Gospel of John.

Chapters 17-21.


Chapter 17.

  1. Ταυτα ελαλησεν Ιησους, και επαρας τους οφθαλμους αυτου εις τον ουρανον ειπεν, Πατερ, εληλυθεν η ωρα δοξασον σου τον υιον, ινα ο υιος δοξαση σε,
  2. καθως εδωκας αυτω εξουσιαν πασης σαρκος, ινα παν ο δεδωκας αυτω δωση αυτοις ζωην αιωνιον.
  3. αυτη δε εστιν η αιωνιος ζωη, ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλας Ιησουν Χριστον.
  4. εγω σε εδοξασα επι της γης, το εργον τελειωσας ο δεδωκας μοι ινα ποιησω
  5. και νυν δοξασον με συ, πατερ, παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι.
  6. Εφανερωσα σου το ονομα τοις ανθρωποις ους εδωκας μοι εκ του κοσμου. σοι ησαν καμοι αυτους εδωκας, και τον λογον σου τετηρηκαν.
  7. νυν εγνωκαν οτι παντα οσα δεδωκας μοι παρα σου εισιν
  8. οτι τα ρηματα α εδωκας μοι δεδωκα αυτοις, και αυτοι ελαβον και εγνωσαν αληθως οτι παρα σου εξηλθον, και επιστευσαν οτι συ με απεστειλας.
  9. εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι, οτι σοι εισιν,
  10. και τα εμα παντα σα εστιν και τα σα εμα, και δεδοξασμαι εν αυτοις.
  11. και ουκετι ειμι εν τω κοσμω, και αυτοι εν τω κοσμω εισιν, καγω προς σε ερχομαι. Πατερ αγιε, τηρησον αυτους εν τω ονοματι σου ω δεδωκας μοι, ινα ωσιν εν καθως ημεις.
  12. οτε ημην μετ αυτων εγω ετηρουν αυτους εν τω ονοματι σου ω δεδωκας μοι, και εφυλαξα, και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας, ινα η γραφη πληρωθη.
  13. νυν δε προς σε ερχομαι, και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν εαυτοις.
  14. εγω δεδωκα αυτοις τον λογον σου, και ο κοσμος εμισησεν αυτους, οτι ουκ εισιν εκ του κοσμου καθως εγω ουκ ειμι εκ του κοσμου.
  15. ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου αλλ ινα τηρησης αυτους εκ του πονηρου.
  16. εκ του κοσμου ουκ εισιν καθως εγω ουκ ειμι εκ του κοσμου.
  17. αγιασον αυτους εν τη αληθεια ο λογος ο σος αληθεια εστιν.
  18. καθως εμε απεστειλας εις τον κοσμον, καγω απεστειλα αυτους εις τον κοσμον
  19. και υπερ αυτων εγω αγιαζω εμαυτον, ινα ωσιν και αυτοι ηγιασμενοι εν αληθεια.
  20. Ου περι τουτων δε ερωτω μονον, αλλα και περι των πιστευοντων δια του λογου αυτων εις εμε,
  21. ινα παντες εν ωσιν, καθως συ, πατερ, εν εμοι καγω εν σοι, ινα και αυτοι εν ημιν ωσιν, ινα ο κοσμος πιστευη οτι συ με απεστειλας.
  22. καγω την δοξαν ην δεδωκας μοι δεδωκα αυτοις, ινα ωσιν εν καθως ημεις εν,
  23. εγω εν αυτοις και συ εν εμοι, ινα ωσιν τετελειωμενοι εις εν, ινα γινωσκη ο κοσμος οτι συ με απεστειλας και ηγαπησας αυτους καθως εμε ηγαπησας.
  24. Πατερ, ο δεδωκας μοι, θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου, ινα θεωρωσιν την δοξαν την εμην ην δεδωκας μοι, οτι ηγαπησας με προ καταβολης κοσμου.
