Epistle of Ignatius to the Ephesians.

Chapters 1-21.


Ιγνατιος, ο και Θεοφορος, τη ευλογημενη εν μεγεθει θεου πατρος πληρωματι, τη προωρισμενη προ αιωνων ειναι δια παντος εις δοξαν παραμονον ατρεπτον, ηνωμενην και εκλελεγμενην εν παθει αληθινω εν θεληματι του πατρος και Ιησου Χριστου του θεου ημων, τη εκκλησια τη αξιομακαριστω τη ουση εν Εφεσω της Ασιας, πλειστα εν Ιησου Χριστω και εν αμωμω χαρα χαιρειν.

Chapter 1.

  1. Αποδεξαμενος εν θεω το πολυαγαθητον σου ονομα, ο κεκτησθε φυσει δικαια κατα πιστιν και αγαπην εν Χριστω Ιησου τω σωτηρι ημων· μιμηται οντες θεου, αναζωπυρησαντες εν αιματι θεου το συγγενικον εργον τελειως απηρτισατε·
  2. ακουσαντες γαρ δεδεμενον απο Συριας υπερ του κοινου ονοματος και ελπιδος, ελπιζοντα τη προσευχη υμων επιτυχειν εν Ρωμη θηριομαχησαι, ινα δια του επιτυχειν δυνηθω μαθητης ειναι{, ιδειν εσπουδασατε}.
  3. επει ουν την πολυπληθιαν υμων εν ονοματι θεου απειληφα εν Ονησιμω, τω εν αγαπη αδιηγητω, υμων δε εν σαρκι επισκοπω, ον ευχομαι κατα Ιησουν Χριστον υμας αγαπαν και παντας υμας αυτω εν ομοιοτητι ειναι. ευλογητος γαρ ο χαρισαμενος υμιν αξιοις ουσιν τοιουτον επισκοπον κεκτησθαι.

Chapter 2.

  1. Περι δε του συνδουλου μου Βουρρου, του κατα θεον διακονου υμων εν πασιν ευλογημενου, ευχομαι παραμειναι αυτον εις τιμην υμων και του επισκοπου· και Κροκος δε, ο θεου αξιος και υμων, ον εξεμπλαριον της αφ υμων αγαθης αθελαβον, κατα παντα με ανεπαυσεν· ως και αυτον ο πατηρ Ιησου Χριστου αναψυξαι, αμα Ονησιμω και Βουρρω και Ευπλω και Φροντωνι, δι ων παντας υμας κατα αγαπην ειδον.
  2. οναιμην υμων δια παντος, εανπερ αξιος ω. πρεπον ουν εστιν κατα παντα τροπον δοξαζειν Ιησουν Χριστον τον δοξαχαντα υμας, ινα εν μια υποταγη κατηρτισμενοι, υποτασσομενοι τω επισκοπω και τω πρεσβυτεριω, κατα παντα ητε ηγιασμενοι.

Chapter 3.

  1. Ου διατασσομαι υμιν ως ων τις. ει γαρ και δεδεμαι εν τω ονοματι, ουπω απηρτισμαι εν Ιησου Χριστω. νυν γαρ αρχην εχω του μαθητευεσθαι και προσλαλω υμιν ως συνδιδασκαλιταις μου. εμε γαρ εδει υφ υμων υπαλειφθηναι πιστει, νουθεσια, υπομονη, μακροθυμια.
  2. αλλ επει η αγαπη ουκ εα με σιωπαν περι υμων, δια τουτο προελαβον παρακαλειν υμας, οπως συντρεχητε τη γνωμη του θεου. και γαρ Ιησους Χριστος, το αδιακριτον ημων ζην, του πατρος η γνωμη, ως και οι επισκοποι οι κατα τα περατα ορισθεντες εν Ιησου Χριστου γνωμη εισιν.

Chapter 4.

  1. Οθεν πρεπει υμιν συντρεχειν τη του επισκοπου γνωμη, οπερ και ποιειτε. το γαρ αξιονομαστον υμων πρεσβυτεριον, του θεου αξιον, ουτως συνηρμοσται τω επισκοπω ως χορδαι κιθαρα. δια τουτο εν τη ομονοια υμων και συμφωνω αγαπη Ιησους Χριστος αδεται.
  2. και οι κατ ανδρα δε χορος γινεσθε, ινα συμφωνοι οντες εν ομονοια χρωμα θεου λαβοντες, εν ενοτητι αδητε εν φωνη μια δια Ιησου Χριστου τω πατρι, ινα υμων και ακουση και επιγινωσκη, δι ων ευ πρασσετε, μελη οντας του υιου αυτου. χρησιμον ουν εστιν υμας εν αμωμω ενοτητι ειναι, ινα και θεου παντοτε μετεχητε.

Chapter 5.

