Epistle to the Hebrews.

Chapters 9-13.


Chapter 9.

  1. Ειχε μεν ουν [και] η πρωτη δικαιωματα λατρειας το τε αγιον κοσμικον.
  2. σκηνη γαρ κατεσκευασθη η πρωτη εν η η τε λυχνια και η τραπεζα και η προθεσις των αρτων, ητις λεγεται Αγια·
  3. μετα δε το δευτερον καταπετασμα σκηνη η λεγομενη Αγια Αγιων,
  4. χρυσουν εχουσα θυμιατηριον και την κιβωτον της διαθηκης περικεκαλυμμενην παντοθεν χρυσιω, εν η σταμνος χρυση εχουσα το μαννα και η ραβδος Ααρων η βλαστησασα και αι πλακες της διαθηκης,
  5. υπερανω δε αυτης Χερουβιν δοξης κατασκιαζοντα το ιλαστηριον· περι ων ουκ εστιν νυν λεγειν κατα μερος.
  6. Τουτων δε ουτως κατεσκευασμενων, εις μεν την πρωτην σκηνην δια παντος εισιασιν οι ιερεις τας λατρειας επιτελουντες,
  7. εις δε την δευτεραν απαξ του ενιαυτου μονος ο αρχιερευς, ου χωρις αιματος, ο προσφερει υπερ εαυτου και των του λαου αγνοηματων,
  8. τουτο δηλουντος του πνευματος του αγιου, μηπω πεφανερωσθαι την των αγιων οδον ετι της πρωτης σκηνης εχουσης στασιν,
  9. ητις παραβολη εις τον καιρον τον ενεστηκοτα, καθ ην δωρα τε και θυσιαι προσφερονται μη δυναμεναι κατα συνειδησιν τελειωσαι τον λατρευοντα,
  10. μονον επι βρωμασιν και πομασιν και διαφοροις βαπτισμοις, δικαιωματα σαρκος μεχρι καιρου διορθωσεως επικειμενα.
  11. Χριστος δε παραγενομενος αρχιερευς των γενομενων αγαθων δια της μειζονος και τελειοτερας σκηνης ου χειροποιητου, τουτ εστιν ου ταυτης της κτισεως,
  12. ουδε δι αιματος τραγων και μοσχων δια δε του ιδιου αιματος, εισηλθεν εφαπαξ εις τα αγια, αιωνιαν λυτρωσιν ευραμενος.
  13. ει γαρ το αιμα τραγων και ταυρων και σποδος δαμαλεως ραντιζουσα τους κεκοινωμενους αγιαζει προς την της σαρκος καθαροτητα,
  14. ποσω μαλλον το αιμα του Χριστου, ος δια πνευματος αιωνιου εαυτον προσηνεγκεν αμωμον τω θεω, καθαριει την συνειδησιν ημων απο νεκρων εργων εις το λατρευειν θεω ζωντι.
  15. Και δια τουτο διαθηκης καινης μεσιτης εστιν, οπως θανατου γενομενου εις απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι της αιωνιου κληρονομιας.
  16. οπου γαρ διαθηκη, θανατον αναγκη φερεσθαι του διαθεμενου·
  17. διαθηκη γαρ επι νεκροις βεβαια, επει μηποτε ισχυει οτε ζη ο διαθεμενος.
  18. οθεν ουδε η πρωτη χωρις αιματος εγκεκαινισται·
  19. λαληθεισης γαρ πασης εντολης κατα τον νομον υπο Μωυσεως παντι τω λαω, λαβων το αιμα των μοσχων [και των τραγων] μετα υδατος και εριου κοκκινου και υσσωπου αυτο τε το βιβλιον και παντα τον λαον ερραντισεν,
  20. λεγων, Τουτο το αιμα της διαθηκης ης ενετειλατο προς υμας ο θεος·
  21. και την σκηνην δε και παντα τα σκευη της λειτουργιας τω αιματι ομοιως ερραντισεν.
  22. και σχεδον εν αιματι παντα καθαριζεται κατα τον νομον, και χωρις αιματεκχυσιας ου γινεται αφεσις.
  23. Αναγκη ουν τα μεν υποδειγματα των εν τοις ουρανοις τουτοις καθαριζεσθαι, αυτα δε τα επουρανια κρειττοσιν θυσιαις παρα ταυτας.
  24. ου γαρ εις χειροποιητα εισηλθεν αγια Χριστος, αντιτυπα των αληθινων, αλλ εις αυτον τον ουρανον, νυν εμφανισθηναι τω προσωπω του θεου υπερ ημων·
  25. ουδ ινα πολλακις προσφερη εαυτον, ωσπερ ο αρχιερευς εισερχεται εις τα αγια κατ ενιαυτον εν αιματι αλλοτριω,
  26. επει εδει αυτον πολλακις παθειν απο καταβολης κοσμου· νυνι δε απαξ επι συντελεια των αιωνων εις αθετησιν [της] αμαρτιας δια της θυσιας αυτου πεφανερωται.
  27. και καθ οσον αποκειται τοις ανθρωποις απαξ αποθανειν, μετα δε τουτο κρισις,
  28. ουτως και ο Χριστος, απαξ προσενεχθεις εις το πολλων ανενεγκειν αμαρτιας, εκ δευτερου χωρις αμαρτιας οφθησεται τοις αυτον απεκδεχομενοις εις σωτηριαν.

