τι αποληται.
  13. συνηγαγον ουν, και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσαν τοις βεβρωκοσιν.
  14. Οι ουν ανθρωποι ιδοντες ο εποιησεν σημειον ελεγον οτι Ουτος εστιν αληθως ο προφητης ο ερχομενος εις τον κοσμον.
  15. Ιησους ουν γνους οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν βασιλεα ανεχωρησεν παλιν εις το ορος αυτος μονος.
  16. Ως δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν,
  17. και εμβαντες εις πλοιον ηρχοντο περαν της θαλασσης εις Καφαρναουμ. και σκοτια ηδη εγεγονει και ουπω εληλυθει προς αυτους ο Ιησους,
  18. η τε θαλασσα ανεμου μεγαλου πνεοντος διεγειρετο.
  19. εληλακοτες ουν ως σταδιους εικοσι πεντε η τριακοντα θεωρουσιν τον Ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον, και εφοβηθησαν.
  20. ο δε λεγει αυτοις, Εγω ειμι, μη φοβεισθε.
  21. ηθελον ουν λαβειν αυτον εις το πλοιον, και ευθεως εγενετο το πλοιον επι της γης εις ην υπηγον.
  22. Τη επαυριον ο οχλος ο εστηκως περαν της θαλασσης ειδον οτι πλοιαριον αλλο ουκ ην εκει ει μη εν, και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο Ιησους εις το πλοιον αλλα μονοι οι μαθηται αυτου απηλθον
  23. αλλα ηλθεν πλοια[ρια] εκ Τιβεριαδος εγγυς του τοπου οπου εφαγον τον αρτον ευχαριστησαντος του κυριου.
  24. οτε ουν ειδεν ο οχλος οτι Ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου, ενεβησαν αυτοι εις τα πλοιαρια και ηλθον εις Καφαρναουμ ζητουντες τον Ιησουν.
  25. και ευροντες αυτον περαν της θαλασσης ειπον αυτω, Ραββι, ποτε ωδε γεγονας;
  26. απεκριθη αυτοις ο Ιησους και ειπεν, Αμην αμην λεγω υμιν, ζητειτε με ουχ οτι ειδετε σημεια αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε.
  27. εργαζεσθε μη την βρωσιν την απολλυμενην αλλα την βρωσιν την μενουσαν εις ζωην αιωνιον, ην ο υιος του ανθρωπου υμιν δωσει τουτον γαρ ο πατηρ εσφραγισεν ο θεος.
  28. ειπον ουν προς αυτον, Τι ποιωμεν ινα εργαζωμεθα τα εργα του θεου;
  29. απεκριθη [ο] Ιησους και ειπεν αυτοις, Τουτο εστιν το εργον του θεου, ινα πιστευητε εις ον απεστειλεν εκεινος.
  30. ειπον ουν αυτω, Τι ουν ποιεις συ σημειον, ινα ιδωμεν και πιστευσωμεν σοι; τι εργαζη;
  31. οι πατερες ημων το μαννα εφαγον εν τη ερημω, καθως εστιν γεγραμμενον, Αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν.
  32. ειπεν ουν αυτοις ο Ιησους, Αμην αμην λεγω υμιν, ου Μωυσης δεδωκεν υμιν τον αρτον εκ του ουρανου, αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον
  33. ο γαρ αρτος του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδους τω κοσμω.
  34. Ειπον ουν προς αυτον, Κυριε, παντοτε δος ημιν τον αρτον τουτον.
  35. ειπεν αυτοις ο Ιησους, Εγω ειμι ο αρτος της ζωης ο ερχομενος προς εμε ου μη πειναση, και ο πιστευων εις εμε ου μη διψησει πωποτε.
  36. αλλ ειπον υμιν οτι και εωρακατε [με] και ου πιστευετε.
  37. Παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει, και τον ερχομενον προς εμε ου μη εκβαλω εξω,
  38. οτι καταβεβηκα απο του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με
  39. τουτο δε εστιν το θελημα του πεμψαντος με, ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο [εν] τη εσχατη ημερα.
