Epistle of Ignatius to the Smyrnaeans.

Chapters 1-13.


Ιγνατιος, ο και Θεοφορος, εκκλησια θεου πατρος και του ηγαπημενου Ιησου Χριστου, ηλεημενη εν παντι χαρισματι, πεπληρωμενη εν πιστει και αγαπη, ανυστερητω ουση παντος χαρισματος, θεοπρεπεστατη και αγιοφορω, τη ουση εν Σμυρνη της Ασιας, εν αμωμω πνευματι και λογω θεου πλειστα χαιρειν.

Chapter 1.

  1. Δοξαζω Ιησουν Χριστον τον θεον τον ουτως υμας σοφισαντα· ενοησα γαρ υμας κατηρτισμενους εν ακινητω πιστει, ωσπερ καθηλωμενους εν τω σταυρω του κυριου Ιησου Χριστου σαρκι τε και πνευματι, και ηδρασμενους εν αγαπη εν τω αιματι Χριστου, πεπληροφορημενους εις τον κυριον ημων αληθως οντα εκ γενους Δαυιδ κατα σαρκα, υιον θεου κατα θελημα και δυναμιν, γεγεννημενον αληθως εκ παρθενου, βεβαπτισμενον υπο Ιωαννου ινα πληρωθη πασα δικαιοσυνη υπ αυτου,
  2. αληθως επι Ποντιου Πιλατου και Ηρωδου τετραρχου καθηλωμενον υπερ ημων εν σαρκι, αφ ου καρπου ημεις απο του θεομακαριστου αυτου παθους, ινα αρη συσσημον εις τους αιωνας δια της αναστασεως εις τους αγιους και πιστους αυτου, ειτε εν Ιουδαιοις ειτε εν εθνεσιν, εν ενι σωματι της εκκλησιας αυτου.

Chapter 2.

  • Ταυτα γαρ παντα επαθεν δι ημας ινα σωθωμεν· και αληθως επαθεν, ως και αληθως ανεστησεν εαυτον, ουχ ωσπερ απιστοι τινες λεγουσιν το δοκειν αυτον πεπονθεναι, αυτοι το δοκειν οντες· και καθως φρονουσιν, και συμβησεται αυτοις ουσιν ασωματοις και δαιμονικοις.

Chapter 3.

  1. Εγω γαρ και μετα την αναστασιν εν σαρκι αυτον οιδα και πιστευω οντα.
  2. και οτε προς τους περι Πετρον ηλθεν, εφη αυτοις· Λαβετε, ψηλαφησατε με και ιδετε οτι ουκ ειμι δαιμονιον ασωματον. και ευθυς αυτου ηψαντο και επιστευσαν, κραθεντες τη σαρκι αυτου και τω αιματι. δια τουτο και θανατου κατεφρονησαν, ηυρεθησαν δε υπερ θανατον.
  3. μετα δε την αναστασιν συνεφαγεν αυτοις και συνεπιεν ως σαρκικος, καιπερ πνευματικως ηνωμενος τω πατρι.

Chapter 4.

  1. Ταυτα δε παραινω υμιν, αγαπητοι, ειδως οτι και υμεις ουτως εχετε. προφυλασσω δε υμας απο των θηριων των ανθρωπομορφων, ους ου μονον δει υμας μη παραδεχεσθαι, αλλ, ει δυνατον, μηδε συνανταν· μονον δε προσευχεσθε υπερ αυτων, εαν πως μετανοησωσιν, οπερ δυσκολον. τουτου δε εχει εξουσιαν Ιησους Χριστος, το αληθινον ημων ζην.
  2. ει γαρ το δοκειν ταυτα επραχθη υπο του κυριου ημων, καγω το δοκειν δεδεμαι. τι δε και εαυτον εκδοτον δεδωκα τω θανατω, προς πυρ, προς μαχαιραν, προς θηρια; αλλ ο εγγυς μαχαιρας, εγγυς θεου· μεταξυ θηριων, μεταξυ θεου· μονον εν τω ονοματι Ιησου Χριστου, εις το συμπαθειν αυτω. παντα υπομενω, αυτου με ενδυναμουντος του τελειου ανθρωπου.