  25. πατερ δικαιε, και ο κοσμος σε ουκ εγνω, εγω δε σε εγνων, και ουτοι εγνωσαν οτι συ με απεστειλας,
  26. και εγνωρισα αυτοις το ονομα σου και γνωρισω, ινα η αγαπη ην ηγαπησας με εν αυτοις η καγω εν αυτοις.

Chapter 18.

  1. Ταυτα ειπων Ιησους εξηλθεν συν τοις μαθηταις αυτου περαν του χειμαρρου του Κεδρων οπου ην κηπος, εις ον εισηλθεν αυτος και οι μαθηται αυτου.
  2. ηδει δε και Ιουδας ο παραδιδους αυτον τον τοπον, οτι πολλακις συνηχθη Ιησους εκει μετα των μαθητων αυτου.
  3. ο ουν Ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και εκ των Φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων.
  4. Ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον εξηλθεν και λεγει αυτοις, Τινα ζητειτε;
  5. απεκριθησαν αυτω, Ιησουν τον Ναζωραιον. λεγει αυτοις, Εγω ειμι. ειστηκει δε και Ιουδας ο παραδιδους αυτον μετ αυτων.
  6. ως ουν ειπεν αυτοις, Εγω ειμι, απηλθον εις τα οπισω και επεσαν χαμαι.
  7. παλιν ουν επηρωτησεν αυτους, Τινα ζητειτε; οι δε ειπαν, Ιησουν τον Ναζωραιον.
  8. απεκριθη Ιησους, Ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε, αφετε τουτους υπαγειν
  9. ινα πληρωθη ο λογος ον ειπεν οτι Ους δεδωκας μοι ουκ απωλεσα εξ αυτων ουδενα.
  10. Σιμων ουν Πετρος εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωταριον το δεξιον. ην δε ονομα τω δουλω Μαλχος.
  11. ειπεν ουν ο Ιησους τω Πετρω, Βαλε την μαχαιραν εις την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο;
  12. Η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των Ιουδαιων συνελαβον τον Ιησουν και εδησαν αυτον
  13. και ηγαγον προς Ανναν πρωτον ην γαρ πενθερος του Καιαφα, ος ην αρχιερευς του ενιαυτου εκεινου
  14. ην δε Καιαφας ο συμβουλευσας τοις Ιουδαιοις οτι συμφερει ενα ανθρωπον αποθανειν υπερ του λαου.
  15. Ηκολουθει δε τω Ιησου Σιμων Πετρος και αλλος μαθητης. ο δε μαθητης εκεινος ην γνωστος τω αρχιερει, και συνεισηλθεν τω Ιησου εις την αυλην του αρχιερεως,
  16. ο δε Πετρος ειστηκει προς τη θυρα εξω. εξηλθεν ουν ο μαθητης ο αλλος ο γνωστος του αρχιερεως και ειπεν τη θυρωρω και εισηγαγεν τον Πετρον.
  17. λεγει ουν τω Πετρω η παιδισκη η θυρωρος, Μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου; λεγει εκεινος, Ουκ ειμι.
  18. ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτες, οτι ψυχος ην, και εθερμαινοντο ην δε και ο Πετρος μετ αυτων εστως και θερμαινομενος.
  19. Ο ουν αρχιερευς ηρωτησεν τον Ιησουν περι των μαθητων αυτου και περι της διδαχης αυτου.
  20. απεκριθη αυτω Ιησους, Εγω παρρησια λελαληκα τω κοσμω εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω, οπου παντες οι Ιουδαιοι συνερχονται, και εν κρυπτω ελαλησα ουδεν.
  21. τι με ερωτας; ερωτησον τους ακηκοοτας τι ελαλησα αυτοις ιδε ουτοι οιδασιν α ειπον εγω.
