Gospel of John.

Chapters 13-16.


Chapter 13.

  1. Προ δε της εορτης του πασχα ειδως ο Ιησους οτι ηλθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα, αγαπησας τους ιδιους τους εν τω κοσμω, εις τελος ηγαπησεν αυτους.
  2. και δειπνου γινομενου, του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ινα παραδοι αυτον Ιουδας Σιμωνος Ισκαριωτου,
  3. ειδως οτι παντα εδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει,
  4. εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια, και λαβων λεντιον διεζωσεν εαυτον.
  5. ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος.
  6. ερχεται ουν προς Σιμωνα Πετρον. λεγει αυτω, Κυριε, συ μου νιπτεις τους ποδας;
  7. απεκριθη Ιησους και ειπεν αυτω, Ο εγω ποιω συ ουκ οιδας αρτι, γνωση δε μετα ταυτα.
  8. λεγει αυτω Πετρος, Ου μη νιψης μου τους ποδας εις τον αιωνα. απεκριθη Ιησους αυτω, Εαν μη νιψω σε, ουκ εχεις μερος μετ εμου.
  9. λεγει αυτω Σιμων Πετρος, Κυριε, μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην.
  10. λεγει αυτω ο Ιησους, Ο λελουμενος ουκ εχει χρειαν ει μη τους ποδας νιψασθαι, αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε, αλλ ουχι παντες.
  11. ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν οτι Ουχι παντες καθαροι εστε.
  12. Οτε ουν ενιψεν τους ποδας αυτων [και] ελαβεν τα ιματια αυτου και ανεπεσεν παλιν, ειπεν αυτοις, Γινωσκετε τι πεποιηκα υμιν;
  13. υμεις φωνειτε με Ο διδασκαλος και Ο κυριος, και καλως λεγετε, ειμι γαρ.
  14. ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος, και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας
  15. υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε.
  16. αμην αμην λεγω υμιν, ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον.
  17. ει ταυτα οιδατε, μακαριοι εστε εαν ποιητε αυτα.
  18. ου περι παντων υμων λεγω εγω οιδα τινας εξελεξαμην αλλ ινα η γραφη πληρωθη, Ο τρωγων μου τον αρτον επηρεν επ εμε την πτερναν αυτου.
  19. απ αρτι λεγω υμιν προ του γενεσθαι, ινα πιστευσητε οταν γενηται οτι εγω ειμι.
  20. αμην αμην λεγω υμιν, ο λαμβανων αν τινα πεμψω εμε λαμβανει, ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με.
  21. Ταυτα ειπων [ο] Ιησους εταραχθη τω πνευματι και εμαρτυρησεν και ειπεν, Αμην αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με.
  22. εβλεπον εις αλληλους οι μαθηται απορουμενοι περι τινος λεγει.
  23. ην ανακειμενος εις εκ των μαθητων αυτου εν τω κολπω του Ιησου, ον ηγαπα ο Ιησους
  24. νευει ουν τουτω Σιμων Πετρος πυθεσθαι τις αν ειη περι ου λεγει.
  25. αναπεσων ουν εκεινος ουτως επι το στηθος του Ιησου λεγει αυτω, Κυριε, τις εστιν;
  26. αποκρινεται [ο] Ιησους, Εκεινος εστιν ω εγω βαψω το ψωμιον και δωσω αυτω. βαψας ουν το ψωμιον [λαμβανει και] διδωσιν Ιουδα Σιμωνος Ισκαριωτου.
  27. και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο Σατανας. λεγει ουν αυτω ο Ιησους, Ο ποιεις ποιησον ταχιον.
  28. τουτο [δε] ουδεις εγνω των ανακειμενων προς τι ειπεν αυτω
  29. τινες γαρ εδοκουν, επει το γλωσσοκομον ειχεν Ιουδας, οτι λεγει αυτω [ο] Ιησους, Αγορασον ων χρειαν εχομεν εις την εορτην, η τοις πτωχοις ινα τι δω.
  30. λαβων ουν το ψωμιον εκεινος εξηλθεν ευθυς ην δε νυξ.
  31. Οτε ουν εξηλθεν λεγει Ιησους, Νυν εδοξασθη ο υιος του ανθρωπου, και ο θεος εδοξασθη εν αυτω
  32. [ει ο θεος εδοξασθη εν αυτω] και ο θεος δοξασει αυτον εν αυτω, και ευθυς δοξασει αυτον.
  33. τεκνια, ετι μικρον μεθ υμων ειμι ζητησετε με, και καθως ειπον τοις Ιουδαιοις οτι Οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν, και υμιν λεγω αρτι.
  34. εντολην καινην διδωμι υμιν, ινα αγαπατε αλληλους καθως ηγαπησα υμας ινα και υμεις αγαπατε αλληλους.
  35. εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε, εαν αγαπην εχητε εν αλληλοις.
  36. Λεγει αυτω Σιμων Πετρος, Κυριε, που υπαγεις; απεκριθη [αυτω] Ιησους, Οπου υπαγω ου δυνασαι μοι νυν ακολουθησαι, ακολουθησεις δε υστερον.
  37. λεγει αυτω ο Πετρος, Κυριε, δια τι ου δυναμαι σοι ακολουθησαι αρτι; την ψυχην μου υπερ σου θησω.
  38. αποκρινεται Ιησους, Την ψυχην σου υπερ εμου θησεις; αμην αμην λεγω σοι, ου μη αλεκτωρ φωνηση εως ου αρνηση με τρις.