Chapter 5.

  1. Ον τινες αγνοουντες αρνουνται, μαλλον δε ηρνηθησαν υπ αυτου, οντες συνηγοροι του θανατου μαλλον η της αληθειας· ους ουκ επεισαν αι προφητειαι ουδε ο νομος Μωσεως, αλλ ουδε μεχρι νυν το ευαγγελιον ουδε τα ημετερα των κατ ανδρα παθηματα.
  2. και γαρ περι ημων το αυτο φρονουσιν. τι γαρ με ωφελει, ει εμε επαινει τις, τον δε κυριον μου βλασφημει, μη ομολογων αυτον σαρκοφορον; ο δε τουτο μη λεγων τελειως αυτον απηρνηται, ων νεκροφορος.
  3. τα δε ονοματα αυτων, οντα απιστα, ουκ εδοξεν μοι εγραψαι. αλλα μηδε γενοιτο μοι αυτων μνημονευειν, μεχρις ου μετανοησωσιν εις το παθος, ο εστιν ημων αναστασις.

Chapter 6.

  1. Μηδεις πλανασθω. και τα επουρανια και η δοξα των αγγελων και οι αρχοντες ορατοι τε και αορατοι, εαν μη πιστευσωσιν εις το αιμα Χριστου, κακεινοις κρισις εστιν. ο χωρων χωρειτω. τοπος μηδενα φυσιουτω· το γαρ ολον εστιν πιστις και αγαπη, ων ουδεν προκεκριται.
  2. Καταμαθετε δε τους ετεροδοξουντας εις την χαριν Ιησου Χριστου την εις ημας ελθουσαν, πως εναντιοι εισιν τη γνωμη του θεου. περι αγαπης ου μελει αυτοις, ου περι χηρας, ου περι ορφανου, ου περι θλιβομενου, ου περι δεδεμενου η λελυμενου, ου περι πεινωντος η διψωντος· ευχαριστιας και προσευχης απεχονται, δια το μη ομολογειν την ευχαριστιαν σαρκα ειναι του σωτηρος ημων Ιησου Χριστου, την υπερ των αμαρτιων ημων παθουσαν, ην τη χρηστοτητι ο πατηρ ηγειρεν.

Chapter 7.

  1. Οι ουν αντιλεγοντες τη δωρεα του θεου συζητουντες αποθνησκουσιν. συνεφερεν δε αυτοις αγαπαν, ινα και αναστωσιν.
  2. πρεπον ουν εστιν απεχεσθαι των τοιουτων, και μητε κατ ιδιαν περι αυτων λαλειν μητε κοινη· προσεχειν δε τοις προφηταις, εξαιρετως δε τω ευαγγελιω, εν ω το παθος ημιν δεδηλωται και η αναστασις τετελειωται.

Chapter 8.

  1. Τους δε μερισμους φευγετε, ως αρχην κακων. παντες τω επισκοπω ακολουθειτε, ως Ιησους Χριστος τω πατρι, και τω πρεσβυτεριω ως τοις αποστολοις· τους δε διακονους εντρεπεσθε ως θεου εντολην. μηδεις χωρις επισκοπου τι πρασσετω των ανηκοντων εις την εκκλησιαν. εκεινη βεβαια ευχαριστια ηγεισθω η υπο τον επισκοπον ουσα, η ω αν αυτος επιτρεψη.
  2. οπου αν φανη ο επισκοπος, εκει το πληθος εστω, ωσπερ οπου αν η Χριστος Ιησους, εκει η καθολικη εκκλησια. ουκ εξον εστιν χωρις του επισκοπου ουτε βαπτιζειν ουτε αγαπην ποιειν· αλλ ο αν εκεινος δοκιμαση, τουτο και τω θεω ευαρεστον, ινα ασφαλες η και βεβαιον παν ο πρασσετε.

Chapter 9.