  22. ταυτα δε αυτου ειποντος εις παρεστηκως των υπηρετων εδωκεν ραπισμα τω Ιησου ειπων, Ουτως αποκρινη τω αρχιερει;
  23. απεκριθη αυτω Ιησους, Ει κακως ελαλησα, μαρτυρησον περι του κακου ει δε καλως, τι με δερεις;
  24. απεστειλεν ουν αυτον ο Αννας δεδεμενον προς Καιαφαν τον αρχιερεα.
  25. Ην δε Σιμων Πετρος εστως και θερμαινομενος. ειπον ουν αυτω, Μη και συ εκ των μαθητων αυτου ει; ηρνησατο εκεινος και ειπεν, Ουκ ειμι.
  26. λεγει εις εκ των δουλων του αρχιερεως, συγγενης ων ου απεκοψεν Πετρος το ωτιον, Ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου;
  27. παλιν ουν ηρνησατο Πετρος και ευθεως αλεκτωρ εφωνησεν.
  28. Αγουσιν ουν τον Ιησουν απο του Καιαφα εις το πραιτωριον ην δε πρωι και αυτοι ουκ εισηλθον εις το πραιτωριον, ινα μη μιανθωσιν αλλα φαγωσιν το πασχα.
  29. εξηλθεν ουν ο Πιλατος εξω προς αυτους και φησιν, Τινα κατηγοριαν φερετε [κατα] του ανθρωπου τουτου;
  30. απεκριθησαν και ειπαν αυτω, Ει μη ην ουτος κακον ποιων, ουκ αν σοι παρεδωκαμεν αυτον.
  31. ειπεν ουν αυτοις ο Πιλατος, Λαβετε αυτον υμεις, και κατα τον νομον υμων κρινατε αυτον. ειπον αυτω οι Ιουδαιοι, Ημιν ουκ εξεστιν αποκτειναι ουδενα
  32. ινα ο λογος του Ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν.
  33. Εισηλθεν ουν παλιν εις το πραιτωριον ο Πιλατος και εφωνησεν τον Ιησουν και ειπεν αυτω, Συ ει ο βασιλευς των Ιουδαιων;
  34. απεκριθη Ιησους, Απο σεαυτου συ τουτο λεγεις η αλλοι ειπον σοι περι εμου;
  35. απεκριθη ο Πιλατος, Μητι εγω Ιουδαιος ειμι; το εθνος το σον και οι αρχιερεις παρεδωκαν σε εμοι τι εποιησας;
  36. απεκριθη Ιησους, Η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη, οι υπηρεται οι εμοι ηγωνιζοντο [αν], ινα μη παραδοθω τοις Ιουδαιοις νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν.
  37. ειπεν ουν αυτω ο Πιλατος, Ουκουν βασιλευς ει συ; απεκριθη ο Ιησους, Συ λεγεις οτι βασιλευς ειμι. εγω εις τουτο γεγεννημαι και εις τουτο εληλυθα εις τον κοσμον, ινα μαρτυρησω τη αληθεια πας ο ων εκ της αληθειας ακουει μου της φωνης.
  38. λεγει αυτω ο Πιλατος, Τι εστιν αληθεια; Και τουτο ειπων παλιν εξηλθεν προς τους Ιουδαιους, και λεγει αυτοις, Εγω ουδεμιαν ευρισκω εν αυτω αιτιαν.
  39. εστιν δε συνηθεια υμιν ινα ενα απολυσω υμιν εν τω πασχα βουλεσθε ουν απολυσω υμιν τον βασιλεα των Ιουδαιων;
  40. εκραυγασαν ουν παλιν λεγοντες, Μη τουτον αλλα τον Βαραββαν. ην δε ο Βαραββας ληστης.

Chapter 19.

  1. Τοτε ουν ελαβεν ο Πιλατος τον Ιησουν και εμαστιγωσεν.
  2. και οι στρατιωται πλεξαντες στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη, και ιματιον πορφυρουν περιεβαλον αυτον,
  3. και ηρχοντο προς αυτον και ελεγον, Χαιρε, ο βασιλευς των Ιουδαιων και εδιδοσαν αυτω ραπισματα.
