Epistle of Ignatius to the Magnesians.

Chapters 1-15.


Ιγνατιος, ο και Θεοφορος, τη ευλογημενη εν χαριτι θεου πατρος εν Χριστω Ιησου τω σωτηρι ημων, εν ω ασπαζομαι την εκκλησιαν την ουσαν εν Μαγνησια τη προς Μαιανδρω, και ευχομαι εν θεω πατρι και εν Ιησου Χριστω πλειστα χαιρειν.

Chapter 1.

  1. Γνους υμων το πολυευτακτον της κατα θεον αγαπης, αγαλλιωμενος, προειλαμην εν πιστει Ιησου Χριστου προσλαλησαι υμιν.
  2. καταξιωθεις γαρ ονοματος θεοπρεπεστατου, εν οις περιφερω δεσμοις αδω τας εκκλησιας, εν αις ενωσιν ευχομαι σαρκος και πνευματος Ιησου Χριστου, του δια παντος ημων ζην, πιστεως τε και αγαπης, ης ουδεν προκεκριται, το δε κυριωτερον, Ιησου και πατρος·
  3. εν ω υπομενοντες την πασαν επηρειαν του αρχοντος του αιωνος τουτου και διαφυγοντες θεου τευξομεθα.

Chapter 2.

  • Επει ουν ηξιωθην ιδειν υμας δια Δαμα του αξιοθεου υμων επισκοπου και πρεσβυτερων αξιων Βασσου και Απολλωνιου και του συνδουλου μου διακονου Ζωτιωνος, ου εγω οναιμην, οτι υποτασσεται τω επισκοπω ως χαριτι θεου και τω πρεσβυτεριω ως νομω Ιησου Χριστου.

Chapter 3.

  1. Και υμιν δε πρεπει μη συγχρασθαι τη ηλικια του επισκοπου, αλλα κατα δυναμιν θεου πατρος πασαν εντροθην αυτω απονεμειν, καθως εγνων και τους αγιους πρεσβυτερους ου προσειληφοτας την φαινομενην νεωτερικην ταξιν, αλλ ως φρονιμω εν θεω συγχωρουντας αυτω· ουκ αυτω δε, αλλα τω πατρι Ιησου Χριστου, τω παντων επισκοπω.
  2. εις τιμην ουν εκεινου του θελησαντος υμας πρεπον εστιν υπακουειν κατα μηδεμιαν υποκρισιν· επει ουχ οτι τον επισκοπον τουτον τον βλεπομενον πλανα τις, αλλα τον αορατον παραλογιζεται. το δε τοιουτον, ου προς σαρκα ο λογος αλλα προς θεον τον τα κρυφια ειδοτα.

Chapter 4.

  • Πρεπον ουν εστιν μη μονον καλεισθαι Χριστιανους, αλλα και ειναι· ωσπερ και τινες επισκοπον μεν καλουσιν, χωρις δε αυτου παντα πρασσουσιν. οι τοιουτοι δε ουκ ευσυνειδητοι μοι ειναι φαινονται δια το μη βεβαιως κατ εντολην συναθροιζεσθαι.

Chapter 5.

  1. Επει ουν τελος τα πραγματα εχει, και προκειται τα δυο ομου, ο τε θανατος και η ζωη, και εκαστος εις τον ιδιον τοπον μελλει χωρειν.
  2. ωσπερ γαρ εστιν νομισματα δυο, ο μεν θεου, ο δε κοσμου, και εκαστον αυτων ιδιον χαρακτηρα επικειμενον εχει, οι απιστοι του κοσμου τουτου, οι δε πιστοι εν αγαπη χαρακτηρα θεου πατρος δια Ιησου Χριστου, δι ου εαν μη αυθαιρετως εχωμεν το αποθανειν εις το αυτου παθος, το ζην αυτου ουκ εστιν εν ημιν.

Chapter 6.