Chapter 10.

  1. Σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων, ουκ αυτην την εικονα των πραγματων, κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυναται τους προσερχομενους τελειωσαι·
  2. επει ουκ αν επαυσαντο προσφερομεναι, δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρισμενους;
  3. αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον,
  4. αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας.
  5. Διο εισερχομενος εις τον κοσμον λεγει, Θυσιαν και προσφοραν ουκ ηθελησας, σωμα δε κατηρτισω μοι·
  6. ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας.
  7. τοτε ειπον, Ιδου ηκω, εν κεφαλιδι βιβλιου γεγραπται περι εμου, του ποιησαι, ο θεος, το θελημα σου.
  8. ανωτερον λεγων οτι Θυσιας και προσφορας και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας, αιτινες κατα νομον προσφερονται,
  9. τοτε ειρηκεν, Ιδου ηκω του ποιησαι το θελημα σου. αναιρει το πρωτον ινα το δευτερον στηση·
  10. εν ω θεληματι ηγιασμενοι εσμεν δια της προσφορας του σωματος Ιησου Χριστου εφαπαξ.
  11. Και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας, αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας.
  12. ουτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου,
  13. το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου·
  14. μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους.
  15. Μαρτυρει δε ημιν και το πνευμα το αγιον· μετα γαρ το ειρηκεναι,
  16. Αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας, λεγει κυριος, διδους νομους μου επι καρδιας αυτων, και επι την διανοιαν αυτων επιγραψω αυτους,
  17. και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθησομαι ετι.
  18. οπου δε αφεσις τουτων, ουκετι προσφορα περι αμαρτιας.
  19. Εχοντες ουν, αδελφοι, παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι Ιησου,
  20. ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος, τουτ εστιν της σαρκος αυτου,
  21. και ιερεα μεγαν επι τον οικον του θεου,
  22. προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως, ρεραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουσμενοι το σωμα υδατι καθαρω·
  23. κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη, πιστος γαρ ο επαγγειλαμενος·
  24. και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων,
  25. μη εγκαταλειποντες την επισυναγωγην εαυτων, καθως εθος τισιν, αλλα παρακαλουντες, και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν.
  26. Εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας, ουκετι περι αμαρτιων απολειπεται θυσια,
  27. φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους.
  28. αθετησας τις νομον Μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει·
  29. ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας, και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη, και το πνευμα της χαριτος ενυβρισας;
  30. οιδαμεν γαρ τον ειποντα, Εμοι εκδικησις, εγω ανταποδωσω· και παλιν, Κρινει κυριος τον λαον αυτου.
  31. φοβερον το εμπεσειν εις χειρας θεου ζωντος.
  32. Αναμιμνησκεσθε δε τας προτερον ημερας, εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων,
  33. τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι, τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες·
  34. και γαρ τοις δεσμιοις συνεπαθησατε, και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε, γινωσκοντες εχειν εαυτους κρειττονα υπαρξιν και μενουσαν.
  35. μη αποβαλητε ουν την παρρησιαν υμων, ητις εχει μεγαλην μισθαποδοσιαν,
  36. υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν.
  37. ετι γαρ μικρον οσον οσον, ο ερχομενος ηξει και ου χρονισει·
  38. ο δε δικαιος μου εκ πιστεως ζησεται, και εαν υποστειληται, ουκ ευδοκει η ψυχη μου εν αυτω.
  39. ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν, αλλα πιστεως εις περιποιησιν ψυχης.

