Epistle of Ignatius to the Philadelphians.

Chapters 1-11.


Ιγνατιος, ο και Θεοφορος, εκκλησια θεου πατρος και Ιησου Χριστου τη ουση εν Φιλαδελφια της Ασιας, ηλεημενη και ηδρασμενη εν ομονοια θεου και αγαλλιωμενη εν τω παθει του κυριου ημων αδιακριτως και εν τη αναστασει αυτου πεπληροφορημενη εν παντι ελεει, ην ασπαζομαι εν αιματι Ιησου Χριστου, ητις εστιν χαρα αιωνιος και παραμονος, μαλιστα εαν εν ενι ωσιν συν τω επισκοπω και τοις συν αυτω πρεσβυτεροις και διακονοις αποδεδειγμενοις εν γνωμη Ιησου Χριστου, ους κατα το ιδιον θελημα εστηριξεν εν βεβαιωσυνη τω αγιω αυτου πνευματι.

Chapter 1.

  1. Ον επισκοπον εγνων ουκ αφ εαυτου ουδε δι ανθρωπων κεκτησθαι την διακονιαν την εις το κοινον ανηκουσαν ουδε κατα κενοδοξιαν, αλλ εν αγαπη θεου πατρος και κυριου Ιησου Χριστου· ου καταπεπληγμαι την επιεικειαν, ος σιγων πλειονα δυναται των λαλουντων.
  2. συνευρυθμισται γαρ ταις εντολαις ως χορδαις κιθαρα. διο μακαριζει μου η ψυχη την εις θεον αυτου γνωμην, επιγνους εναρετον και τελειον ουσαν, το ακινητον αυτου και το αοργητον αυτου εν παση επιεικεια θεου ζωντος.

Chapter 2.

  1. Τεκνα ουν φωτος αληθειας, φευγετε τον μερισμον και τας κακοδιδασκαλιας· οπου δε ο ποιμην εστιν, εκει ως προβατα ακολουθειτε.
  2. πολλοι γαρ λυκοι αξιοπιστοι ηδονη κακη αιχμαλωτιζουσιν τους θεοδρομους· αλλ εν τη ενοτητι υμων ουχ εξουσιν τοπον.

Chapter 3.

  1. Απεχεσθε των κακων βοτανων, αστινας ου γεωργει Ιησους Χριστος, δια το μη ειναι αυτους φυτειαν πατρος. ουχ οτι παρ υμιν μερισμον ευρον, αλλ αποδιυλισμον.
  2. οσοι γαρ θεου εισιν και Ιησου Χριστου, ουτοι μετα του επισκοπου εισιν· και οσοι αν μετανοησαντες ελθωσιν επι την ενοτητα της εκκλησιας, και ουτοι θεου εσονται, ινα ωσιν κατα Ιησουν Χριστον ζωντες.
  3. μη πλανασθε, αδελφοι μου· ει τις σχιζοντι ακολουθει, βασιλειαν θεου ου κληρονομει· ει τις εν αλλοτρια γνωμη περιπατει, ουτος τω παθει ου συγκατατιθεται.

Chapter 4.

  • Σπουδασατε ουν μια ευχαριστια χρησθαι· μια γαρ σαρξ του κυριου ημων Ιησου Χριστου, και εν ποτηριον εις ενωσιν του αιματος αυτου· εν θυσιαστηριον, ως εις επισκοπος, αμα τω πρεσβυτεριω και διακονοις, τοις συνδουλοις μου· ινα ο εαν πρασσητε, κατα θεον πρασσητε.

Chapter 5.

  1. Αδελφοι μου, λιαν εκκεχυμαι αγαπων υμας, και υπεραγαλλομενος ασφαλιζομαι υμας· ουκ εγω δε, αλλ Ιησους Χριστος, εν ω δεδεμενος φοβουμαι μαλλον, ως ετι ων αναπαρτιστος. αλλ η προσευχη υμων εις θεον με απαρτισει, ινα εν ω κληρω ηλεηθην επιτυχω, προσφυγων τω ευαγγελιω ως σαρκι Ιησου και τοις αποστολοις ως πρεσβυτεριω εκκλησιας.
  2. και τους προφητας δε αγαπωμεν, δια το και αυτους εις το ευαγγελιον κατηγγελκεναι και εις αυτον ελπιζειν και αυτον αναμενειν· εν ω και πιστευσαντες εσωθησαν, εν ενοτητι Ιησου Χριστου οντες αξιαγαπητοι και αξιοθαυμαστοι αγιοι, υπο Ιησου Χριστου μεμαρτυρημενοι και συνηριθμημενοι εν τω ευαγγελιω της κοινης ελπιδος.

Chapter 6.

  1. Εαν δε τις Ιυδαισμον ερμηνευη υμιν, μη ακουετε αυτου. αμεινον γαρ εστιν παρα ανδρος περιτομην εχοντος Χριστιανισμον ακουειν η παρα ακροβυστου Ιουδαισμον. εαν δε αμφοτεροι περι Ιησου Χριστου μη λαλωσιν, ουτοι εμοι στηλαι εισιν και ταφοι νεκρων, εφ οις γεγραπται μονον ονοματα ανθρωπων.
  2. φευγετε ουν τα κακοτεχνιας και ενεδρας του αρχοντος του αιωνος τουτου, μηποτε θλιβεντες τη γνωμη αυτου εξασθενησετε εν τη αγαπη· αλλα παντες επι το αυτο γινεσθε εν αμεριστω καρδια.
  3. ευχαριστω δε τω θεω μου, οτι ευσυνειδητος ειμι εν υμιν, και ουκ εχει τις καυχησασθαι ουτε λαθρα ουτε φανερως, οτι εβαρησα τινα εν μικρω η εν μεγαλω. και πασι δε εν οις ελαλησα, ευχομαι ινα μη εις μαρτυριον αυτο κτησωνται.