  40. τουτο γαρ εστιν το θελημα του πατρος μου, ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον, και αναστησω αυτον εγω [εν] τη εσχατη ημερα.
  41. Εγογγυζον ουν οι Ιουδαιοι περι αυτου οτι ειπεν, Εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου,
  42. και ελεγον, Ουχ ουτος εστιν Ιησους ο υιος Ιωσηφ, ου ημεις οιδαμεν τον πατερα και την μητερα; πως νυν λεγει οτι Εκ του ουρανου καταβεβηκα;
  43. απεκριθη Ιησους και ειπεν αυτοις, Μη γογγυζετε μετ αλληλων.
  44. ουδεις δυναται ελθειν προς με εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον, καγω αναστησω αυτον εν τη εσχατη ημερα.
  45. εστιν γεγραμμενον εν τοις προφηταις, Και εσονται παντες διδακτοι θεου πας ο ακουσας παρα του πατρος και μαθων ερχεται προς εμε.
  46. ουχ οτι τον πατερα εωρακεν τις ει μη ο ων παρα του θεου, ουτος εωρακεν τον πατερα.
  47. αμην αμην λεγω υμιν, ο πιστευων εχει ζωην αιωνιον.
  48. εγω ειμι ο αρτος της ζωης.
  49. οι πατερες υμων εφαγον εν τη ερημω το μαννα και απεθανον
  50. ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων ινα τις εξ αυτου φαγη και μη αποθανη.
  51. εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας εαν τις φαγη εκ τουτου του αρτου ζησει εις τον αιωνα και ο αρτος δε ον εγω δωσω η σαρξ μου εστιν υπερ της του κοσμου ζωης.
  52. Εμαχοντο ουν προς αλληλους οι Ιουδαιοι λεγοντες, Πως δυναται ουτος ημιν δουναι την σαρκα [αυτου] φαγειν;
  53. ειπεν ουν αυτοις ο Ιησους, Αμην αμην λεγω υμιν, εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα, ουκ εχετε ζωην εν εαυτοις.
  54. ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον, καγω αναστησω αυτον τη εσχατη ημερα
  55. η γαρ σαρξ μου αληθης εστιν βρωσις, και το αιμα μου αληθης εστιν ποσις.
  56. ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει καγω εν αυτω.
  57. καθως απεστειλεν με ο ζων πατηρ καγω ζω δια τον πατερα, και ο τρωγων με κακεινος ζησει δι εμε.
  58. ουτος εστιν ο αρτος ο εξ ουρανου καταβας, ου καθως εφαγον οι πατερες και απεθανον ο τρωγων τουτον τον αρτον ζησει εις τον αιωνα.
  59. Ταυτα ειπεν εν συναγωγη διδασκων εν Καφαρναουμ.
  60. Πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπαν, Σκληρος εστιν ο λογος ουτος τις δυναται αυτου ακουειν;
  61. ειδως δε ο Ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου ειπεν αυτοις, Τουτο υμας σκανδαλιζει;
  62. εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον;
  63. το πνευμα εστιν το ζωοποιουν, η σαρξ ουκ ωφελει ουδεν τα ρηματα α εγω λελαληκα υμιν πνευμα εστιν και ζωη εστιν.
  64. αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν. ηδει γαρ εξ αρχης ο Ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον.
  65. και ελεγεν, Δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος.
  66. Εκ τουτου πολλοι [εκ] των μαθητων αυτου απηλθον εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν.
  67. ειπεν ουν ο Ιησους τοις δωδεκα, Μη και υμεις θελετε υπαγειν;
  68. απεκριθη αυτω Σιμων Πετρος, Κυριε, προς τινα απελευσομεθα; ρηματα ζωης αιωνιου εχεις,
  69. και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο αγιος του θεου.