Chapter 11.

  1. Εστιν δε πιστις ελπιζομενων υποστασις, πραγματων ελεγχος ου βλεπομενων.
  2. εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι.
  3. Πιστει νοουμεν κατηρτισθαι τους αιωνας ρηματι θεου, εις το μη εκ φαινομενων το βλεπομενον γεγονεναι.
  4. Πιστει πλειονα θυσιαν Αβελ παρα Καιν προσηνεγκεν τω θεω, δι ης εμαρτυρηθη ειναι δικαιος, μαρτυρουντος επι τοις δωροις αυτου του θεου, και δι αυτης αποθανων ετι λαλει.
  5. Πιστει Ενωχ μετετεθη του μη ιδειν θανατον, και ουχ ηυρισκετο διοτι μετεθηκεν αυτον ο θεος· προ γαρ της μεταθεσεως μεμαρτυρηται ευαρεστηκεναι τω θεω,
  6. χωρις δε πιστεως αδυνατον ευαρεστησαι, πιστευσαι γαρ δει τον προσερχομενον τω θεω οτι εστιν και τοις εκζητουσιν αυτον μισθαποδοτης γινεται.
  7. Πιστει χρηματισθεις Νωε περι των μηδεπω βλεπομενων ευλαβηθεις κατεσκευασεν κιβωτον εις σωτηριαν του οικου αυτου, δι ης κατεκρινεν τον κοσμον, και της κατα πιστιν δικαιοσυνης εγενετο κληρονομος.
  8. Πιστει καλουμενος Αβρααμ υπηκουσεν εξελθειν εις τοπον ον ημελλεν λαμβανειν εις κληρονομιαν, και εξηλθεν μη επισταμενος που ερχεται.
  9. Πιστει παρωκησεν εις γην της επαγγελιας ως αλλοτριαν, εν σκηναις κατοικησας μετα Ισαακ και Ιακωβ των συγκληρονομων της επαγγελιας της αυτης·
  10. εξεδεχετο γαρ την τους θεμελιους εχουσαν πολιν, ης τεχνιτης και δημιουργος ο θεος.
  11. Πιστει και αυτη Σαρρα στειρα δυναμιν εις καταβολην σπερματος ελαβεν και παρα καιρον ηλικιας, επει πιστον ηγησατο τον επαγγειλαμενον·
  12. διο και αφ ενος εγεννηθησαν, και ταυτα νενεκρωμενου, καθως τα αστρα του ουρανου τω πληθει και ως η αμμος η παρα το χειλος της θαλασσης η αναριθμητος.
  13. Κατα πιστιν απεθανον ουτοι παντες, μη λαβοντες τας επαγγελιας, αλλα πορρωθεν αυτας ιδοντες και ασπασαμενοι, και ομολογησαντες οτι ξενοι και παρεπιδημοι εισιν επι της γης·
  14. οι γαρ τοιαυτα λεγοντες εμφανιζουσιν οτι πατριδα επιζητουσιν.
  15. και ει μεν εκεινης εμνημονευον αφ ης εξεβησαν, ειχον αν καιρον ανακαμψαι·
  16. νυν δε κρειττονος ορεγονται, τουτ εστιν επουρανιου. διο ουκ επαισχυνεται αυτους ο θεος θεος επικαλεισθαι αυτων, ητοιμασεν γαρ αυτοις πολιν.
  17. Πιστει προσενηνοχεν Αβρααμ τον Ισαακ πειραζομενος, και τον μονογενη προσεφερεν ο τας επαγγελιας αναδεξαμενος,
  18. προς ον ελαληθη οτι Εν Ισαακ κληθησεται σοι σπερμα,
  19. λογισαμενος οτι και εκ νεκρων εγειρειν δυνατος ο θεος· οθεν αυτον και εν παραβολη εκομισατο.