  4. Και εξηλθεν παλιν εξω ο Πιλατος και λεγει αυτοις, Ιδε αγω υμιν αυτον εξω, ινα γνωτε οτι ουδεμιαν αιτιαν ευρισκω εν αυτω.
  5. εξηλθεν ουν ο Ιησους εξω, φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον. και λεγει αυτοις, Ιδου ο ανθρωπος.
  6. οτε ουν ειδον αυτον οι αρχιερεις και οι υπηρεται εκραυγασαν λεγοντες, Σταυρωσον σταυρωσον. λεγει αυτοις ο Πιλατος, Λαβετε αυτον υμεις και σταυρωσατε, εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν.
  7. απεκριθησαν αυτω οι Ιουδαιοι, Ημεις νομον εχομεν, και κατα τον νομον οφειλει αποθανειν, οτι υιον θεου εαυτον εποιησεν.
  8. Οτε ουν ηκουσεν ο Πιλατος τουτον τον λογον, μαλλον εφοβηθη,
  9. και εισηλθεν εις το πραιτωριον παλιν και λεγει τω Ιησου, Ποθεν ει συ; ο δε Ιησους αποκρισιν ουκ εδωκεν αυτω.
  10. λεγει ουν αυτω ο Πιλατος, Εμοι ου λαλεις; ουκ οιδας οτι εξουσιαν εχω απολυσαι σε και εξουσιαν εχω σταυρωσαι σε;
  11. απεκριθη [αυτω] Ιησους, Ουκ ειχες εξουσιαν κατ εμου ουδεμιαν ει μη ην δεδομενον σοι ανωθεν δια τουτο ο παραδους με σοι μειζονα αμαρτιαν εχει.
  12. εκ τουτου ο Πιλατος εζητει απολυσαι αυτον οι δε Ιουδαιοι εκραυγασαν λεγοντες, Εαν τουτον απολυσης, ουκ ει φιλος του Καισαρος πας ο βασιλεα εαυτον ποιων αντιλεγει τω Καισαρι.
  13. Ο ουν Πιλατος ακουσας των λογων τουτων ηγαγεν εξω τον Ιησουν, και εκαθισεν επι βηματος εις τοπον λεγομενον Λιθοστρωτον, Εβραιστι δε Γαββαθα.
  14. ην δε παρασκευη του πασχα, ωρα ην ως εκτη. και λεγει τοις Ιουδαιοις, Ιδε ο βασιλευς υμων.
  15. εκραυγασαν ουν εκεινοι, αρον αρον, σταυρωσον αυτον. λεγει αυτοις ο Πιλατος, Τον βασιλεα υμων σταυρωσω; απεκριθησαν οι αρχιερεις, Ουκ εχομεν βασιλεα ει μη Καισαρα.
  16. τοτε ουν παρεδωκεν αυτον αυτοις ινα σταυρωθη. Παρελαβον ουν τον Ιησουν
  17. και βασταζων εαυτω τον σταυρον εξηλθεν εις τον λεγομενον Κρανιου Τοπον, ο λεγεται Εβραιστι Γολγοθα,
  18. οπου αυτον εσταυρωσαν, και μετ αυτου αλλους δυο εντευθεν και εντευθεν, μεσον δε τον Ιησουν.
  19. εγραψεν δε και τιτλον ο Πιλατος και εθηκεν επι του σταυρου ην δε γεγραμμενον, Ιησους ο Ναζωραιος ο βασιλευς των Ιουδαιων.
  20. τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των Ιουδαιων, οτι εγγυς ην ο τοπος της πολεως οπου εσταυρωθη ο Ιησους και ην γεγραμμενον Εβραιστι, Ρωμαιστι, Ελληνιστι.