  1. Ει γαρ εγω εν μικρω χρονω τοιαυτην συνηθειαν εσχον προς τον επισκοπον υμων, ουκ ανθρωπινην ουσαν αλλα πνευματικην, ποσω μαλλον υμας μακαριζω τους ενκεκραμενους ουτως ως η εκκλησια Ιησου Χριστω και ως Ιησους Χριστος τω πατρι, ινα παντα εν ενοτητι συμφωνα η.
  2. μηδεις πλανασθω· εαν μη τις η εντος του θυσιαστηριου, υστερειται του αρτου του θεου. ει γαρ ενος και δευτερου προσευχη τοσαυτην ισχυν εχει, ποσω μαλλον η τε του επισκοπου και πασης της εκκλησιας.
  3. ο ουν μη ερχομενος επι το αυτο, ουτος ηδη υπερηφανει και εαυτον διεκρινεν, γεγραπται γαρ· Υπερηφανοις ο θεος αντιτασσεται. σπουδασωμεν ουν μη αντιτασσεσθαι τω επισκοπω, ινα ωμεν θεου υποτασσομενοι.

Chapter 6.

  1. Και οσον βλεπει τις σιγωντα επισκοπον, πλειονως αυτον φοβεισθω. παντα γαρ ον πεμπει ο οικοδεσποτης εις ιδιαν οικονομιαν, ουτως δει ημας αυτον δεχεσθαι, ως αυτον τον πεμψαντα. τον ουν επισκοπον δηλονοτι ως αυτον τον κυριον δει προσβλεπειν.
  2. αυτος μεν ουν Ονησιμος υπερεπαινει υμων την εν θεω ευταξιαν, οτι παντες κατα αληθειαν ζητε και οτι εν υμιν ουδεμια αιρεσις κατοικει· αλλ ουδε ακουετε τινος πλεον {η περι} Ιησου Χριστου λαλουντος εν αληθεια.

Chapter 7.

  1. Ειωθασιν γαρ τινες δολω πονηρω το ονομα περιφερειν, αλλα τινα πρασσοντες αναξια θεου· ους δει υμας ως θηρια εκκλινειν. εισιν γαρ κυνες λυσσωντες, λαθροδηκται· ους δει υμας φυλασσεσθαι οντας δυσθεραπευτους.
  2. εις ιατρος εστιν, σαρκικος και πνευματικος, γεννητος και αγεννητος, εν ανθρωπω θεος, εν θανατω ζωη αληθινη, και εκ Μαριας και εκ θεου, πρωτον παθητος και τοτε απαθης, Ιησους Χριστος ο κυριος ημων.

Chapter 8.

  1. Μη ουν τις υμας εξαπατατω, ωσπερ ουδε εξαπατασθε, ολοι οντες θεου. οταν γαρ μηδεμια ερις ενηρεισται εν υμιν η δυναμενη υμας βασανισαι, αρα κατα θεον ζητε. περιψημα υμων και αγνιζομαι υμων Εφεσιων, εκκλησιας της διαβοητου τοις αιωσιν.
  2. οι σαρκικοι τα πνευματικα πρασσειν ου δυνανται ουδε οι πνευματικοι τα σαρκικα, ωσπερ ουδε η πιστις τα της απιστιας ουδε η απιστια τα της πιστεως. α δε και κατα σαρκα πρασσετε, ταυτα πνευματικα εστιν· εν Ιησου γαρ Χριστω παντα πρασσετε.

Chapter 9.

  1. Εγνων δε παροδευσαντας τινας εκειθεν, εχοντας κακην διδαχην· ους ουκ ειασατε σπειραι εις υμας, βυσαντες τα ωτα εις το μη παραδεξασθαι τα σπειρομενα υπ αυτων, ως οντες λιθοι ναου προητοιμασμενοι εις οικοδομην θεου πατρος, αναφερομενοι εις τα υψη δια της μηχανης Ιησου Χριστου, ος εστιν σταυρος, σχοινιω χρωμενοι τω πνευματι τω αγιω· η δε πιστις υμων αναγωγευς υμων, η δε αγαπη οδος η αναφερουσα εις θεον.
  2. Εστε ουν και συνοδοι παντες, θεοφοροι και ναοφοροι, χριστοφοροι, αγιοφοροι, κατα παντα κεκοσμημενοι εν εντολαις Ιησου Χριστου· οις και αγαλλιωμενος ηξιωθην δι ων γραφω προσομιλησαι υμιν, και συγχαρηναι οτι κατ ανθρωπων βιον ουδεν αγαπατε ει μη μονον τον θεον.

Chapter 10.