Chapter 14.

  1. Μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον, και εις εμε πιστευετε.
  2. εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη, ειπον αν υμιν οτι πορευομαι ετοιμασαι τοπον υμιν;
  3. και εαν πορευθω και ετοιμασω τοπον υμιν, παλιν ερχομαι και παραλημψομαι υμας προς εμαυτον, ινα οπου ειμι εγω και υμεις ητε.
  4. και οπου [εγω] υπαγω οιδατε την οδον.
  5. Λεγει αυτω Θωμας, Κυριε, ουκ οιδαμεν που υπαγεις πως δυναμεθα την οδον ειδεναι;
  6. λεγει αυτω [ο] Ιησους, Εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου.
  7. ει εγνωκατε με, και τον πατερα μου γνωσεσθε και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον.
  8. λεγει αυτω Φιλιππος, Κυριε, δειξον ημιν τον πατερα, και αρκει ημιν.
  9. λεγει αυτω ο Ιησους, Τοσουτω χρονω μεθ υμων ειμι και ουκ εγνωκας με, Φιλιππε; ο εωρακως εμε εωρακεν τον πατερα πως συ λεγεις, Δειξον ημιν τον πατερα;
  10. ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν; τα ρηματα α εγω λεγω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ εν εμοι μενων ποιει τα εργα αυτου.
  11. πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη, δια τα εργα αυτα πιστευετε.
  12. αμην αμην λεγω υμιν, ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει, και μειζονα τουτων ποιησει, οτι εγω προς τον πατερα πορευομαι
  13. και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω, ινα δοξασθη ο πατηρ εν τω υιω
  14. εαν τι αιτησητε με εν τω ονοματι μου εγω ποιησω.
  15. Εαν αγαπατε με, τας εντολας τας εμας τηρησετε
  16. καγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μεθ υμων εις τον αιωνα η,
  17. το πνευμα της αληθειας, ο ο κοσμος ου δυναται λαβειν, οτι ου θεωρει αυτο ουδε γινωσκει υμεις γινωσκετε αυτο, οτι παρ υμιν μενει και εν υμιν εσται.
  18. Ουκ αφησω υμας ορφανους, ερχομαι προς υμας.
  19. ετι μικρον και ο κοσμος με ουκετι θεωρει, υμεις δε θεωρειτε με, οτι εγω ζω και υμεις ζησετε.
  20. εν εκεινη τη ημερα γνωσεσθε υμεις οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν.
  21. ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου, καγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον.
  22. Λεγει αυτω Ιουδας, ουχ ο Ισκαριωτης, Κυριε, [και] τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω;
  23. απεκριθη Ιησους και ειπεν αυτω, Εαν τις αγαπα με τον λογον μου τηρησει, και ο πατηρ μου αγαπησει αυτον, και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεθα.
  24. ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος.
  25. Ταυτα λελαληκα υμιν παρ υμιν μενων
  26. ο δε παρακλητος, το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου, εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν [εγω].
  27. Ειρηνην αφιημι υμιν, ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν. μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω.
  28. ηκουσατε οτι εγω ειπον υμιν, Υπαγω και ερχομαι προς υμας. ει ηγαπατε με εχαρητε αν, οτι πορευομαι προς τον πατερα, οτι ο πατηρ μειζων μου εστιν.
  29. και νυν ειρηκα υμιν πριν γενεσθαι, ινα οταν γενηται πιστευσητε.
  30. ουκετι πολλα λαλησω μεθ υμων, ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν,
  31. αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα, και καθως ενετειλατο μοι ο πατηρ, ουτως ποιω. Εγειρεσθε, αγωμεν εντευθεν.

Chapter 15.