  21. ελεγον ουν τω Πιλατω οι αρχιερεις των Ιουδαιων, Μη γραφε, Ο βασιλευς των Ιουδαιων, αλλ οτι εκεινος ειπεν, Βασιλευς ειμι των Ιουδαιων.
  22. απεκριθη ο Πιλατος, Ο γεγραφα, γεγραφα.
  23. Οι ουν στρατιωται οτε εσταυρωσαν τον Ιησουν ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη, εκαστω στρατιωτη μερος, και τον χιτωνα. ην δε ο χιτων αραφος, εκ των ανωθεν υφαντος δι ολου.
  24. ειπαν ουν προς αλληλους, Μη σχισωμεν αυτον, αλλα λαχωμεν περι αυτου τινος εσται ινα η γραφη πληρωθη [η λεγουσα], Διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον. Οι μεν ουν στρατιωται ταυτα εποιησαν.
  25. ειστηκεισαν δε παρα τω σταυρω του Ιησου η μητηρ αυτου και η αδελφη της μητρος αυτου, Μαρια η του Κλωπα και Μαρια η Μαγδαληνη.
  26. Ιησους ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα, λεγει τη μητρι, Γυναι, ιδε ο υιος σου.
  27. ειτα λεγει τω μαθητη, Ιδε η μητηρ σου. και απ εκεινης της ωρας ελαβεν ο μαθητης αυτην εις τα ιδια.
  28. Μετα τουτο ειδως ο Ιησους οτι ηδη παντα τετελεσται, ινα τελειωθη η γραφη, λεγει, Διψω.
  29. σκευος εκειτο οξους μεστον σπογγον ουν μεστον του οξους υσσωπω περιθεντες προσηνεγκαν αυτου τω στοματι.
  30. οτε ουν ελαβεν το οξος [ο] Ιησους ειπεν, Τετελεσται και κλινας την κεφαλην παρεδωκεν το πνευμα.
  31. Οι ουν Ιουδαιοι, επει παρασκευη ην, ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω, ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου, ηρωτησαν τον Πιλατον ινα κατεαγωσιν αυτων τα σκελη και αρθωσιν.
  32. ηλθον ουν οι στρατιωται, και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συσταυρωθεντος αυτω
  33. επι δε τον Ιησουν ελθοντες, ως ειδον ηδη αυτον τεθνηκοτα, ου κατεαξαν αυτου τα σκελη,
  34. αλλ εις των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν, και εξηλθεν ευθυς αιμα και υδωρ.
  35. και ο εωρακως μεμαρτυρηκεν, και αληθινη αυτου εστιν η μαρτυρια, και εκεινος οιδεν οτι αληθη λεγει, ινα και υμεις πιστευ[σ]ητε.
  36. εγενετο γαρ ταυτα ινα η γραφη πληρωθη, Οστουν ου συντριβησεται αυτου.
  37. και παλιν ετερα γραφη λεγει, Οψονται εις ον εξεκεντησαν.
  38. Μετα δε ταυτα ηρωτησεν τον Πιλατον Ιωσηφ [ο] απο Αριμαθαιας, ων μαθητης του Ιησου κεκρυμμενος δε δια τον φοβον των Ιουδαιων, ινα αρη το σωμα του Ιησου και επετρεψεν ο Πιλατος. ηλθεν ουν και ηρεν το σωμα αυτου.
  39. ηλθεν δε και Νικοδημος, ο ελθων προς αυτον νυκτος το πρωτον, φερων μιγμα σμυρνης και αλοης ως λιτρας εκατον.
  40. ελαβον ουν το σωμα του Ιησου και εδησαν αυτο οθονιοις μετα των αρωματων, καθως εθος εστιν τοις Ιουδαιοις ενταφιαζειν.
  41. ην δε εν τω τοπω οπου εσταυρωθη κηπος, και εν τω κηπω μνημειον καινον εν ω ουδεπω ουδεις ην τεθειμενος
  42. εκει ουν δια την παρασκευην των Ιουδαιων, οτι εγγυς ην το μνημειον, εθηκαν τον Ιησουν.

