Epistle of Ignatius to the Romans.

Chapters 1-10.


Ιγνατιος, ο και Θεοφορος, τη ηλεημενη εν μεγαλειοτητι πατρος υψιστου και Ιησου Χριστου του μονου αυτου, εκκλησια ηγαπημενη και πεφωτισμενη εν θεληματι του θελησαντος τα παντα α εστιν, κατα πιστιν και αγαπην Ιησου Χριστου του θεου ημων, ητις και προκαθηται εν τοπω χωριου Ρωμαιων, αξιοθεος, αξιοπρεπης, αξιομακαριστος, αξιεπαινος, αξιοεπιτευκτος, αξιαγνος, και προκαθημενη της αγαπης, χριστονομος, πατρωνυμος, ην και ασπαζομαι εν ονοματι Ιησου Χριστου, υιου πατρος· κατα σαρκα και πνευμα ηνωμενοις παση εντολη αυτου, πεπληρωμενοις χαριτος θεου αδιακριτως και αποδιυλισμενοις απο παντος αλλοτριου χρωματος, πλειστα εν Ιησου Χριστω τω θεω ημων αμωμως χαιρειν.

Chapter 1.

  1. Επει ευξαμενος θεω επετυχον ιδειν υμων τα αξιοθεα προσωπα, ως και πλεον η ητουμην λαβειν· δεδεμενος γαρ εν Χριστω Ιησου ελπιζω υμας ασπασασθαι, εανπερ θελημα η του αξιωθηναι με εις τελος ειναι.
  2. η μεν γαρ αρχη ευοικονομητος εστιν, εανπερ χαριτος επιτυχω εις το τον κληρον μου ανεμποδιστως απολαβειν. φοβουμαι γαρ την υμων αγαπην, μη αυτη με αδικηση· υμιν γαρ ευχερες εστιν, ο θελετε ποιησαι, εμοι δε δυσκολον εστιν του θεου επιτυχειν, εανπερ υμεις μη φεισησθε μου.

Chapter 2.

  1. Ου γαρ θελω υμας ανθρωπαρεσκησαι, αλλα θεω αρεσται, ωσπερ και αρεσκετε. ουτε γαρ εγω ποτε εξω καιρον τοιουτον θεου επιτυχειν, ουτε υμεις, εαν σιωπησητε, κρειττονι εργω εχετε επιγραφηναι. εαν γαρ σιωπησητε απ εμου, εγω λογος θεου· εαν δε ερασθητε της σαρκος μου, παλιν εσομαι φωνη.
  2. πλεον δε μοι μη παρασχησθε του σπονδισθηναι θεω, ως ετι θυσιαστηριον ετοιμον εστιν, ινα εν αγαπη χορος γενομενοι ασητε τω πατρι εν Ιησου Χριστω, οτι τον επισκοπον Συριας κατηξιωσεν ο θεος ευρεθηναι εις δυσιν απο ανατολης μεταπεμψαμενος. καλον το δυναι απο κοσμου προς θεον, ινα εις αυτον ανατειλω.

Chapter 3.

  1. Ουδεποτε εβασκανατε ουδενι· αλλους εδιδαξατε. εγω δε θελω ινα κακεινα βεβαια η α μαθητευοντες εντελλεσθε.
  2. μονον μοι δυναμιν αιτεισθε εσωθεν τε και εξωθεν, ινα μη μονον λεγω αλλα και θελω, ινα μη μονον λεγωμαι Χριστιανος, αλλα και ευρεθω. εαν γαρ ευρεθω, και λεγεσθαι δυναμαι, και τοτε πιστος ειναι, οταν κοσμω μη φαινωμαι.
  3. ουδεν φαινομενον καλον. ο γαρ θεος ημων Ιησους Χριστος, εν πατρι ων, μαλλον φαινεται. ου πεισμονης το εργον, αλλα μεγεθους εστιν ο Χριστιανισμος, οταν μισηται υπο κοσμου.

Chapter 4.

  1. Εγω γραφω πασαις ταις εκκλησιαις και εντελλομαι πασιν οτι εγω εκων υπερ θεου αποθνησκω, εανπερ υμεις μη κωλυσητε. παρακαλω υμας μη ευνοια ακαιρος γενησθε μοι. αφετε με θηριων ειναι βοραν, δι ων ενεστιν θεου επιτυχειν. σιτος ειμι θεου, και δι οδοντων θηριων αληθομαι, ινα καθαρος αρτος ευρεθω.
  2. μαλλον κολακευσατε τα θηρια, ινα μοι ταφος γενωνται και μηθεν καταλιπωσιν των του σωματος μου, ινα μη κοιμηθεις βαρυς τινι γενωμαι. τοτε εσομαι μαθητης αληθως Ιησου Χριστου, οτε ουδε το σωμα μου ο κοσμος οψεται. λιτανευσατε τον κυριον υπερ εμου, ινα δια των οργανων τουτων θεου θυσια ευρεθω.
  3. ουχ ως Πετρος και Παυλος διατασσομαι υμιν· εκεινοι αποστολοι, εγω κατακριτος· εκεινοι ελευθεροι, εγω δε μεχρι νιν δουλος. αλλ εαν παθω, απελευθερος Ιησου Χριστου, και αναστησομαι εν αυτω ελευθερος. νυν μανθανω δεδεμενος μηδεν επιθυμειν.

Chapter 5.