  70. απεκριθη αυτοις ο Ιησους, Ουκ εγω υμας τους δωδεκα εξελεξαμην, και εξ υμων εις διαβολος εστιν;
  71. ελεγεν δε τον Ιουδαν Σιμωνος Ισκαριωτου ουτος γαρ εμελλεν παραδιδοναι αυτον, εις εκ των δωδεκα.

Chapter 7.

  1. Και μετα ταυτα περιεπατει ο Ιησους εν τη Γαλιλαια ου γαρ ηθελεν εν τη Ιουδαια περιπατειν, οτι εζητουν αυτον οι Ιουδαιοι αποκτειναι.
  2. ην δε εγγυς η εορτη των Ιουδαιων η σκηνοπηγια.
  3. ειπον ουν προς αυτον οι αδελφοι αυτου, Μεταβηθι εντευθεν και υπαγε εις την Ιουδαιαν, ινα και οι μαθηται σου θεωρησουσιν σου τα εργα α ποιεις
  4. ουδεις γαρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησια ειναι. ει ταυτα ποιεις, φανερωσον σεαυτον τω κοσμω.
  5. ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον.
  6. λεγει ουν αυτοις ο Ιησους, Ο καιρος ο εμος ουπω παρεστιν, ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος.
  7. ου δυναται ο κοσμος μισειν υμας, εμε δε μισει, οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν.
  8. υμεις αναβητε εις την εορτην εγω ουκ αναβαινω εις την εορτην ταυτην, οτι ο εμος καιρος ουπω πεπληρωται.
  9. ταυτα δε ειπων αυτος εμεινεν εν τη Γαλιλαια.
  10. Ως δε ανεβησαν οι αδελφοι αυτου εις την εορτην, τοτε και αυτος ανεβη, ου φανερως αλλα [ως] εν κρυπτω.
  11. οι ουν Ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον, Που εστιν εκεινος;
  12. και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι Αγαθος εστιν, αλλοι [δε] ελεγον, Ου, αλλα πλανα τον οχλον.
  13. ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των Ιουδαιων.
  14. Ηδη δε της εορτης μεσουσης ανεβη Ιησους εις το ιερον και εδιδασκεν.
  15. εθαυμαζον ουν οι Ιουδαιοι λεγοντες, Πως ουτος γραμματα οιδεν μη μεμαθηκως;
  16. απεκριθη ουν αυτοις [ο] Ιησους και ειπεν, Η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με
  17. εαν τις θελη το θελημα αυτου ποιειν, γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω.
  18. ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον, ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν.
  19. ου Μωυσης δεδωκεν υμιν τον νομον; και ουδεις εξ υμων ποιει τον νομον. τι με ζητειτε αποκτειναι;
  20. απεκριθη ο οχλος, Δαιμονιον εχεις τις σε ζητει αποκτειναι;
  21. απεκριθη Ιησους και ειπεν αυτοις, Εν εργον εποιησα και παντες θαυμαζετε.
  22. δια τουτο Μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του Μωυσεως εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον.
  23. ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος Μωυσεως, εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω;
  24. μη κρινετε κατ οψιν, αλλα την δικαιαν κρισιν κρινετε.
  25. Ελεγον ουν τινες εκ των Ιεροσολυμιτων, Ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι;
  26. και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν. μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο Χριστος;
  27. αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε Χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν.
  28. εκραξεν ουν εν τω ιερω διδασκων ο Ιησους και λεγων, Καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα, αλλ εστιν αληθινος ο πεμψας με, ον υμεις ουκ οιδατε
  29. εγω οιδα αυτον, οτι παρ αυτου ειμι κακεινος με απεστειλεν.
  30. Εζητουν ουν αυτον πιασαι, και ουδεις επεβαλεν επ αυτον την χειρα, οτι ουπω εληλυθει η ωρα αυτου.
  31. Εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον, και ελεγον, Ο Χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν;
  32. Ηκουσαν οι Φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα, και απεστειλαν οι αρχιερεις και οι Φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον.
  33. ειπεν ουν ο Ιησους, Ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με.