Chapter 20.

  1. Τη δε μια των σαββατων Μαρια η Μαγδαληνη ερχεται πρωι σκοτιας ετι ουσης εις το μνημειον, και βλεπει τον λιθον ηρμενον εκ του μνημειου.
  2. τρεχει ουν και ερχεται προς Σιμωνα Πετρον και προς τον αλλον μαθητην ον εφιλει ο Ιησους, και λεγει αυτοις, Ηραν τον κυριον εκ του μνημειου, και ουκ οιδαμεν που εθηκαν αυτον.
  3. Εξηλθεν ουν ο Πετρος και ο αλλος μαθητης, και ηρχοντο εις το μνημειον.
  4. ετρεχον δε οι δυο ομου και ο αλλος μαθητης προεδραμεν ταχιον του Πετρου και ηλθεν πρωτος εις το μνημειον,
  5. και παρακυψας βλεπει κειμενα τα οθονια, ου μεντοι εισηλθεν.
  6. ερχεται ουν και Σιμων Πετρος ακολουθων αυτω, και εισηλθεν εις το μνημειον και θεωρει τα οθονια κειμενα,
  7. και το σουδαριον, ο ην επι της κεφαλης αυτου, ου μετα των οθονιων κειμενον αλλα χωρις εντετυλιγμενον εις ενα τοπον.
  8. τοτε ουν εισηλθεν και ο αλλος μαθητης ο ελθων πρωτος εις το μνημειον, και ειδεν και επιστευσεν
  9. ουδεπω γαρ ηδεισαν την γραφην οτι δει αυτον εκ νεκρων αναστηναι.
  10. απηλθον ουν παλιν προς αυτους οι μαθηται.
  11. Μαρια δε ειστηκει προς τω μνημειω εξω κλαιουσα. ως ουν εκλαιεν παρεκυψεν εις το μνημειον,
  12. και θεωρει δυο αγγελους εν λευκοις καθεζομενους, ενα προς τη κεφαλη και ενα προς τοις ποσιν, οπου εκειτο το σωμα του Ιησου.
  13. και λεγουσιν αυτη εκεινοι, Γυναι, τι κλαιεις; λεγει αυτοις οτι Ηραν τον κυριον μου, και ουκ οιδα που εθηκαν αυτον.
  14. ταυτα ειπουσα εστραφη εις τα οπισω, και θεωρει τον Ιησουν εστωτα, και ουκ ηδει οτι Ιησους εστιν.
  15. λεγει αυτη Ιησους, Γυναι, τι κλαιεις; τινα ζητεις; εκεινη δοκουσα οτι ο κηπουρος εστιν λεγει αυτω, Κυριε, ει συ εβαστασας αυτον, ειπε μοι που εθηκας αυτον, καγω αυτον αρω.
  16. λεγει αυτη Ιησους, Μαριαμ. στραφεισα εκεινη λεγει αυτω Εβραιστι, Ραββουνι ο λεγεται Διδασκαλε.
  17. λεγει αυτη Ιησους, Μη μου απτου, ουπω γαρ αναβεβηκα προς τον πατερα πορευου δε προς τους αδελφους μου και ειπε αυτοις, Αναβαινω προς τον πατερα μου και πατερα υμων και θεον μου και θεον υμων.
  18. ερχεται Μαριαμ η Μαγδαληνη αγγελλουσα τοις μαθηταις οτι Εωρακα τον κυριον, και ταυτα ειπεν αυτη.
  19. Ουσης ουν οψιας τη ημερα εκεινη τη μια σαββατων, και των θυρων κεκλεισμενων οπου ησαν οι μαθηται δια τον φοβον των Ιουδαιων, ηλθεν ο Ιησους και εστη εις το μεσον και λεγει αυτοις, Ειρηνη υμιν.
