Epistle of Ignatius to Polycarp.

Chapters 1-8.


Ιγνατιος, ο και Θεοφορος, Πολυκαρπω επισκοπω εκκλησιας Σμυρναιων, μαλλον επισκοπημενω υπο θεου πατρος και κυριου Ιησου Χριστου, πλειστα χαιρειν.

Chapter 1.

  1. Αποδεχομενος σου την εν θεω γνωμην, ηδρασμενην ως επι πετραν ακινητον, υπερδοξαζω, καταξιωθεις του προσωπου σου του αμωμου, ου οναιμην εν θεω.
  2. Παρακαλω σε εν χαριτι, η ενδεδυσαι, προσθειναι τω δρομω σου και παντας παρακαλειν ινα σωζωνται. εκδικει σου τον τοπον εν παση επιμελεια σαρκεκη τε και πνευματικη. της ενωσεως φροντιζε, ης ουδεν αμεινον. παντας βασταζε, ως και σε ο κυριος· παντων ανεχου εν αγαπη, ωσπερ και ποιεις.
  3. προσευχαις σχολαζε αδιαλειπτοις· αιτου συνεσιν πλειονα ης εχεις· γρηγορει ακοιμητον πνευμα κεκτημενος· τοις κατ ανδρα κατα ομοηθειαν θεου λαλει· παντων τας νοσους βασταζε, ως τελειος αθλητης· οπου πλειων κοπος, πολυ κερδος.

Chapter 2.

  1. Καλους μαθητας εαν φιλης, χαρις σοι ουκ εστιν· μαλλον τους λοιμοτερους εν πραυτητι υποτασσε. ου παν τραυμα τη αυτη εμπλαστρω θεραπευεται· τους παροξυσμους εμβροχαις παυε.
  2. φρονιμος γινου ως ο οφις εν απασιν και ακεραιος εις αει ως η περιστερα. δια τουτο σαρκικος ει και πνευματικος, ινα τα φαινομενα σου εις προσωπον κολακευης· τα δε αορατα αιτει ινα σοι φανερωθη, ινα μηδενος λειπη και παντος χαρισματος περισσευης.
  3. ο καιρος απαιτει σε, ως κυβερνηται ανεμους και ως χειμαζεμονος λιμενα, εις το θεου επιτυχειν. νηφε, ως θεου αθλητης· το θεμα αφθαρσια και ζωη αιωνιος, περι ης και συ πεπεισαι. κατα παντα σου αντιψυχον εγω και τα δεσμα μου α ηγαπησας.

Chapter 3.

  1. Οι δοκουντες αξιοπιστοι ειναι και ετεροδιδασκαλουντες μη σε καταπλησσετωσαν. στηθι εδραιος, ως ακμων τυπτομενος. μεγαλου εστιν αθλητου το δερεσθαι και νικαν. μαλιστα δε ενεκεν θεου παντα υπομενειν ημας δει, ινα και αυτος ημας υπομεινη.
  2. πλεον σπουδαιος γινου ου ει. τους καιρους καταμανθανε. τον υπερ καιρον προσδοκα, τον αχρονον, τον αορατον, τον δε ημας ορατον, τον αψηλαφητον, τον απαθη, τον δι ημας παθητον, τον κατα παντα τροπον δι ημας υπομειναντα.

Chapter 4.

  1. Χηραι μη αμελεισθωσαν· μετα τον κυριον συ αυτων φροντιστης εσο. μηδεν ανευ γνωμης σου γινεσθω, μηδε συ ανευ θεου γνωμης τι πρασσε, οπερ ουδε πρασσεις. ευσταθει.
  2. πυκνοτερον συναγωγαι γινεσθωσαν· εξ ονοματος παντας ζητει.
  3. δουλους και δουλας μη υπερηφανει· αλλα μηδε αυτοι φυσιουσθωσαν, αλλ εις δοξαν θεου πλεον δουλευετωσαν, ινα κρειττονος ελευθεριας απο θεου τυχωσιν. μη ερατωσαν απο του κοινου ελευθερουσθαι, ινα μη δουλοι ευρεθωσιν επιθυμιας.

Chapter 5.