  34. ζητησετε με και ουχ ευρησετε [με], και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν.
  35. ειπον ουν οι Ιουδαιοι προς εαυτους, Που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον; μη εις την διασποραν των Ελληνων μελλει πορευεσθαι και διδασκειν τους Ελληνας;
  36. τις εστιν ο λογος ουτος ον ειπεν, Ζητησετε με και ουχ ευρησετε [με], και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν;
  37. Εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο Ιησους και εκραξεν λεγων, Εαν τις διψα ερχεσθω προς με και πινετω.
  38. ο πιστευων εις εμε, καθως ειπεν η γραφη, ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος.
  39. τουτο δε ειπεν περι του πνευματος ο εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα, οτι Ιησους ουδεπω εδοξασθη.
  40. Εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον, Ουτος εστιν αληθως ο προφητης
  41. αλλοι ελεγον, Ουτος εστιν ο Χριστος οι δε ελεγον, Μη γαρ εκ της Γαλιλαιας ο Χριστος ερχεται;
  42. ουχ η γραφη ειπεν οτι εκ του σπερματος Δαυιδ, και απο Βηθλεεμ της κωμης οπου ην Δαυιδ, ερχεται ο Χριστος;
  43. σχισμα ουν εγενετο εν τω οχλω δι αυτον.
  44. τινες δε ηθελον εξ αυτων πιασαι αυτον, αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας.
  45. Ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και Φαρισαιους, και ειπον αυτοις εκεινοι, Δια τι ουκ ηγαγετε αυτον;
  46. απεκριθησαν οι υπηρεται, Ουδεποτε ελαλησεν ουτως ανθρωπος.
  47. απεκριθησαν ουν αυτοις οι Φαρισαιοι, Μη και υμεις πεπλανησθε;
  48. μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των Φαρισαιων;
  49. αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν.
  50. λεγει Νικοδημος προς αυτους, ο ελθων προς αυτον [το] προτερον, εις ων εξ αυτων,
  51. Μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει;
  52. απεκριθησαν και ειπαν αυτω, Μη και συ εκ της Γαλιλαιας ει; εραυνησον και ιδε οτι εκ της Γαλιλαιας προφητης ουκ εγειρεται.
  53. [Και επορευθησαν εκαστος εις τον οικον αυτου.]

Chapter 8.

  1. [Ιησους δε επορευθη εις το Ορος των Ελαιων.
  2. Ορθρου δε παλιν παρεγενετο εις το ιερον, και πας ο λαος ηρχετο προς αυτον, και καθισας εδιδασκεν αυτους.
  3. αγουσιν δε οι γραμματεις και οι Φαρισαιοι γυναικα επι μοιχεια κατειλημμενην, και στησαντες αυτην εν μεσω
  4. λεγουσιν αυτω, Διδασκαλε, αυτη η γυνη κατειληπται επ αυτοφωρω μοιχευομενη
  5. εν δε τω νομω ημιν Μωυσης ενετειλατο τας τοιαυτας λιθαζειν συ ουν τι λεγεις;
  6. τουτο δε ελεγον πειραζοντες αυτον, ινα εχωσιν κατηγορειν αυτου. ο δε Ιησους κατω κυψας τω δακτυλω κατεγραφεν εις την γην.
  7. ως δε επεμενον ερωτωντες αυτον, ανεκυψεν και ειπεν αυτοις, Ο αναμαρτητος υμων πρωτος επ αυτην βαλετω λιθον
  8. και παλιν κατακυψας εγραφεν εις την γην.
  9. οι δε ακουσαντες εξηρχοντο εις καθ εις αρξαμενοι απο των πρεσβυτερων, και κατελειφθη μονος, και η γυνη εν μεσω ουσα.
  10. ανακυψας δε ο Ιησους ειπεν αυτη, Γυναι, που εισιν; ουδεις σε κατεκρινεν;
  11. η δε ειπεν, Ουδεις, κυριε. ειπεν δε ο Ιησους, Ουδε εγω σε κατακρινω πορευου, [και] απο του νυν μηκετι αμαρτανε.]
