Gospel of John.

Chapters 1-4.


Chapter 1.

  1. Εν αρχη ην ο λογος, και ο λογος ην προς τον θεον, και θεος ην ο λογος.
  2. ουτος ην εν αρχη προς τον θεον.
  3. παντα δι αυτου εγενετο, και χωρις αυτου εγενετο ουδε εν. ο γεγονεν
  4. εν αυτω ζωη ην, και η ζωη ην το φως των ανθρωπων
  5. και το φως εν τη σκοτια φαινει, και η σκοτια αυτο ου κατελαβεν.
  6. Εγενετο ανθρωπος απεσταλμενος παρα θεου, ονομα αυτω Ιωαννης
  7. ουτος ηλθεν εις μαρτυριαν, ινα μαρτυρηση περι του φωτος, ινα παντες πιστευσωσιν δι αυτου.
  8. ουκ ην εκεινος το φως, αλλ ινα μαρτυρηση περι του φωτος.
  9. Ην το φως το αληθινον, ο φωτιζει παντα ανθρωπον, ερχομενον εις τον κοσμον.
  10. εν τω κοσμω ην, και ο κοσμος δι αυτου εγενετο, και ο κοσμος αυτον ουκ εγνω.
  11. εις τα ιδια ηλθεν, και οι ιδιοι αυτον ου παρελαβον.
  12. οσοι δε ελαβον αυτον, εδωκεν αυτοις εξουσιαν τεκνα θεου γενεσθαι, τοις πιστευουσιν εις το ονομα αυτου,
  13. οι ουκ εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος αλλ εκ θεου εγεννηθησαν.
  14. Και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν, και εθεασαμεθα την δοξαν αυτου, δοξαν ως μονογενους παρα πατρος, πληρης χαριτος και αληθειας.
  15. Ιωαννης μαρτυρει περι αυτου και κεκραγεν λεγων, Ουτος ην ον ειπον, Ο οπισω μου ερχομενος εμπροσθεν μου γεγονεν, οτι πρωτος μου ην.
  16. οτι εκ του πληρωματος αυτου ημεις παντες ελαβομεν, και χαριν αντι χαριτος
  17. οτι ο νομος δια Μωυσεως εδοθη, η χαρις και η αληθεια δια Ιησου Χριστου εγενετο.
  18. θεον ουδεις εωρακεν πωποτε μονογενης θεος ο ων εις τον κολπον του πατρος εκεινος εξηγησατο.
  19. Και αυτη εστιν η μαρτυρια του Ιωαννου, οτε απεστειλαν [προς αυτον] οι Ιουδαιοι εξ Ιεροσολυμων ιερεις και Λευιτας ινα ερωτησωσιν αυτον, Συ τις ει;
  20. και ωμολογησεν και ουκ ηρνησατο, και ωμολογησεν οτι Εγω ουκ ειμι ο Χριστος.
  21. και ηρωτησαν αυτον, Τι ουν; Συ Ηλιας ει; και λεγει, Ουκ ειμι. Ο προφητης ει συ; και απεκριθη, Ου.
  22. ειπαν ουν αυτω, Τις ει; ινα αποκρισιν δωμεν τοις πεμψασιν ημας τι λεγεις περι σεαυτου;
  23. εφη, Εγω φωνη βοωντος εν τη ερημω, Ευθυνατε την οδον κυριου, καθως ειπεν Ησαιας ο προφητης.
  24. Και απεσταλμενοι ησαν εκ των Φαρισαιων.
  25. και ηρωτησαν αυτον και ειπαν αυτω, Τι ουν βαπτιζεις ει συ ουκ ει ο Χριστος ουδε Ηλιας ουδε ο προφητης;
  26. απεκριθη αυτοις ο Ιωαννης λεγων, Εγω βαπτιζω εν υδατι μεσος υμων εστηκεν ον υμεις ουκ οιδατε,
  27. ο οπισω μου ερχομενος, ου ουκ ειμι [εγω] αξιος ινα λυσω αυτου τον ιμαντα του υποδηματος.
  28. Ταυτα εν Βηθανια εγενετο περαν του Ιορδανου, οπου ην ο Ιωαννης βαπτιζων.