Chapter 7.

  1. Ει γαρ και κατα σαρκα με τινες ηθελησαν πλανησαι, αλλα το πνευμα ου πλαναται, απο θεου ον· οιδεν γαρ ποθεν ερχεται και που υπαγει, και τα κρυπτα ελεγχει. εκρουγασα μεταξυ ων, ελαλουν μεγαλη φωνη, θεου φωνη· Τω επισκοπω προσεχετε και τω πρεσβυτεριω και διακονοις.
  2. οι δ υποπτευσαντες με ως προειδοτα τον μερισμον τινων λεγειν ταυτα. μαρτυς δε μοι εν ω δεδεμαι, οτι απο σαρκος ανθρωπινης ουκ εγνων. το δε πνευμα εκηρυσσεν, λεγον ταδε· Χωρις του επισκοπου μηδεν ποιειτε· την σαρκα υμων ως ναον θεου τηρειτε· την ενωσιν αγαπατε· τους μερισμους φευγετε· μιμηται γινεσθε Ιησου Χριστου, ως και αυτος του πατρος αυτου.

Chapter 8.

  1. Εγω μεν ουν το ιδιαν εποιουν, ως ανθρωπος εις ενωσιν κατηρτισμενος. ου δε μερισμος εστιν και οργη, θεος ου κατοικει. πασιν ουν μετανοουσιν αφιει ο κυριος, εαν μετανοησωσιν εις ενοτητα θεου και συνεδριον του επισκοπου. πιστευω τη χαριτι Ιησου Χριστου, ος λυσει αφ υμων παντα δεσμον.
  2. παρακαλω δε υμας μηδεν κατ εριθειαν πρασσειν, αλλα κατα χριστομαθιαν. επει ηκουσα τινων λεγοντων οτι· Εαν μη εν τοις αρχειοις ευρω, εν τω ευαγγελιω ου πιστευω· και λεγοντος μου αυτοις οτι· Γεγραπται, απεκριθησαν μοι οτι· Προκειται. εμοι δε αρχεια εστιν Ιησους Χριστος, τα αθικτα αρχεια ο σταυρος αυτου και ο θανατος και η αναστασις αυτου και η πιστις η δι αυτου· εν οις θελω εν τη προσευχη υμων δικαιωθηναι.

Chapter 9.

  1. Καλοι και οι ιερεις, κρεισσον δε ο αρχιερευς ο πεπιστευμενος τα αγια των αγιων, ος μονος πεπιστευται τα κρυπτα του θεου· αυτος ων θυρα του πατρος, δι ης εισερχονται Αβρααμ και Ισαακ και Ιακωβ και οι προφηται και οι αποστολοι και η εκκλησια. παντα ταυτα εις ενοτητα θεου.
  2. εξαιρετον δε τι εχει το ευαγγελιον, την παρουσιαν του σωτηρος, κυριου ημων Ιησου Χριστου, το παθος αυτου, και την αναστασιν. οι γαρ αγαπητοι προφηται κατηγγειλαν εις αυτον· το δε ευαγγελιον απαρτισμα εστιν αφθαρσιας. παντα ομου καλα εστιν, εαν εν αγαπη πιστευητε.

Chapter 10.

  1. Επειδη κατα την προσευχην υμων και κατα τα σπλαγχνα α εχετε εν Χριστω Ιησου απηγγελη μοι ειρηνευειν την εκκλησιαν την εν Αντιοχεια της Συριας, πρεπον εστιν υμιν, ως εκκλησια θεου, χειροτονησαι διακονον εις το πρεσβευσαι εκει θεου πρεσβειαν, εις το συγχαρηναι αυτοις επι το αυτο γενομενοις και δοξασαι το ονομα.
  2. μακαριος εν Χριστω Ιησου, ος καταξιωθησεται της τοιαυτης διακονιας, και υμεις δοξασθησεσθε. θελουσιν δε υμιν ουκ εστιν αδυνατον υπερ ονοματος θεου· ως και αι εγγιστα εκκλησιαι επεμψεν επισκοπους, αι δε πρεσβυτερους και διακονους.

Chapter 11.

  1. Περι δε Φιλωνος του διακονου απο Κιλικιας, ανδρος μεμαρτυρημενου, ος και νυν εν λογω θεου υπηρετει μοι, αμα {Ρεω} Αγαθοποδι, ανδρι εκλεκτω, ος απο Συριας μοι ακολουθει αποταξαμενος τω βιω· οι και μαρτυρουσιν υμιν, καγω τω θεω ευχαριστω υπερ υμων, οτι εδεξασθε αυτους, ως και υμας ο κυριος. οι δε ατιμασαντες αυτους λυτρωθειησαν εν τη χαριτι Ιησου Χριστου.
  2. Ασπαζεται υμας η αγαπη των αδελφων των εν Τρωαδι· οθεν και γραφω υμιν δια Βουρρου πεμφθεντος αμα εμοι απο Εφεσιων και Σμυρναιων εις λογον τιμης. τιμησει αυτους ο κυριος Ιησους Χριστος, εις ον ελπιζουσιν σαρκι, ψυχη, πνευματι, πιστει, αγαπη, ομονοια, ερρωσθε εν Χριστω Ιησου, τη κοινη ελπιδι ημων.