  20. και τουτο ειπων εδειξεν τας χειρας και την πλευραν αυτοις. εχαρησαν ουν οι μαθηται ιδοντες τον κυριον.
  21. ειπεν ουν αυτοις [ο Ιησους] παλιν, Ειρηνη υμιν καθως απεσταλκεν με ο πατηρ, καγω πεμπω υμας.
  22. και τουτο ειπων ενεφυσησεν και λεγει αυτοις, Λαβετε πνευμα αγιον
  23. αν τινων αφητε τας αμαρτιας αφεωνται αυτοις, αν τινων κρατητε κεκρατηνται.
  24. Θωμας δε εις εκ των δωδεκα, ο λεγομενος Διδυμος, ουκ ην μετ αυτων οτε ηλθεν Ιησους.
  25. ελεγον ουν αυτω οι αλλοι μαθηται, Εωρακαμεν τον κυριον. ο δε ειπεν αυτοις, Εαν μη ιδω εν ταις χερσιν αυτου τον τυπον των ηλων και βαλω τον δακτυλον μου εις τον τυπον των ηλων και βαλω μου την χειρα εις την πλευραν αυτου, ου μη πιστευσω.
  26. Και μεθ ημερας οκτω παλιν ησαν εσω οι μαθηται αυτου και Θωμας μετ αυτων. ερχεται ο Ιησους των θυρων κεκλεισμενων, και εστη εις το μεσον και ειπεν, Ειρηνη υμιν.
  27. ειτα λεγει τω Θωμα, Φερε τον δακτυλον σου ωδε και ιδε τας χειρας μου, και φερε την χειρα σου και βαλε εις την πλευραν μου, και μη γινου απιστος αλλα πιστος.
  28. απεκριθη Θωμας και ειπεν αυτω, Ο κυριος μου και ο θεος μου.
  29. λεγει αυτω ο Ιησους, Οτι εωρακας με πεπιστευκας; μακαριοι οι μη ιδοντες και πιστευσαντες.
  30. Πολλα μεν ουν και αλλα σημεια εποιησεν ο Ιησους ενωπιον των μαθητων [αυτου], α ουκ εστιν γεγραμμενα εν τω βιβλιω τουτω
  31. ταυτα δε γεγραπται ινα πιστευ[ς]ητε οτι Ιησους εστιν ο Χριστος ο υιος του θεου, και ινα πιστευοντες ζωην εχητε εν τω ονοματι αυτου.

Chapter 21.

  1. Μετα ταυτα εφανερωσεν εαυτον παλιν ο Ιησους τοις μαθηταις επι της θαλασσης της Τιβεριαδος εφανερωσεν δε ουτως.
  2. ησαν ομου Σιμων Πετρος και Θωμας ο λεγομενος Διδυμος και Ναθαναηλ ο απο Κανα της Γαλιλαιας και οι του Ζεβεδαιου και αλλοι εκ των μαθητων αυτου δυο.
  3. λεγει αυτοις Σιμων Πετρος, Υπαγω αλιευειν. λεγουσιν αυτω, Ερχομεθα και ημεις συν σοι. εξηλθον και ενεβησαν εις το πλοιον, και εν εκεινη τη νυκτι επιασαν ουδεν.
  4. πρωιας δε ηδη γενομενης εστη Ιησους εις τον αιγιαλον ου μεντοι ηδεισαν οι μαθηται οτι Ιησους εστιν.
  5. λεγει ουν αυτοις [ο] Ιησους, Παιδια, μη τι προσφαγιον εχετε; απεκριθησαν αυτω, Ου.
  6. ο δε ειπεν αυτοις, Βαλετε εις τα δεξια μερη του πλοιου το δικτυον, και ευρησετε. εβαλον ουν, και ουκετι αυτο ελκυσαι ισχυον απο του πληθους των ιχθυων.