  12. Παλιν ουν αυτοις ελαλησεν ο Ιησους λεγων, Εγω ειμι το φως του κοσμου ο ακολουθων εμοι ου μη περιπατηση εν τη σκοτια, αλλ εξει το φως της ζωης.
  13. ειπον ουν αυτω οι Φαρισαιοι, Συ περι σεαυτου μαρτυρεις η μαρτυρια σου ουκ εστιν αληθης.
  14. απεκριθη Ιησους και ειπεν αυτοις, Καν εγω μαρτυρω περι εμαυτου, αληθης εστιν η μαρτυρια μου, οτι οιδα ποθεν ηλθον και που υπαγω υμεις δε ουκ οιδατε ποθεν ερχομαι η που υπαγω.
  15. υμεις κατα την σαρκα κρινετε, εγω ου κρινω ουδενα.
  16. και εαν κρινω δε εγω, η κρισις η εμη αληθινη εστιν, οτι μονος ουκ ειμι, αλλ εγω και ο πεμψας με πατηρ.
  17. και εν τω νομω δε τω υμετερω γεγραπται οτι δυο ανθρωπων η μαρτυρια αληθης εστιν.
  18. εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψας με πατηρ.
  19. ελεγον ουν αυτω, Που εστιν ο πατηρ σου; απεκριθη Ιησους, Ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε, και τον πατερα μου αν ηδειτε.
  20. Ταυτα τα ρηματα ελαλησεν εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεις επιασεν αυτον, οτι ουπω εληλυθει η ωρα αυτου.
  21. Ειπεν ουν παλιν αυτοις, Εγω υπαγω και ζητησετε με, και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν.
  22. ελεγον ουν οι Ιουδαιοι, Μητι αποκτενει εαυτον, οτι λεγει, Οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν;
  23. και ελεγεν αυτοις, Υμεις εκ των κατω εστε, εγω εκ των ανω ειμι υμεις εκ τουτου του κοσμου εστε, εγω ουκ ειμι εκ του κοσμου τουτου.
  24. ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι, αποθανεισθε εν ταις αμαρτιαις υμων.
  25. ελεγον ουν αυτω, Συ τις ει; ειπεν αυτοις ο Ιησους, Την αρχην ο τι και λαλω υμιν;
  26. πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν, καγω α ηκουσα παρ αυτου ταυτα λαλω εις τον κοσμον.
  27. ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν.
  28. ειπεν ουν [αυτοις] ο Ιησους, Οταν υψωσητε τον υιον του ανθρωπου, τοτε γνωσεσθε οτι εγω ειμι, και απ εμαυτου ποιω ουδεν, αλλα καθως εδιδαξεν με ο πατηρ ταυτα λαλω.
  29. και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον, οτι εγω τα αρεστα αυτω ποιω παντοτε.
  30. Ταυτα αυτου λαλουντος πολλοι επιστευσαν εις αυτον.
  31. Ελεγεν ουν ο Ιησους προς τους πεπιστευκοτας αυτω Ιουδαιους, Εαν υμεις μεινητε εν τω λογω τω εμω, αληθως μαθηται μου εστε,
  32. και γνωσεσθε την αληθειαν, και η αληθεια ελευθερωσει υμας.
  33. απεκριθησαν προς αυτον, Σπερμα Αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πως συ λεγεις οτι Ελευθεροι γενησεσθε;
  34. απεκριθη αυτοις ο Ιησους, Αμην αμην λεγω υμιν οτι πας ο ποιων την αμαρτιαν δουλος εστιν της αμαρτιας.
  35. ο δε δουλος ου μενει εν τη οικια εις τον αιωνα ο υιος μενει εις τον αιωνα.
  36. εαν ουν ο υιος υμας ελευθερωση, οντως ελευθεροι εσεσθε.
  37. οιδα οτι σπερμα Αβρααμ εστε αλλα ζητειτε με αποκτειναι, οτι ο λογος ο εμος ου χωρει εν υμιν.