  29. Τη επαυριον βλεπει τον Ιησουν ερχομενον προς αυτον, και λεγει, Ιδε ο αμνος του θεου ο αιρων την αμαρτιαν του κοσμου.
  30. ουτος εστιν υπερ ου εγω ειπον, Οπισω μου ερχεται ανηρ ος εμπροσθεν μου γεγονεν, οτι πρωτος μου ην.
  31. καγω ουκ ηδειν αυτον, αλλ ινα φανερωθη τω Ισραηλ δια τουτο ηλθον εγω εν υδατι βαπτιζων.
  32. Και εμαρτυρησεν Ιωαννης λεγων οτι Τεθεαμαι το πνευμα καταβαινον ως περιστεραν εξ ουρανου, και εμεινεν επ αυτον
  33. καγω ουκ ηδειν αυτον, αλλ ο πεμψας με βαπτιζειν εν υδατι εκεινος μοι ειπεν, Εφ ον αν ιδης το πνευμα καταβαινον και μενον επ αυτον, ουτος εστιν ο βαπτιζων εν πνευματι αγιω.
  34. καγω εωρακα, και μεμαρτυρηκα οτι ουτος εστιν ο υιος του θεου.
  35. Τη επαυριον παλιν ειστηκει ο Ιωαννης και εκ των μαθητων αυτου δυο,
  36. και εμβλεψας τω Ιησου περιπατουντι λεγει, Ιδε ο αμνος του θεου.
  37. και ηκουσαν οι δυο μαθηται αυτου λαλουντος και ηκολουθησαν τω Ιησου.
  38. στραφεις δε ο Ιησους και θεασαμενος αυτους ακολουθουντας λεγει αυτοις, Τι ζητειτε; οι δε ειπαν αυτω, Ραββι ο λεγεται μεθερμηνευομενον Διδασκαλε, που μενεις;
  39. λεγει αυτοις, Ερχεσθε και οψεσθε. ηλθαν ουν και ειδαν που μενει, και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα ην ως δεκατη.
  40. Ην Ανδρεας ο αδελφος Σιμωνος Πετρου εις εκ των δυο των ακουσαντων παρα Ιωαννου και ακολουθησαντων αυτω
  41. ευρισκει ουτος πρωτον τον αδελφον τον ιδιον Σιμωνα και λεγει αυτω, Ευρηκαμεν τον Μεσσιαν ο εστιν μεθερμηνευομενον Χριστος
  42. ηγαγεν αυτον προς τον Ιησουν. εμβλεψας αυτω ο Ιησους ειπεν, Συ ει Σιμων ο υιος Ιωαννου συ κληθηση Κηφας ο ερμηνευεται Πετρος.
  43. Τη επαυριον ηθελησεν εξελθειν εις την Γαλιλαιαν, και ευρισκει Φιλιππον. και λεγει αυτω ο Ιησους, Ακολουθει μοι.
  44. ην δε ο Φιλιππος απο Βηθσαιδα, εκ της πολεως Ανδρεου και Πετρου.
  45. ευρισκει Φιλιππος τον Ναθαναηλ και λεγει αυτω, Ον εγραψεν Μωυσης εν τω νομω και οι προφηται ευρηκαμεν, Ιησουν υιον του Ιωσηφ τον απο Ναζαρετ.
  46. και ειπεν αυτω Ναθαναηλ, Εκ Ναζαρετ δυναται τι αγαθον ειναι; λεγει αυτω [ο] Φιλιππος, Ερχου και ιδε.
  47. ειδεν ο Ιησους τον Ναθαναηλ ερχομενον προς αυτον και λεγει περι αυτου, Ιδε αληθως Ισραηλιτης εν ω δολος ουκ εστιν.
  48. λεγει αυτω Ναθαναηλ, Ποθεν με γινωσκεις; απεκριθη Ιησους και ειπεν αυτω, Προ του σε Φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε.
  49. απεκριθη αυτω Ναθαναηλ, Ραββι, συ ει ο υιος του θεου, συ βασιλευς ει του Ισραηλ.