  1. Εγω ειμι η αμπελος η αληθινη, και ο πατηρ μου ο γεωργος εστιν.
  2. παν κλημα εν εμοι μη φερον καρπον, αιρει αυτο, και παν το καρπον φερον καθαιρει αυτο ινα καρπον πλειονα φερη.
  3. ηδη υμεις καθαροι εστε δια τον λογον ον λελαληκα υμιν
  4. μεινατε εν εμοι, καγω εν υμιν. καθως το κλημα ου δυναται καρπον φερειν αφ εαυτου εαν μη μενη εν τη αμπελω, ουτως ουδε υμεις εαν μη εν εμοι μενητε.
  5. εγω ειμι η αμπελος, υμεις τα κληματα. ο μενων εν εμοι καγω εν αυτω ουτος φερει καρπον πολυν, οτι χωρις εμου ου δυνασθε ποιειν ουδεν.
  6. εαν μη τις μενη εν εμοι, εβληθη εξω ως το κλημα και εξηρανθη, και συναγουσιν αυτα και εις το πυρ βαλλουσιν και καιεται.
  7. εαν μεινητε εν εμοι και τα ρηματα μου εν υμιν μεινη, ο εαν θελητε αιτησασθε και γενησεται υμιν.
  8. εν τουτω εδοξασθη ο πατηρ μου, ινα καρπον πολυν φερητε και γενησθε εμοι μαθηται.
  9. καθως ηγαπησεν με ο πατηρ, καγω υμας ηγαπησα μεινατε εν τη αγαπη τη εμη.
  10. εαν τας εντολας μου τηρησητε, μενειτε εν τη αγαπη μου, καθως εγω τας εντολας του πατρος μου τετηρηκα και μενω αυτου εν τη αγαπη.
  11. Ταυτα λελαληκα υμιν ινα η χαρα η εμη εν υμιν η και η χαρα υμων πληρωθη.
  12. αυτη εστιν η εντολη η εμη, ινα αγαπατε αλληλους καθως ηγαπησα υμας
  13. μειζονα ταυτης αγαπην ουδεις εχει, ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου.
  14. υμεις φιλοι μου εστε εαν ποιητε α εγω εντελλομαι υμιν.
  15. ουκετι λεγω υμας δουλους, οτι ο δουλος ουκ οιδεν τι ποιει αυτου ο κυριος υμας δε ειρηκα φιλους, οτι παντα α ηκουσα παρα του πατρος μου εγνωρισα υμιν.
  16. ουχ υμεις με εξελεξασθε, αλλ εγω εξελεξαμην υμας και εθηκα υμας ινα υμεις υπαγητε και καρπον φερητε και ο καρπος υμων μενη, ινα ο τι αν αιτησητε τον πατερα εν τω ονοματι μου δω υμιν.
  17. ταυτα εντελλομαι υμιν, ινα αγαπατε αλληλους.
  18. Ει ο κοσμος υμας μισει, γινωσκετε οτι εμε πρωτον υμων μεμισηκεν.
  19. ει εκ του κοσμου ητε, ο κοσμος αν το ιδιον εφιλει οτι δε εκ του κοσμου ουκ εστε, αλλ εγω εξελεξαμην υμας εκ του κοσμου, δια τουτο μισει υμας ο κοσμος.
  20. μνημονευετε του λογου ου εγω ειπον υμιν, Ουκ εστιν δουλος μειζων του κυριου αυτου. ει εμε εδιωξαν, και υμας διωξουσιν ει τον λογον μου ετηρησαν, και τον υμετερον τηρησουσιν.
  21. αλλα ταυτα παντα ποιησουσιν εις υμας δια το ονομα μου, οτι ουκ οιδασιν τον πεμψαντα με.
  22. ει μη ηλθον και ελαλησα αυτοις, αμαρτιαν ουκ ειχοσαν νυν δε προφασιν ουκ εχουσιν περι της αμαρτιας αυτων.
  23. ο εμε μισων και τον πατερα μου μισει.
  24. ει τα εργα μη εποιησα εν αυτοις α ουδεις αλλος εποιησεν, αμαρτιαν ουκ ειχοσαν νυν δε και εωρακασιν και μεμισηκασιν και εμε και τον πατερα μου.
  25. αλλ ινα πληρωθη ο λογος ο εν τω νομω αυτων γεγραμμενος οτι Εμισησαν με δωρεαν.
  26. Οταν ελθη ο παρακλητος ον εγω πεμψω υμιν παρα του πατρος, το πνευμα της αληθειας ο παρα του πατρος εκπορευεται, εκεινος μαρτυρησει περι εμου
  27. και υμεις δε μαρτυρειτε, οτι απ αρχης μετ εμου εστε.