  38. α εγω εωρακα παρα τω πατρι λαλω και υμεις ουν α ηκουσατε παρα του πατρος ποιειτε.
  39. Απεκριθησαν και ειπαν αυτω, Ο πατηρ ημων Αβρααμ εστιν. λεγει αυτοις ο Ιησους, Ει τεκνα του Αβρααμ εστε, τα εργα του Αβρααμ εποιειτε
  40. νυν δε ζητειτε με αποκτειναι, ανθρωπον ος την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο Αβρααμ ουκ εποιησεν.
  41. υμεις ποιειτε τα εργα του πατρος υμων. ειπαν [ουν] αυτω, Ημεις εκ πορνειας ου γεγεννημεθα ενα πατερα εχομεν τον θεον.
  42. ειπεν αυτοις ο Ιησους, Ει ο θεος πατηρ υμων ην, ηγαπατε αν εμε, εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα, αλλ εκεινος με απεστειλεν.
  43. δια τι την λαλιαν την εμην ου γινωσκετε; οτι ου δυνασθε ακουειν τον λογον τον εμον.
  44. υμεις εκ του πατρος του διαβολου εστε και τας επιθυμιας του πατρος υμων θελετε ποιειν. εκεινος ανθρωποκτονος ην απ αρχης, και εν τη αληθεια ουκ εστηκεν, οτι ουκ εστιν αληθεια εν αυτω. οταν λαλη το ψευδος, εκ των ιδιων λαλει, οτι ψευστης εστιν και ο πατηρ αυτου.
  45. εγω δε οτι την αληθειαν λεγω, ου πιστευετε μοι.
  46. τις εξ υμων ελεγχει με περι αμαρτιας; ει αληθειαν λεγω, δια τι υμεις ου πιστευετε μοι;
  47. ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεις ουκ ακουετε, οτι εκ του θεου ουκ εστε.
  48. Απεκριθησαν οι Ιουδαιοι και ειπαν αυτω, Ου καλως λεγομεν ημεις οτι Σαμαριτης ει συ και δαιμονιον εχεις;
  49. απεκριθη Ιησους, Εγω δαιμονιον ουκ εχω, αλλα τιμω τον πατερα μου, και υμεις ατιμαζετε με.
  50. εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων.
  51. αμην αμην λεγω υμιν, εαν τις τον εμον λογον τηρηση, θανατον ου μη θεωρηση εις τον αιωνα.
  52. ειπον [ουν] αυτω οι Ιουδαιοι, Νυν εγνωκαμεν οτι δαιμονιον εχεις. Αβρααμ απεθανεν και οι προφηται, και συ λεγεις, Εαν τις τον λογον μου τηρηση, ου μη γευσηται θανατου εις τον αιωνα.
  53. μη συ μειζων ει του πατρος ημων Αβρααμ, οστις απεθανεν; και οι προφηται απεθανον τινα σεαυτον ποιεις;
  54. απεκριθη Ιησους, Εαν εγω δοξασω εμαυτον, η δοξα μου ουδεν εστιν εστιν ο πατηρ μου ο δοξαζων με, ον υμεις λεγετε οτι θεος ημων εστιν
  55. και ουκ εγνωκατε αυτον, εγω δε οιδα αυτον. καν ειπω οτι ουκ οιδα αυτον, εσομαι ομοιος υμιν ψευστης αλλα οιδα αυτον και τον λογον αυτου τηρω.
  56. Αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην, και ειδεν και εχαρη.
  57. ειπον ουν οι Ιουδαιοι προς αυτον, Πεντηκοντα ετη ουπω εχεις και Αβρααμ εωρακας;
  58. ειπεν αυτοις Ιησους, Αμην αμην λεγω υμιν, πριν Αβρααμ γενεσθαι εγω ειμι.
  59. ηραν ουν λιθους ινα βαλωσιν επ αυτον Ιησους δε εκρυβη και εξηλθεν εκ του ιερου.