  1. Τας κακοτεχνιας φευγε, μαλλον δε περι τουτων ομιλιαν ποιου. ταις αδελφαις μου προσλαλει αγαπαν τον κυριον και τοις συμβιοις αρκεισθαι σαρκι και πνευματι. ομοιως και τοις αδελφοις μου παραγγελλε εν ονοματι Ιησου Χριστου αγαπαν τας συμβιους, ως ο κυριος την εκκλησιαν.
  2. ει τις δυναται εν αγνεια μενειν εις τιμην της σαρκος της σαρκος του κυριου, εν ακαυχησια μενετω. εαν καυχησηται, απωλετο· και εαν γνωσθη πλεον του επισκοπου, αφθαρται. πρεπει δε τοις γαμουσι και ταις γαμουσαις μετα γνωμης του επισκοπου την ενωσιν ποιεισθαι, ινα ο γαμος η κατα κυριον και μη κατ επιθυμιαν. παντα εις τιμην θεου γινεσθω.

Chapter 6.

  1. Τω επισκοπω προσεχετε, ινα και ο θεος υμιν. αντιψυχον εγω των υποτασσομενων τω επισκοπω, πρεσβυτεροις, διακονοις· μετ αυτων μοι το μερος γενοιτο σχειν παρα θεω. συγκοπιατε αλληλοις, συναθλειτε, συντρεχετε, συμπασχετε, συγκοιμασθε, συνεγειρεσθε, ως θεου οικονομοι και παρεδροι και υπηρεται.
  2. αρεσκετε ω στρατευεσθε, αφ ου και τα οψωνια κομιζεσθε. μητις υμων δεσερτωρ ευρεθη. το βαπτισμα υμων μενετω ως οπλα, η πιστις ως περικεφαλαια, η αγαπη ως δορυ, η υπομονη ως πανοπλια· τα δεποσιτα υμων τα εργα υμων, ινα τα ακκεπτα υμων αξια κομισησθε. μακροθυμησατε ουν μετ αλληλων εν πραυτητι, ως ο θεος μεθ υμων. οναιμην υμων δια παντος.

Chapter 7.

  1. Επειδη η εκκλησια η εν Αντιοχεια της Συριας ειρηνευει, ως εδηλωθη μοι, δια της προσευχης υμων, καγω ευθυμοτερος εγενομην εν αμεριμνια θεου, εανπερ δια του παθειν θεου επιτυχω, εις το ευρεθηναι με εν τη αιτησει υμων μαθητην.
  2. πρεπει, Πολυκαρπε θεομακαριστοτατε, συμβουλιον αγαγειν θεοπρεπεστατον και χειροτονησαι τινα ον αγαπητον λιαν εχετε και αοκνον, ος δυνησεται θεοδρομος καλεισθαι· τουτον καταξιωσαι, ινα πορευθεις εις Συριαν δοξαση υμων την αοκνον αγαπην εις δοξαν θεου.
  3. Χριστιανος εαυτου εξουσιαν ουι εχει αλλα θεω σχολαζει. τουτο το εργον θεου εστιν και υμων, οταν αυτο απαρτισητε. πιστευω γαρ τη χαριτι, οτι ετοιμοι εστε εις ευποιιαν θεω ανηκουσαν. ειδως υμων το συντονον της αληθειας, δι ολιγων υμας γραμματων παρεκαλεσα.

Chapter 8.

  1. Επει πασαις ταις εκκλησιαις ουκ ηδυνηθην γραψαι δια το εξαιφνης πλειν με απο Τρωαδος εις Νεαπολιν, ως το θελημα προστασσει, γραψεις ταις εμπροσθεν εκκλησιαις, ως θεου γνωμην κεκτημενος, εις το και αυτους το αυτο ποιησαι, οι μεν δυναμενοι πεζους πεμψαι, οι δε επιστολας δια των υπο σου πεμπομενων, ινα δοξασθητε αιωνιω εργω, ως αξιος ων.
  2. Ασπαζομαι παντας εξ ονοματος, και την του Επιτροπου συν ολω τω οικω αυτης και των τεκνων. ασπαζομαι Ατταλον τον αγαπητον μου. ασπαζομαι τον μελλοντα καταξιουσθαι του εις Συριαν πορευεθαι· εσται η χαρις μετ αυτου δια παντος, και του πεμποντος αυτον Πολυκαρπου.
  3. ερρωσθαι υμας δια παντος εν θεω ημων Ιησου Χριστω ευχομαι, εν ω διαμεινητε εν ενοτητι θεου και επισκοπη. ασπαζομαι Αλκην, το ποθητον μοι ονομα. ερρωσθε εν κυριω.