  1. Ευλογον εστιν λοιπον ανανηψαι ημας ως ετι καιρον εχομεν εις θεον μετανοειν. καλως εχει θεον και επισκοπον ειδεναι. ο τιμων επισκοπον υπο θεου τετιμηται· ο λαθρα επισκοπου τι πρασσων τω διαβολω λατρευει.
  2. παντα ουν υμιν εν χαριτι περισσευετω, αξιοι γαρ εστε. κατα παντα με ανεπαυσατε, και υμας Ιησους Χριστος. αποντα με και παροντα ηγαπησατε. αμοιβη υμιν θεος· δι ον παντα υπομενοντες αυτου τευξεσθε.

Chapter 10.

  1. Φιλωνα και {Ρεων} Αγαθοπουν, οι επηκολουθησαν μοι εις λογον θεου, καλως εποιησατε υποδεξαμενοι ως διακονους θεου· οι και ευχαριστουσιν τω κυριω υπερ υμων, οτι αυτους ανεπαυσατε κατα παντα τροπον. ουδεν υμιν ου μη απολειται.
  2. αντιψυχον υμων το πνευμα μου, και τα δεσμα μου, α ουχ υπερηφανησατε ουδε επησχυνθητε. ουδε υμας επαισχυνθησεται η τελεια ελπις, Ιησους Χριστος.

Chapter 11.

  1. Η προσευχη υμων απηλθεν επι την εκκλησιαν την εν Αντιοχεια της Συριας· οθεν δεδεμενος θεοπρεπεστατοις δεσμοις παντας ασπαζομαι, ουκ ων αξιος εκειθεν ειναι, εσχατος αυτων ων· κατα θελημα δε κατηξιωθην, ουκ εκ συνειδοτος, αλλ εκ χαριτος θεου, ην ευχομαι τελειαν μοι δοθηναι, ινα εν τη προσευχη υμων θεου επιτυχω.
  2. ινα ουν τελειον υμων γενηται το εργον και επι γης και εν ουρανω, πρεπει εις τιμην θεου χειροτονησαι την εκκλησιαν υμων θεοπρεσβυτην εις το γενομενον εως Συριας συγχαρηναι αυτοις οτι ειρηνευουσιν και απελαβον το ιδιον μεγεθος και απεκατεσταθη αυτοις το ιδιον σωματειον.
  3. εφανη μοι ουν θεου αξιον πραγμα πεμψαι τινα των υμετερων μετ επιστολης, ινα συνδοξαση την κατα θεον αυτοις γενομενην ευδιαν, και οτι λιμενος ηδη {ετυγχανον} τη προσευχη υμων. τελειοι οντες τελεια και προνειτε· θελουσιν γαρ υμιν ευ πρασσειν θεος ετοιμος εις το παρασχειν.

Chapter 12.

  1. Ασπαζεται υμας η αγαπη των αδελφων των εν Τρωαδι, οθεν και γραφω υμιν δια Βουρρου, ον απεστειλατε μετ εμου αμα Εφεσιοις τοις αδελφοις υμων· ος κατα παντα με ανεπαυσεν. και οφελον παντες αυτον εμιμουντο, οντα εξεμπλαριον θεου διακονιας. αμειψεται αυτον η χαρις κατα παντα.
  2. ασπαζομαι τον αξιοθεον επισκοπον και θεοπρεπες πρεσβυτεριον, και τους συνδουλους μου διακονους και τους κατ ανδρα και κοινη παντας, εν ονοματι Ιησου Χριστου και τη σαρκι αυτου και τω αιματι, παθει τε και αναστασει σαρκικη τε και πνευματικη, εν ενοτητι θεου και υμων. χαρις υμιν, ελεος, ειρηνη, υπομονη δια παντος.

Chapter 13.

  1. Ασπαζομαι τους οικους των αδελφων μου συν γυναιξιν και τεκνοις, και τας παρθενους τας λεγομενας χηρας. ερρωσθε μοι εν δυναμει πατρος. ασπαζεται υμας Φιλων, συν εμοι ων.
  2. ασπαζομαι τον οικον Γαουιας, ην ευχομαι εδρασθαι πιστει και αγαπη σαρκικη τε και πνευματικη. ασπαζομαι Αλκην, το ποθητον μοι ονομα, και Δαφνον τον ασυγκριτον και Ευτεκνον και παντας κατ ονομα. ερρωσθε εν χαριτι θεου.