  50. απεκριθη Ιησους και ειπεν αυτω, Οτι ειπον σοι οτι ειδον σε υποκατω της συκης πιστευεις; μειζω τουτων οψη.
  51. και λεγει αυτω, Αμην αμην λεγω υμιν, οψεσθε τον ουρανον ανεωγοτα και τους αγγελους του θεου αναβαινοντας και καταβαινοντας επι τον υιον του ανθρωπου.

Chapter 2.

  1. Και τη ημερα τη τριτη γαμος εγενετο εν Κανα της Γαλιλαιας, και ην η μητηρ του Ιησου εκει
  2. εκληθη δε και ο Ιησους και οι μαθηται αυτου εις τον γαμον.
  3. και υστερησαντος οινου λεγει η μητηρ του Ιησου προς αυτον, Οινον ουκ εχουσιν.
  4. [και] λεγει αυτη ο Ιησους, Τι εμοι και σοι, γυναι; ουπω ηκει η ωρα μου.
  5. λεγει η μητηρ αυτου τοις διακονοις, Ο τι αν λεγη υμιν ποιησατε.
  6. ησαν δε εκει λιθιναι υδριαι εξ κατα τον καθαρισμον των Ιουδαιων κειμεναι, χωρουσαι ανα μετρητας δυο η τρεις.
  7. λεγει αυτοις ο Ιησους, Γεμισατε τας υδριας υδατος. και εγεμισαν αυτας εως ανω.
  8. και λεγει αυτοις, Αντλησατε νυν και φερετε τω αρχιτρικλινω οι δε ηνεγκαν.
  9. ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον, και ουκ ηδει ποθεν εστιν, οι δε διακονοι ηδεισαν οι ηντληκοτες το υδωρ, φωνει τον νυμφιον ο αρχιτρικλινος
  10. και λεγει αυτω, Πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν, και οταν μεθυσθωσιν τον ελασσω συ τετηρηκας τον καλον οινον εως αρτι.
  11. Ταυτην εποιησεν αρχην των σημειων ο Ιησους εν Κανα της Γαλιλαιας και εφανερωσεν την δοξαν αυτου, και επιστευσαν εις αυτον οι μαθηται αυτου.
  12. Μετα τουτο κατεβη εις Καφαρναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι [αυτου] και οι μαθηται αυτου, και εκει εμειναν ου πολλας ημερας.
  13. Και εγγυς ην το πασχα των Ιουδαιων, και ανεβη εις Ιεροσολυμα ο Ιησους.
  14. και ευρεν εν τω ιερω τους πωλουντας βοας και προβατα και περιστερας και τους κερματιστας καθημενους,
  15. και ποιησας φραγελλιον εκ σχοινιων παντας εξεβαλεν εκ του ιερου, τα τε προβατα και τους βοας, και των κολλυβιστων εξεχεεν το κερμα και τας τραπεζας ανετρεψεν,
  16. και τοις τας περιστερας πωλουσιν ειπεν, Αρατε ταυτα εντευθεν, μη ποιειτε τον οικον του πατρος μου οικον εμποριου.
  17. Εμνησθησαν οι μαθηται αυτου οτι γεγραμμενον εστιν, Ο ζηλος του οικου σου καταφαγεται με.
  18. απεκριθησαν ουν οι Ιουδαιοι και ειπαν αυτω, Τι σημειον δεικνυεις ημιν, οτι ταυτα ποιεις;
  19. απεκριθη Ιησους και ειπεν αυτοις, Λυσατε τον ναον τουτον και εν τρισιν ημεραις εγερω αυτον.
  20. ειπαν ουν οι Ιουδαιοι, Τεσσερακοντα και εξ ετεσιν οικοδομηθη ο ναος ουτος, και συ εν τρισιν ημεραις εγερεις αυτον;
  21. εκεινος δε ελεγεν περι του ναου του σωματος αυτου.
  22. οτε ουν ηγερθη εκ νεκρων, εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν, και επιστευσαν τη γραφη και τω λογω ον ειπεν ο Ιησους.