  1. Απο Συριας μεχρι Ρωμης θηριομαχω, δια γης και θαλασσης, νυκτος και ημερας, ενδεδεμενος δεκα λεοπαρδοις, ο εστιν στρατιωτικον ταγμα, οι και ευεργετουμενοι χειρους γινονται. εν δε τοις αδικημασιν αυτων μαλλον μαθητευομαι· αλλ ου παρα τουτο δεδικαιωμαι.
  2. οναιμην των θηριων των εμοι ητοιμασμενων, α και ευχομαι συντομα μοι ευρεθηναι· α και κολακευσω συντομως με καταφαγειν, ουχ ωσπερ τινων δειλαινομενα ουχ ηψαντο. καν αυτα δε εκοντα μη θελη, εγω προσβιασομαι.
  3. συγγνωμην μοι εχετε· τι μοι συμφερει εγω γινωσκω. νυν αρχομαι μαθητης ειναι. μηθεν με ζηλωσαι των ορατων και αορατων, ινα Ιησου Χριστου επιτυχω. πυρ και σταυρος θηριων τε συστασεις, ανατομαι, διαιρεσεις, σκορπισμοι οστεων, συγκοπαι μελων, αλεσμοι ολου του σωματος, κακαι κολασεις του διαβολου επ εμε ερχεσθωσαν, μονον ινα Ιησου Χριστου επιτυχω.

Chapter 6.

  1. Ουδεν με ωφελησει τα περατα του κοσμου ουδε αι βασιλειαι το αιωνος τουτου. καλον μοι αποθανειν δια Ιησουν Χριστον, η βασιλευειν των περατων την γης. εκεινον ζητω, τον υπερ ημων αποθανοντα· εκεινον θελω, τον δι ημας ανασταντα. ο δε τοκετος μοι επικειται.
  2. συγγνωτε μοι, αδελφοι· μη εμποδισητε μοι ζησαι, μη θελησητε με αποθανειν. τον του θεου θελοντα ειναι κοσμω μη χαρισησθε, μηδε υλη κολακευσητε. αφετε με καθαρον φως λαβειν· εκει παραγενομενος ανθρωπος εσομαι.
  3. επιτρεψατε μοι μιμητην ειναι του παθους του θεου μου. ει τις αυτον εν εαυτω εχει, νοησατω ο θελω και συμπαθειτω μοι, ειδως τα συνεχοντα με.

Chapter 7.

  1. Ο αρχων του αιωνος τουτου διαρπασαι με βουλεται και την εις θεον μου γνωμην διαφθειραι. μηδεις ουν των παροντων υμων βοηθειτω αυτω· μαλλον εμοι γινεσθε, τουτεστιν του θεου. μη λαλειτε Ιησουν Χριστον κοσμον δε επιθυμειτε.
  2. βασκανια εν υμιν μη κατοικειτω. μηδ αν εγω παρων παρακαλω υμας, πεισθητε μοι· τουτοις δε μαλλον πιστευσατε, οις γραφω υμιν. ζων γαρ γραφω υμιν, ερων του αποθανειν. ο εμος ερως εσταυρωται, και ουκ εστιν εν εμοι πυρ φιλουλον, υδωρ δε ζων και λαλουν εν εμοι, εσωθεν μοι λεγον· Δευρο προς τον πατερα.
  3. ουχ ηδομαι τροφη φθορας ουδε ηδοναις του βιου τουτου. αρτον θεου θελω, ο εστιν σαρξ του Χριστου του εκ σπερματος Δαυιδ, και πομα θελω το αιμα αυτου, ο εστιν αγαπη αφθαρτος.

Chapter 8.

  1. Ουκετι θελω κατα ανθρωπους ζην. τουτο δε εσται, εαν υμεις θελησατε. θελησατε, ινα και υμεις θεληθητε.
  2. δι ολιγων γραμματων αιτουμαι υμας· πιστευσατε μοι. Ιησους δε Χριστος υμιν ταυτα φανερωσει οτι αληθως λεγω, το αψευδες στομα, εν ω ο πατηρ ελαλησεν αληθως.
  3. αιτησασθε περι εμου, ινα επιτυχω. ου κατα σαρκα υμιν εγραψα, αλλα κατα γνωμην θεου. εαν παθω, ηθελησατε· εαν αποδοκιμασθω, εμισησατε.

Chapter 9.

  1. Μνημονευετε εν τη προσευχη υμων της εν Συρια εκκλησιας, ητις αντι εμου ποιμενι τω θεω χρηται. μονος αυτην Ιησους Χριστος επισκοπησει και η υμων αγαπη.
  2. εγω δι αισχυνομαι εξ αυτων λεγεσθαι· ουδε γαρ αξιος ειμι, ων εσχατος αυτων και εκτρωμα· αλλ ηλεημαι τις ειναι, εαν θεου επιτυχω.
  3. δεξαμινων με εις ονομα Ιησου Χριστου, ουχ ως παροδευοντα. και γαρ αι μη προσηκουσαι μοι τη οδω τη κατα σαρκα κατα πολιν με προηγον.

Chapter 10.

  1. Γραφω δε υμιν ταυτα απο Σμυρνης δι Εφεσιων των αξιομακαριστων. εστιν δε και αμα εμοι συν αλλοις πολλοις και Κροκος, το ποθητον μοι ονομα.
  2. περι των προελθοντων με απο Συριας εις ρωμην εις δοξαν του θεου πιστευω υμας επεγνωκεναι. οις και δηλωσατε εγγυς με οντα, παντες γαρ εισιν αξιοι του θεου και υμων· ους πρεπον υμιν εστιν κατα παντα αναπαυσαι.
  3. εγραψα δε υμιν ταυτα τη προ εννεα καλανδων Σεπτεμβριων. ερρωσθε εις τελος εν υπομονη Ιησου Χριστου.