  20. Πιστει και περι μελλοντων ευλογησεν Ισαακ τον Ιακωβ και τον Ησαυ.
  21. Πιστει Ιακωβ αποθνησκων εκαστον των υιων Ιωσηφ ευλογησεν, και προσεκυνησεν επι το ακρον της ραβδου αυτου.
  22. Πιστει Ιωσηφ τελευτων περι της εξοδου των υιων Ισραηλ εμνημονευσεν, και περι των οστεων αυτου ενετειλατο.
  23. Πιστει Μωυσης γεννηθεις εκρυβη τριμηνον υπο των πατερων αυτου, διοτι ειδον αστειον το παιδιον, και ουκ εφοβηθησαν το διαταγμα του βασιλεως.
  24. Πιστει Μωυσης μεγας γενομενος ηρνησατο λεγεσθαι υιος θυγατρος Φαραω,
  25. μαλλον ελομενος συγκακουχεισθαι τω λαω του θεου η προσκαιρον εχειν αμαρτιας απολαυσιν,
  26. μειζονα πλουτον ηγησαμενος των Αιγυπτου θησαυρων τον ονειδισμον του Χριστου, απεβλεπεν γαρ εις την μισθαποδοσιαν.
  27. Πιστει κατελιπεν Αιγυπτον, μη φοβηθεις τον θυμον του βασιλεως, τον γαρ αορατον ως ορων εκαρτερησεν.
  28. Πιστει πεποιηκεν το πασχα και την προσχυσιν του αιματος, ινα μη ο ολοθρευων τα πρωτοτοκα θιγη αυτων.
  29. Πιστει διεβησαν την Ερυθραν Θαλασσαν ως δια ξηρας γης, ης πειραν λαβοντες οι Αιγυπτιοι κατεποθησαν.
  30. Πιστει τα τειχη Ιεριχω επεσαν κυκλωθεντα επι επτα ημερας.
  31. Πιστει Ρααβ η πορνη ου συναπωλετο τοις απειθησασιν, δεξαμενη τους κατασκοπους μετ ειρηνης.
  32. Και τι ετι λεγω; επιλειψει με γαρ διηγουμενον ο χρονος περι Γεδεων, Βαρακ, Σαμψων, Ιεφθαε, Δαυιδ τε και Σαμουηλ και των προφητων,
  33. οι δια πιστεως κατηγωνισαντο βασιλειας, ειργασαντο δικαιοσυνην, επετυχον επαγγελιων, εφραξαν στοματα λεοντων,
  34. εσβεσαν δυναμιν πυρος, εφυγον στοματα μαχαιρης, εδυναμωθησαν απο ασθενειας, εγενηθησαν ισχυροι εν πολεμω, παρεμβολας εκλιναν αλλοτριων·
  35. ελαβον γυναικες εξ αναστασεως τους νεκρους αυτων· αλλοι δε ετυμπανισθησαν, ου προσδεξαμενοι την απολυτρωσιν, ινα κρειττονος αναστασεως τυχωσιν·
  36. ετεροι δε εμπαιγμων και μαστιγων πειραν ελαβον, ετι δε δεσμων και φυλακης·
  37. ελιθασθησαν, επρισθησαν, εν φονω μαχαιρης απεθανον, περιηλθον εν μηλωταις, εν αιγειοις δερμασιν, υστερουμενοι, θλιβομενοι, κακουχουμενοι,
  38. ων ουκ ην αξιος ο κοσμος, επι ερημιαις πλανωμενοι και ορεσιν και σπηλαιοις και ταις οπαις της γης.
  39. Και ουτοι παντες μαρτυρηθεντες δια της πιστεως ουκ εκομισαντο την επαγγελιαν,
  40. του θεου περι ημων κρειττον τι προβλεψαμενου, ινα μη χωρις ημων τελειωθωσιν.