  23. Ως δε ην εν τοις Ιεροσολυμοις εν τω πασχα εν τη εορτη, πολλοι επιστευσαν εις το ονομα αυτου, θεωρουντες αυτου τα σημεια α εποιει
  24. αυτος δε Ιησους ουκ επιστευεν αυτον αυτοις δια το αυτον γινωσκειν παντας,
  25. και οτι ου χρειαν ειχεν ινα τις μαρτυρηση περι του ανθρωπου αυτος γαρ εγινωσκεν τι ην εν τω ανθρωπω.

Chapter 3.

  1. Ην δε ανθρωπος εκ των Φαρισαιων, Νικοδημος ονομα αυτω, αρχων των Ιουδαιων
  2. ουτος ηλθεν προς αυτον νυκτος και ειπεν αυτω, Ραββι, οιδαμεν οτι απο θεου εληλυθας διδασκαλος ουδεις γαρ δυναται ταυτα τα σημεια ποιειν α συ ποιεις, εαν μη η ο θεος μετ αυτου.
  3. απεκριθη Ιησους και ειπεν αυτω, Αμην αμην λεγω σοι, εαν μη τις γεννηθη ανωθεν, ου δυναται ιδειν την βασιλειαν του θεου.
  4. λεγει προς αυτον [ο] Νικοδημος, Πως δυναται ανθρωπος γεννηθηναι γερων ων; μη δυναται εις την κοιλιαν της μητρος αυτου δευτερον εισελθειν και γεννηθηναι;
  5. απεκριθη Ιησους, Αμην αμην λεγω σοι, εαν μη τις γεννηθη εξ υδατος και πνευματος, ου δυναται εισελθειν εις την βασιλειαν του θεου.
  6. το γεγεννημενον εκ της σαρκος σαρξ εστιν, και το γεγεννημενον εκ του πνευματος πνευμα εστιν.
  7. μη θαυμασης οτι ειπον σοι, Δει υμας γεννηθηναι ανωθεν.
  8. το πνευμα οπου θελει πνει, και την φωνην αυτου ακουεις, αλλ ουκ οιδας ποθεν ερχεται και που υπαγει ουτως εστιν πας ο γεγεννημενος εκ του πνευματος.
  9. απεκριθη Νικοδημος και ειπεν αυτω, Πως δυναται ταυτα γενεσθαι;
  10. απεκριθη Ιησους και ειπεν αυτω, Συ ει ο διδασκαλος του Ισραηλ και ταυτα ου γινωσκεις;
  11. αμην αμην λεγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωρακαμεν μαρτυρουμεν, και την μαρτυριαν ημων ου λαμβανετε.
  12. ει τα επιγεια ειπον υμιν και ου πιστευετε, πως εαν ειπω υμιν τα επουρανια πιστευσετε;
  13. και ουδεις αναβεβηκεν εις τον ουρανον ει μη ο εκ του ουρανου καταβας, ο υιος του ανθρωπου.
  14. και καθως Μωυσης υψωσεν τον οφιν εν τη ερημω, ουτως υψωθηναι δει τον υιον του ανθρωπου,
  15. ινα πας ο πιστευων εν αυτω εχη ζωην αιωνιον.
  16. Ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον, ωστε τον υιον τον μονογενη εδωκεν, ινα πας ο πιστευων εις αυτον μη αποληται αλλ εχη ζωην αιωνιον.
  17. ου γαρ απεστειλεν ο θεος τον υιον εις τον κοσμον ινα κρινη τον κοσμον, αλλ ινα σωθη ο κοσμος δι αυτου.
  18. ο πιστευων εις αυτον ου κρινεται ο δε μη πιστευων ηδη κεκριται, οτι μη πεπιστευκεν εις το ονομα του μονογενους υιου του θεου.
  19. αυτη δε εστιν η κρισις, οτι το φως εληλυθεν εις τον κοσμον και ηγαπησαν οι ανθρωποι μαλλον το σκοτος η το φως, ην γαρ αυτων πονηρα τα εργα.
  20. πας γαρ ο φαυλα πρασσων μισει το φως και ουκ ερχεται προς το φως, ινα μη ελεγχθη τα εργα αυτου
  21. ο δε ποιων την αληθειαν ερχεται προς το φως, ινα φανερωθη αυτου τα εργα οτι εν θεω εστιν ειργασμενα.