  1. Επει ουν εν τοις προγεγραμμενοις προσωποις το παν πληθος εθεωρησα εν πιστει και ηγαπησα, παραινω, εν ομονοια θεου σπουδαζετε παντα πρασσειν, προκαθημενου του επισκοπου εις τοπον θεου και των πρεσβυτερων εις τοπον συνεδριου των αποστολων και των διακονων, των εμοι γλυκυτατων, πεπιστευμενων διακονιαν Ιησου Χριστου, ος προ αιωνων παρα πατρι ην και εν τελει εφανη.
  2. παντες ουν ομοηθειαν θεου λαβοντες εντρεπεσθε αλληλους, και μηδεις κατα σαρκα βλεπετω τον πλησιον, αλλ εν Ιησου Χριστω αλληλους δια παντος αγαπατε. μηδεν εστω εν υμιν ο δυνησεται υμας μερισαι, αλλ ενωθητε τω επισκοπω και τοις προκαθημενοις εις τυπον και διδαχην αφθαρσιας.

Chapter 7.

  1. Ωσπερ ουν ο κυριος ανευ του πατρος ουδεν εποιησεν, ηνωμενος ων, ουτε δι εαυτου ουτε δια των αποστολων, ουτως μηδε υμεις ανευ του επισκοπου και των πρεσβυτερων μηδεν πρασσετε· μηδε πειρασητε ευλογον τι φαινεσθαι ιδια υμιν, αλλ επι το αυτο μια προσευχη, μια δεησις, εις νους, μια ελπις, εν αγαπη εν τη χαρα τη αμωμω, ο εστιν Ιησους Χριστος, ου αμεινον ουθεν εστιν.
  2. παντες ως εις {ενα} ναον συντρεχετε θεου, ως επι εν θυσιαστηριον, επι ενα Ιησουν Χριστον, τον αφ ενος πατρος προελθοντα και εις ενα οντα και χωρησαντα.

Chapter 8.

  1. Μη πλανασθε ταις ετεροδοξιαις μηδε μυθευμασιν τοις παλαιοις ανωφελεσιν ουσιν· ει γαρ μεχρι νυν κατα Ιουδαισμον ζωμεν, ομολογουμεν χαριν μη ειληφεναι.
  2. οι γαρ θειοτατοι προφηται κατα Χριστον Ιησουν εζησαν. δια τουτο και εδιωχθησαν, εμπνεομενοι υπο της χαριτος αυτου εις το πληροφορηθηναι τους απειθουντας, οτι εις θεος εστιν ο φανερωσας εαυτον δια Ιησου Χριστου του υιου αυτου, ος εστιν αυτου λογος απο σιγης προελθων, ος κατα παντα ευηρεστησεν τω πεμψαντι αυτον.

Chapter 9.

  1. Ει ουν οι εν παλαιοις πραγμασιν αναστραφεντες εις καινοτητα ελπιδος ηλθον, μηκετι σαββατιζοντες αλλα κατα κυριακην ζωντες, εν η και η ζωη ημων ανετειλεν δι αυτου και του θανατου αυτου, {ον} τινες αρνουνται, δι ου μυστηριου ελαβομεν το πιστευειν, και δια τουτο υπομενομεν, ινα ευρεθωμεν μαθηται Ιησου Χριστου του μονου διδασκαλου ημων·
  2. πως ημεις δυνησομεθα ζησαι χωρις αυτου, ου και οι προφηται μαθηται οντες τω πνευματι ως διδασκαλον αυτον προσεδοκων; και δια τουτο, ον δικαιως ανεμενον, παρων εγειρεν αυτους εκ νεκρων.

Chapter 10.