  1. Και υπερ των αλλων δε ανθρωπων αδιαλειπτως προσευχεσθε· εστιν γαρ εν αυτοις ελπις μετανοιας, ινα θεου τυχωσιν. επιτρεψατε ουν αυτοις καν εκ των εργων υμιν μαθητευθηναι.
  2. προς τας οργας αυτων υμεις πραεις, προς τας μεγαλορημοσυνας αυτων υμεις ταπεινοφρονες, προς τας βλασφημιας αυτων υμεις τας προσευχας, προς την πλανην αυτων υμεις εδραιοι τη πιστει, προς το αγριον αυτων υμεις ημεροι, μη σπουδαζοντες αντιμιμησασθαι αυτους.
  3. αδελφοι αυτων ευρεθωμεν τη επιεικεια· μιμηται δε του κυριου σπουδαζωμεν ειναι, τις πλεον αδικηθη, τις αποστερηθη, τις αθετηθη, ινα μη του διαβολου βοτανη τις ευρεθη εν υμιν, αλλ εν παση αγνεια και σωφροσυνη μενητε εν Χριστω Ιησου σαρκικως και πνευματικως.

Chapter 11.

  1. Εσχατοι καιροι. λοιπον αισχυνθωμεν, φοβηθωμεν την μακροθυμιαν του θεου, ινα μη ημιν εις κριμα γενηται. η γαρ την μελλουσαν οργην φοβηθωμεν η την ενεστωσαν χαριν αγαπησωμεν, εν των δυο· μονον εν Χριστω Ιησου ευρεθηναι εις το αληθινον ζην.
  2. χωρις τουτου μηδεν υμιν πρεπετω, εν ω τα δεσμα περιφερω, τους πνευματικους μαργαριτας, εν οις γενοιτο μοι αναστηναι τη προσευχη υμων, ης γενοιτο μοι αει μετοχον ειναι, ινα εν κληρω Εφεσιων ευρεθω των Χριστιανων, οι και τοις αποστολοις παντοτε συνηνεσαν εν δυναμει Ιησου Χριστου.

Chapter 12.

  1. Οιδα τις ειμι και τισιν γραφω. εγω κατακριτος, υμεις ηλεημενοι· εγω υπο κινδυνον, υμεις εστηριγμενοι.
  2. παραδος εστε των εις θεον αναιρουμενων, Παυλου συμμυσται, του ηγιασμενου, του μεμαρτυρημενου, αξιομακαριστου, ου γενοιτο μοι υπο τα ιχνη ευρεθηναι, οταν θεου επιτυχω, ος εν παση επιστολη μνημονευει υμων εν Χριστω Ιησου.

Chapter 13.

  1. Σπουδαζετε ουν πυκνοτερον συνερχεσθαι εις ευχαριστιαν θεου και εις δοξαν. οταν γαρ πυκνως επι το αυτο γινεσθε, καθαιρουνται αι δυναμεις του Σατανα, και λυεται ο ολεθρος αυτου εν τη ομονοια υμων της πιστεως.
  2. ουδεν εστιν αμεινον ειρηνης, εν η πας πολεμος καταργειται επουρανιων και επιγειων.

Chapter 14.

  1. Ων ουδεν λανθανει υμας, εαν τελειως εις Ιησουν Χριστον εχητε την πιστιν και την αγαπην· ητις εστιν αρχη ζωης και τελος· αρχη μεν πιστις, τελος δε αγαπη· τα δε δυο εν ενοτητι γενομενα θεος εστιν, τα δε αλλα παντα εις καλοκαγαθιαν ακολουθα εστιν.
  2. ουδεις πιστιν επαγγελλομενος αμαρτανει, ουδε αγαπην κεκτημενος μισει. φανερον το δενδρον απο του καρπου αυτου· ουτως οι επαγγελλομενοι Χριστου ειναι δι ων πρασσουσιν οφθησονται. ου γαρ νυν επαγγελιας το εργον, αλλ εν δυναμει πιστεως εαν τις ευρεθη εις τελος.

Chapter 15.

  1. Αμεινον εστιν σιωπαν και ειναι, η λαλουντα μη ειναι. καλον το διδασκειν, εαν ο λεγων ποιη. εις ουν διδασκαλος, ος ειπεν και εγενετο· και α σιγων δε πεποιηκεν αξια του πατρος εστιν.
  2. ο λογον Ιησου κεκτημενος αληθως δυναται και της ησυχιας αυτου ακουειν, ινα τελειος η, ινα δι ων λαλει πρασση και δι ων σιγα γινωσκηται.
  3. ουδεν λανθανει τον κυριον, αλλα και τα κρυπτα ημων εγγυς αυτω εστιν. παντα ουν ποιωμεν ως αυτου εν ημιν κατοικουντος, ινα ωμεν αυτου ναοι και αυτος εν ημιν θεος ημων, οπερ και εστιν και φανησεται προ προσωπου ημων, εξ ων δικαιως αγαπωμεν αυτον.

Chapter 16.