  22. Μετα ταυτα ηλθεν ο Ιησους και οι μαθηται αυτου εις την Ιουδαιαν γην, και εκει διετριβεν μετ αυτων και εβαπτιζεν.
  23. ην δε και ο Ιωαννης βαπτιζων εν Αινων εγγυς του Σαλειμ, οτι υδατα πολλα ην εκει, και παρεγινοντο και εβαπτιζοντο
  24. ουπω γαρ ην βεβλημενος εις την φυλακην ο Ιωαννης.
  25. Εγενετο ουν ζητησις εκ των μαθητων Ιωαννου μετα Ιουδαιου περι καθαρισμου.
  26. και ηλθον προς τον Ιωαννην και ειπαν αυτω, Ραββι, ος ην μετα σου περαν του Ιορδανου, ω συ μεμαρτυρηκας, ιδε ουτος βαπτιζει και παντες ερχονται προς αυτον.
  27. απεκριθη Ιωαννης και ειπεν, Ου δυναται ανθρωπος λαμβανειν ουδε εν εαν μη η δεδομενον αυτω εκ του ουρανου.
  28. αυτοι υμεις μοι μαρτυρειτε οτι ειπον [οτι] Ουκ ειμι εγω ο Χριστος, αλλ οτι Απεσταλμενος ειμι εμπροσθεν εκεινου.
  29. ο εχων την νυμφην νυμφιος εστιν ο δε φιλος του νυμφιου, ο εστηκως και ακουων αυτου, χαρα χαιρει δια την φωνην του νυμφιου. αυτη ουν η χαρα η εμη πεπληρωται.
  30. εκεινον δει αυξανειν, εμε δε ελαττουσθαι.
  31. Ο ανωθεν ερχομενος επανω παντων εστιν ο ων εκ της γης εκ της γης εστιν και εκ της γης λαλει. ο εκ του ουρανου ερχομενος [επανω παντων εστιν]
  32. ο εωρακεν και ηκουσεν τουτο μαρτυρει, και την μαρτυριαν αυτου ουδεις λαμβανει.
  33. ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεος αληθης εστιν.
  34. ον γαρ απεστειλεν ο θεος τα ρηματα του θεου λαλει, ου γαρ εκ μετρου διδωσιν το πνευμα.
  35. ο πατηρ αγαπα τον υιον, και παντα δεδωκεν εν τη χειρι αυτου.
  36. ο πιστευων εις τον υιον εχει ζωην αιωνιον ο δε απειθων τω υιω ουκ οψεται ζωην, αλλ η οργη του θεου μενει επ αυτον.

Chapter 4.

  1. Ως ουν εγνω ο Ιησους οτι ηκουσαν οι φαρισαιοι οτι Ιησους πλειονας μαθητας ποιει και βαπτιζει η Ιωαννης
  2. καιτοιγε Ιησους αυτος ουκ εβαπτιζεν αλλ οι μαθηται αυτου
  3. αφηκεν την Ιουδαιαν και απηλθεν παλιν εις την Γαλιλαιαν.
  4. εδει δε αυτον διερχεσθαι δια της Σαμαρειας.
  5. ερχεται ουν εις πολιν της Σαμαρειας λεγομενην Συχαρ πλησιον του χωριου ο εδωκεν Ιακωβ [τω] Ιωσηφ τω υιω αυτου
  6. ην δε εκει πηγη του Ιακωβ. ο ουν Ιησους κεκοπιακως εκ της οδοιποριας εκαθεζετο ουτως επι τη πηγη ωρα ην ως εκτη.
  7. Ερχεται γυνη εκ της Σαμαρειας αντλησαι υδωρ. λεγει αυτη ο Ιησους, Δος μοι πειν
  8. οι γαρ μαθηται αυτου απεληλυθεισαν εις την πολιν, ινα τροφας αγορασωσιν.
  9. λεγει ουν αυτω η γυνη η Σαμαριτις, Πως συ Ιουδαιος ων παρ εμου πειν αιτεις γυναικος Σαμαριτιδος ουσης; ου γαρ συγχρωνται Ιουδαιοι Σαμαριταις.