  1. Μη ουν αναισθητωμεν της χρηστοτητος αυτου. αν γαρ ημας μιμησηται καθα πρασσομεν, ουκετι εσμεν. δια τουτο, μαθηται αυτου γενομενοι, μαθωμεν κατα Χριστιανισμον ζην. ος γαρ αλλω ονοματι καλειται πλεον τουτου, ουκ εστιν του θεου.
  2. υπερθεσθε ουν την κακην ζυμην, την παλαιωθεισαν και ενοξισασαν, και μεταβαλεσθε εις νεαν ζυμην, ος εστιν Ιησους Χριστος. αλισθητε εν αυτω, ινα μη διαφθαρη τις εν υμιν, επει απο της οσμης ελεγχθησεσθε.
  3. ατοπον εστιν Ιησουν Χριστον λαλειν και Ιουδαιζειν. ο γαρ Χριστιανισμος ουκ εις Ιουδαισμον επιστευσεν, αλλ Ιουδαισμος εις Χριστιανισμον, {ω} πασα γλωσσα πιστευσασα εις θεον συνηχθη.

Chapter 11.

  • Ταυτα δε, αγαπητοι μου, ουκ επει εγνων τινας εξ υμων ουτως εχοντας, αλλ ως μικροτερος υμων θελω προφυλασσεσθαι υμας μη εμπεσειν εις τα αγκιστρα της κενοδιξιας, αλλα πεπληροφορησθαι εν τη γεννησει και τω παθει και τη αναστασει τη γενομενη εν καιρω της ηγεμονιας Ποντιου Πιλατου· πραχθεντα αληθως και βεβαιως υπο Ιησου Χριστου, της ελπιδος ημων, ης εκτραπηναι μηδενι υμων γενοιτο.

Chapter 12.

  • Οναιμην υμων κατα παντα, εανπερ αξιοις ω. ει γαρ και δεδεμαι, προς ενα των λελυμενων υμων ουκ ειμι. οιδα οτι ου φυσιουσθε· Ιησουν γαρ Χριστον εχετε εν εαυτοις. και μαλλον, οταν επαινω υμας, οιδα οτι εντρεπεσθε, ως γεγραπται οτι ο δικαιος εαυτου κατηγορος.

Chapter 13.

  1. Σπουδαζετε ουν βεβαιωθηναι εν τοις δογμασιν του κυριου και των αποστολων, ινα παντα οσα ποιειτε, κατευοδωθητε σαρκι και πνευματι, πιστει και αγαπη, εν υιω και πατρι και εν πνευματι, εν αρχη και εν τελει, μετα του αξιοπρεπεστατου επισκοπου υμων και αξιοπλοκου πνευματικου στεφανου του πρεσβυτεριου υμων και των κατα θεον διακονων.
  2. υποταγητε τω επισκοπω και αλληλοις, ως Ιησους Χριστος τω πατρι κατα σαρκα και οι αποστολοι τω Χριστω και τω πατρι, ινα ενωσις η σαρκικη τε και πνευματικη.

Chapter 14.

  • Ειδως οτι θεου γεμετε, συντομως παρεκαλεσα υμας. μνημονευετε μου εν ταις προσευχαις υμων, ινα θεου επιτυχω, και της εν Συρια εκκλησιας, οθεν ουκ αξιος ειμι καλεισθαι. επιδεομαι γαρ της ηνωμενης υμων εν θεω προσευχης και αγαπης, εις το αξιωθηναι την εν Συρια εκκλησιαν δια της εκτενειας υμων δροσισθηναι.

Chapter 15.

  • Ασπαζονται υμας Εφεσιοι απο Σμυρνης, οθεν και γραφω υμιν, παροντες εις δοξαν θεου, ωσπερ και υμεις, οι κατα παντα με ανεπαυσαν, αμα Πολυκαρπω επισκοπω Σμυρναιων. και αι λοιπαι δε εκκλησιαι εν τιμη Ιησου Χριστου ασπαζονται υμας. ερρωσθε εν ομονοια θεου κεκτημενοι αδιακριτον πνευμα, ος εστιν Ιησους Χριστος.