  1. Μη πλανασθε, αδελφοι μου· οι οικοφθοροι βασιλειαν θεου ου κληρονομησουσιν.
  2. ει ουν οι κατα σαρκα ταυτα πρασσοντες απεθανον, ποσω μαλλον εαν πιστιν θεου εν κακη διδασκαλια φθειρη, υπερ ης Ιησους Χριστος εσταυρωθη. ο τοιουτος, ρυπαρος γενομενος, εις το πυρ το ασβεστον χωρησει, ομοιως και ο ακουων αυτου.

Chapter 17.

  1. Δια τουτο μυρον ελαβεν επι της κεφαλης αυτου ο κυριος, ινα πνεη τη εκκλησια αφθαρσιαν. μη αλειφεσθε δυσωδιαν της διδασκαλιας του αρχοντος του αιωνος τουτου, μη αιχμαλωτιση υμας εκ του προκειμενου ζην.
  2. δια τι δε ου παντες φρονιμοι γινομεθα λαβοντες θεου γνωσιν, ο εστιν Ιησους Χριστος; τι μωρως απολλυμεθα, αγνοουντες το χαρισμα ο πεπομφεν αληθως ο κυριος;

Chapter 18.

  1. Περιψημα το εμον πνευμα του σταυρου, ο εστιν σκανδαλον τοις απιστουσιν, ημιν δε σωτηρια και ζωη αιωνιος. που σοφος; που συζητητης; που καυχησις των λεγομενων συνετων;
  2. ο γαρ θεος ημων Ιησους ο Χριστος εκυοφορηθη υπο Μαριας κατ οικονομιαν θεου, εκ σπερματος μεν Δαυιδ πνευματος δε αγιου· ος εγεννηθη και εβαπτισθη ινα τω παθει το υδωρ καθαριση.

Chapter 19.

  1. Και ελαεν τον αρχοντα του αιωνος τουτου η παρθενια Μαριας και ο τοκετος αυτης, ομοιως και ο θανατος του κυριου· τρια μυστηρια κραυγης, ατινα εν ησυχια θεου επραχθη.
  2. πως ουν εφανερωθη τοις αιωσιν; αστηρ εν ουρανω ελαμψεν υπερ παντας τους αστερας, και το φως αυτου ανεκλαλητον ην και ξενισμον παρειχεν η καινοτης αυτου· τα δε λοιπα παντα αστρα αμα ηλιω και σεληνη χορος εγενετο τω αστερι, αυτος δε ην υπερβαλλων το φως αυτου υπερ παντα· ταραχη τε ην ποθεν η καινοτης η ανομοιος αυτοις.
  3. οθεν ελυετο πασα μαγεια και πας δεσμος, ηφανιζετο κακιας αγνοια, καθηρειτο παλαια βασιλεια, διεφθειρετο θεου ανθρωπινως φανερουμενου εις καινοτητα αιδιου ζωης· αρχην δε ελαμβανεν το παρα θεω απηρτισμενον. ενθεν τα παντα συνεκινειτο δια το μελετασθαι θανατου καταλυσιν.

Chapter 20.

  1. Εαν με καταξιωση Ιησους Χριστος εν τη προσευχη υμων, και θελημα η, εν τω δευτερω βιβλιδιω ο μελλω γραφειν υμιν, προσδηλωσω υμιν ης ηρξαμην οικονομιας εις τον καινον ανθρωπον Ιησουν Χριστον, εν τη αυτου πιστει και εν τη αυτου αγαπη, εν παθει αυτου και αναστασει,
  2. μαλιστα εαν ο κυριος μοι αποκαλυψη {τι}. οι κατ ανδρα κοινη παντες εν χαριτι εξ ονοματος συνερχεσθε εν μια πιστει και ενι Ιησου Χριστω, τω κατα σαρκα εκ γενους Δαυιδ, τω υιω ανθρωπου και υιω θεου, εις το υπακουειν υμας τω επισκοπω και τω πρεσβυτεριω απερισπαστω διανοια, ενα αρτον κλωντες, ο εστιν φαρμακον αθανασιας, αντιδοτος του μη αποθανειν αλλα ζην εν Ιησου Χριστω δια παντος.

Chapter 21.

  1. Αντιψυχον υμων εγω και ων επεμψατε εις θεου τιμην εις Σμυρναν, οθεν και γραφω υμιν, ευχαριστων τω κυριω, αγαπων Πολυκαρπον ως και υμας. μνημονευετε μου, ως και υμων Ιησους Χριστος.
  2. προσευχεσθε υπερ της εκκλησιας της εν Συρια, οθεν δεδεμενος εις Ρωμην απαγομαι, εσχατος ων των εκει πιστων, ωσπερ ηξιωθην εις τιμην θεου ευρεθηναι. ερρωσθε εν θεω πατρι και εν Ιησου Χριστω, τη κοινη ελπιδι ημων.