  10. απεκριθη Ιησους και ειπεν αυτη, Ει ηδεις την δωρεαν του θεου και τις εστιν ο λεγων σοι, Δος μοι πειν, συ αν ητησας αυτον και εδωκεν αν σοι υδωρ ζων.
  11. λεγει αυτω [η γυνη], Κυριε, ουτε αντλημα εχεις και το φρεαρ εστιν βαθυ ποθεν ουν εχεις το υδωρ το ζων;
  12. μη συ μειζων ει του πατρος ημων Ιακωβ, ος εδωκεν ημιν το φρεαρ και αυτος εξ αυτου επιεν και οι υιοι αυτου και τα θρεμματα αυτου;
  13. απεκριθη Ιησους και ειπεν αυτη, Πας ο πινων εκ του υδατος τουτου διψησει παλιν
  14. ος δ αν πιη εκ του υδατος ου εγω δωσω αυτω, ου μη διψησει εις τον αιωνα, αλλα το υδωρ ο δωσω αυτω γενησεται εν αυτω πηγη υδατος αλλομενου εις ζωην αιωνιον.
  15. λεγει προς αυτον η γυνη, Κυριε, δος μοι τουτο το υδωρ, ινα μη διψω μηδε διερχωμαι ενθαδε αντλειν.
  16. Λεγει αυτη, Υπαγε φωνησον τον ανδρα σου και ελθε ενθαδε.
  17. απεκριθη η γυνη και ειπεν αυτω, Ουκ εχω ανδρα. λεγει αυτη ο Ιησους, Καλως ειπας οτι Ανδρα ουκ εχω
  18. πεντε γαρ ανδρας εσχες, και νυν ον εχεις ουκ εστιν σου ανηρ τουτο αληθες ειρηκας.
  19. λεγει αυτω η γυνη, Κυριε, θεωρω οτι προφητης ει συ.
  20. οι πατερες ημων εν τω ορει τουτω προσεκυνησαν και υμεις λεγετε οτι εν Ιεροσολυμοις εστιν ο τοπος οπου προσκυνειν δει.
  21. λεγει αυτη ο Ιησους, Πιστευε μοι, γυναι, οτι ερχεται ωρα οτε ουτε εν τω ορει τουτω ουτε εν Ιεροσολυμοις προσκυνησετε τω πατρι.
  22. υμεις προσκυνειτε ο ουκ οιδατε ημεις προσκυνουμεν ο οιδαμεν, οτι η σωτηρια εκ των Ιουδαιων εστιν.
  23. αλλα ερχεται ωρα, και νυν εστιν, οτε οι αληθινοι προσκυνηται προσκυνησουσιν τω πατρι εν πνευματι και αληθεια και γαρ ο πατηρ τοιουτους ζητει τους προσκυνουντας αυτον.
  24. πνευμα ο θεος, και τους προσκυνουντας αυτον εν πνευματι και αληθεια δει προσκυνειν.
  25. λεγει αυτω η γυνη, Οιδα οτι Μεσσιας ερχεται, ο λεγομενος Χριστος οταν ελθη εκεινος, αναγγελει ημιν απαντα.
  26. λεγει αυτη ο Ιησους, Εγω ειμι, ο λαλων σοι.
  27. Και επι τουτω ηλθαν οι μαθηται αυτου, και εθαυμαζον οτι μετα γυναικος ελαλει ουδεις μεντοι ειπεν, Τι ζητεις; η, Τι λαλεις μετ αυτης;
  28. αφηκεν ουν την υδριαν αυτης η γυνη και απηλθεν εις την πολιν και λεγει τοις ανθρωποις,
  29. Δευτε ιδετε ανθρωπον ος ειπεν μοι παντα οσα εποιησα μητι ουτος εστιν ο Χριστος;
  30. εξηλθον εκ της πολεως και ηρχοντο προς αυτον.
  31. Εν τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντες, Ραββι, φαγε.
  32. ο δε ειπεν αυτοις, Εγω βρωσιν εχω φαγειν ην υμεις ουκ οιδατε.