Chapter 16.

  1. Ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε.
  2. αποσυναγωγους ποιησουσιν υμας αλλ ερχεται ωρα ινα πας ο αποκτεινας υμας δοξη λατρειαν προσφερειν τω θεω.
  3. και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε.
  4. αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα αυτων μνημονευητε αυτων οτι εγω ειπον υμιν. Ταυτα δε υμιν εξ αρχης ουκ ειπον, οτι μεθ υμων ημην.
  5. νυν δε υπαγω προς τον πεμψαντα με, και ουδεις εξ υμων ερωτα με, Που υπαγεις;
  6. αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν.
  7. αλλ εγω την αληθειαν λεγω υμιν, συμφερει υμιν ινα εγω απελθω. εαν γαρ μη απελθω, ο παρακλητος ουκ ελευσεται προς υμας εαν δε πορευθω, πεμψω αυτον προς υμας.
  8. και ελθων εκεινος ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως
  9. περι αμαρτιας μεν, οτι ου πιστευουσιν εις εμε
  10. περι δικαιοσυνης δε, οτι προς τον πατερα υπαγω και ουκετι θεωρειτε με
  11. περι δε κρισεως, οτι ο αρχων του κοσμου τουτου κεκριται.
  12. Ετι πολλα εχω υμιν λεγειν, αλλ ου δυνασθε βασταζειν αρτι
  13. οταν δε ελθη εκεινος, το πνευμα της αληθειας, οδηγησει υμας εν τη αληθεια παση ου γαρ λαλησει αφ εαυτου, αλλ οσα ακουσει λαλησει, και τα ερχομενα αναγγελει υμιν.
  14. εκεινος εμε δοξασει, οτι εκ του εμου λημψεται και αναγγελει υμιν.
  15. παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν.
  16. Μικρον και ουκετι θεωρειτε με, και παλιν μικρον και οψεσθε με.
  17. ειπαν ουν εκ των μαθητων αυτου προς αλληλους, Τι εστιν τουτο ο λεγει ημιν, Μικρον και ου θεωρειτε με, και παλιν μικρον και οψεσθε με; και, Οτι υπαγω προς τον πατερα;
  18. ελεγον ουν, Τι εστιν τουτο [ο λεγει], το μικρον; ουκ οιδαμεν τι λαλει.
  19. εγνω [ο] Ιησους οτι ηθελον αυτον ερωταν, και ειπεν αυτοις, Περι τουτου ζητειτε μετ αλληλων οτι ειπον, Μικρον και ου θεωρειτε με, και παλιν μικρον και οψεσθε με;
  20. αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεις, ο δε κοσμος χαρησεται υμεις λυπηθησεσθε, αλλ η λυπη υμων εις χαραν γενησεται.
  21. η γυνη οταν τικτη λυπην εχει, οτι ηλθεν η ωρα αυτης οταν δε γεννηση το παιδιον, ουκετι μνημονευει της θλιψεως δια την χαραν οτι εγεννηθη ανθρωπος εις τον κοσμον.
  22. και υμεις ουν νυν μεν λυπην εχετε παλιν δε οψομαι υμας, και χαρησεται υμων η καρδια, και την χαραν υμων ουδεις αιρει αφ υμων.
  23. και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν. αμην αμην λεγω υμιν, αν τι αιτησητε τον πατερα εν τω ονοματι μου δωσει υμιν.
  24. εως αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και λημψεσθε, ινα η χαρα υμων η πεπληρωμενη.
  25. Ταυτα εν παροιμιαις λελαληκα υμιν ερχεται ωρα οτε ουκετι εν παροιμιαις λαλησω υμιν αλλα παρρησια περι του πατρος απαγγελω υμιν.
  26. εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε, και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων
  27. αυτος γαρ ο πατηρ φιλει υμας, οτι υμεις εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα [του] θεου εξηλθον.
  28. εξηλθον παρα του πατρος και εληλυθα εις τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προς τον πατερα.
  29. Λεγουσιν οι μαθηται αυτου, Ιδε νυν εν παρρησια λαλεις, και παροιμιαν ουδεμιαν λεγεις.
  30. νυν οιδαμεν οτι οιδας παντα και ου χρειαν εχεις ινα τις σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθες.
  31. απεκριθη αυτοις Ιησους, Αρτι πιστευετε;
  32. ιδου ερχεται ωρα και εληλυθεν ινα σκορπισθητε εκαστος εις τα ιδια καμε μονον αφητε και ουκ ειμι μονος, οτι ο πατηρ μετ εμου εστιν.
  33. ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε, αλλα θαρσειτε, εγω νενικηκα τον κοσμον.