  7. λεγει ουν ο μαθητης εκεινος ον ηγαπα ο Ιησους τω Πετρω, Ο κυριος εστιν. Σιμων ουν Πετρος, ακουσας οτι ο κυριος εστιν, τον επενδυτην διεζωσατο, ην γαρ γυμνος, και εβαλεν εαυτον εις την θαλασσαν
  8. οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον, ου γαρ ησαν μακραν απο της γης αλλα ως απο πηχων διακοσιων, συροντες το δικτυον των ιχθυων.
  9. ως ουν απεβησαν εις την γην βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον.
  10. λεγει αυτοις ο Ιησους, Ενεγκατε απο των οψαριων ων επιασατε νυν.
  11. ανεβη ουν Σιμων Πετρος και ειλκυσεν το δικτυον εις την γην μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων και τοσουτων οντων ουκ εσχισθη το δικτυον.
  12. λεγει αυτοις ο Ιησους, Δευτε αριστησατε. ουδεις δε ετολμα των μαθητων εξετασαι αυτον, Συ τις ει; ειδοτες οτι ο κυριος εστιν.
  13. ερχεται Ιησους και λαμβανει τον αρτον και διδωσιν αυτοις, και το οψαριον ομοιως.
  14. τουτο ηδη τριτον εφανερωθη Ιησους τοις μαθηταις εγερθεις εκ νεκρων.
  15. Οτε ουν ηριστησαν λεγει τω Σιμωνι Πετρω ο Ιησους, Σιμων Ιωαννου, αγαπας με πλεον τουτων; λεγει αυτω, Ναι, κυριε, συ οιδας οτι φιλω σε. λεγει αυτω, Βοσκε τα αρνια μου.
  16. λεγει αυτω παλιν δευτερον, Σιμων Ιωαννου, αγαπας με; λεγει αυτω, Ναι, κυριε, συ οιδας οτι φιλω σε. λεγει αυτω, Ποιμαινε τα προβατα μου.
  17. λεγει αυτω το τριτον, Σιμων Ιωαννου, φιλεις με; ελυπηθη ο Πετρος οτι ειπεν αυτω το τριτον, Φιλεις με; και λεγει αυτω, Κυριε, παντα συ οιδας, συ γινωσκεις οτι φιλω σε. λεγει αυτω [ο Ιησους], Βοσκε τα προβατα μου.
  18. αμην αμην λεγω σοι, οτε ης νεωτερος, εζωννυες σεαυτον και περιεπατεις οπου ηθελες οταν δε γηρασης, εκτενεις τας χειρας σου, και αλλος σε ζωσει και οισει οπου ου θελεις.
  19. τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον. και τουτο ειπων λεγει αυτω, Ακολουθει μοι.
  20. Επιστραφεις ο Πετρος βλεπει τον μαθητην ον ηγαπα ο Ιησους ακολουθουντα, ος και ανεπεσεν εν τω δειπνω επι το στηθος αυτου και ειπεν, Κυριε, τις εστιν ο παραδιδους σε;
  21. τουτον ουν ιδων ο Πετρος λεγει τω Ιησου, Κυριε, ουτος δε τι;
  22. λεγει αυτω ο Ιησους, Εαν αυτον θελω μενειν εως ερχομαι, τι προς σε; συ μοι ακολουθει.
  23. εξηλθεν ουν ουτος ο λογος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει. ουκ ειπεν δε αυτω ο Ιησους οτι ουκ αποθνησκει, αλλ, Εαν αυτον θελω μενειν εως ερχομαι[, τι προς σε];
  24. Ουτος εστιν ο μαθητης ο μαρτυρων περι τουτων και ο γραψας ταυτα, και οιδαμεν οτι αληθης αυτου η μαρτυρια εστιν.
  25. Εστιν δε και αλλα πολλα α εποιησεν ο Ιησους, ατινα εαν γραφηται καθ εν, ουδ αυτον οιμαι τον κοσμον χωρησαι τα γραφομενα βιβλια.