  33. ελεγον ουν οι μαθηται προς αλληλους, Μη τις ηνεγκεν αυτω φαγειν;
  34. λεγει αυτοις ο Ιησους, Εμον βρωμα εστιν ινα ποιησω το θελημα του πεμψαντος με και τελειωσω αυτου το εργον.
  35. ουχ υμεις λεγετε οτι Ετι τετραμηνος εστιν και ο θερισμος ερχεται; ιδου λεγω υμιν, επαρατε τους οφθαλμους υμων και θεασασθε τας χωρας οτι λευκαι εισιν προς θερισμον. ηδη
  36. ο θεριζων μισθον λαμβανει και συναγει καρπον εις ζωην αιωνιον, ινα ο σπειρων ομου χαιρη και ο θεριζων.
  37. εν γαρ τουτω ο λογος εστιν αληθινος οτι Αλλος εστιν ο σπειρων και αλλος ο θεριζων.
  38. εγω απεστειλα υμας θεριζειν ο ουχ υμεις κεκοπιακατε αλλοι κεκοπιακασιν, και υμεις εις τον κοπον αυτων εισεληλυθατε.
  39. Εκ δε της πολεως εκεινης πολλοι επιστευσαν εις αυτον των Σαμαριτων δια τον λογον της γυναικος μαρτυρουσης οτι Ειπεν μοι παντα α εποιησα.
  40. ως ουν ηλθον προς αυτον οι Σαμαριται, ηρωτων αυτον μειναι παρ αυτοις και εμεινεν εκει δυο ημερας.
  41. και πολλω πλειους επιστευσαν δια τον λογον αυτου,
  42. τη τε γυναικι ελεγον οτι Ουκετι δια την σην λαλιαν πιστευομεν αυτοι γαρ ακηκοαμεν, και οιδαμεν οτι ουτος εστιν αληθως ο σωτηρ του κοσμου.
  43. Μετα δε τας δυο ημερας εξηλθεν εκειθεν εις την Γαλιλαιαν
  44. αυτος γαρ Ιησους εμαρτυρησεν οτι προφητης εν τη ιδια πατριδι τιμην ουκ εχει.
  45. οτε ουν ηλθεν εις την Γαλιλαιαν, εδεξαντο αυτον οι Γαλιλαιοι, παντα εωρακοτες οσα εποιησεν εν Ιεροσολυμοις εν τη εορτη, και αυτοι γαρ ηλθον εις την εορτην.
  46. Ηλθεν ουν παλιν εις την Κανα της Γαλιλαιας, οπου εποιησεν το υδωρ οινον. και ην τις βασιλικος ου ο υιος ησθενει εν Καφαρναουμ
  47. ουτος ακουσας οτι Ιησους ηκει εκ της Ιουδαιας εις την Γαλιλαιαν απηλθεν προς αυτον και ηρωτα ινα καταβη και ιασηται αυτου τον υιον, ημελλεν γαρ αποθνησκειν.
  48. ειπεν ουν ο Ιησους προς αυτον, Εαν μη σημεια και τερατα ιδητε, ου μη πιστευσητε.
  49. λεγει προς αυτον ο βασιλικος, Κυριε, καταβηθι πριν αποθανειν το παιδιον μου.
  50. λεγει αυτω ο Ιησους, Πορευου ο υιος σου ζη. επιστευσεν ο ανθρωπος τω λογω ον ειπεν αυτω ο Ιησους και επορευετο.
  51. ηδη δε αυτου καταβαινοντος οι δουλοι αυτου υπηντησαν αυτω λεγοντες οτι ο παις αυτου ζη.
  52. επυθετο ουν την ωραν παρ αυτων εν η κομψοτερον εσχεν ειπαν ουν αυτω οτι Εχθες ωραν εβδομην αφηκεν αυτον ο πυρετος.
  53. εγνω ουν ο πατηρ οτι [εν] εκεινη τη ωρα εν η ειπεν αυτω ο Ιησους, Ο υιος σου ζη, και επιστευσεν αυτος και η οικια αυτου ολη.
  54. Τουτο [δε] παλιν δευτερον σημειον εποιησεν ο Ιησους ελθων εκ της Ιουδαιας εις την Γαλιλαιαν.