Chapter 12.

  1. Τοιγαρουν και ημεις, τοσουτον εχοντες περικειμενον ημιν νεφος μαρτυρων, ογκον αποθεμενοι παντα και την ευπεριστατον αμαρτιαν, δι υπομονης τρεχωμεν τον προκειμενον ημιν αγωνα,
  2. αφορωντες εις τον της πιστεως αρχηγον και τελειωτην Ιησουν, ος αντι της προκειμενης αυτω χαρας υπεμεινεν σταυρον αισχυνης καταφρονησας, εν δεξια τε του θρονου του θεου κεκαθικεν.
  3. αναλογισασθε γαρ τον τοιαυτην υπομεμενηκοτα υπο των αμαρτωλων εις εαυτον αντιλογιαν, ινα μη καμητε ταις ψυχαις υμων εκλυομενοι.
  4. Ουπω μεχρις αιματος αντικατεστητε προς την αμαρτιαν ανταγωνιζομενοι,
  5. και εκλελησθε της παρακλησεως, ητις υμιν ως υιοις διαλεγεται, Υιε μου, μη ολιγωρει παιδειας κυριου, μηδε εκλυου υπ αυτου ελεγχομενος·
  6. ον γαρ αγαπα κυριος παιδευει, μαστιγοι δε παντα υιον ον παραδεχεται.
  7. εις παιδειαν υπομενετε· ως υιοις υμιν προσφερεται ο θεος· τις γαρ υιος ον ου παιδευει πατηρ;
  8. ει δε χωρις εστε παιδειας ης μετοχοι γεγονασιν παντες, αρα νοθοι και ουχ υιοι εστε.
  9. ειτα τους μεν της σαρκος ημων πατερας ειχομεν παιδευτας και ενετρεπομεθα· ου πολυ [δε] μαλλον υποταγησομεθα τω πατρι των πνευματων και ζησομεν;
  10. οι μεν γαρ προς ολιγας ημερας κατα το δοκουν αυτοις επαιδευον, ο δε επι το συμφερον εις το μεταλαβειν της αγιοτητος αυτου.
  11. πασα δε παιδεια προς μεν το παρον ου δοκει χαρας ειναι αλλα λυπης, υστερον δε καρπον ειρηνικον τοις δι αυτης γεγυμνασμενοις αποδιδωσιν δικαιοσυνης.
  12. Διο τας παρειμενας χειρας και τα παραλελυμενα γονατα ανορθωσατε,
  13. και τροχιας ορθας ποιειτε τοις ποσιν υμων, ινα μη το χωλον εκτραπη, ιαθη δε μαλλον.
  14. Ειρηνην διωκετε μετα παντων, και τον αγιασμον, ου χωρις ουδεις οψεται τον κυριον,
  15. επισκοπουντες μη τις υστερων απο της χαριτος του θεου, μη τις ριζα πικριας ανω φυουσα ενοχλη και δι αυτης μιανθωσιν πολλοι,
  16. μη τις πορνος η βεβηλος ως Ησαυ, ος αντι βρωσεως μιας απεδετο τα πρωτοτοκια εαυτου.
  17. ιστε γαρ οτι και μετεπειτα θελων κληρονομησαι την ευλογιαν απεδοκιμασθη, μετανοιας γαρ τοπον ουχ ευρεν, καιπερ μετα δακρυων εκζητησας αυτην.
  18. Ου γαρ προσεληλυθατε ψηλαφωμενω και κεκαυμενω πυρι και γνοφω και ζοφω και θυελλη
  19. και σαλπιγγος ηχω και φωνη ρηματων, ης οι ακουσαντες παρητησαντο μη προστεθηναι αυτοις λογον·
  20. ουκ εφερον γαρ το διαστελλομενον, Καν θηριον θιγη του ορους, λιθοβοληθησεται·
  21. και, ουτω φοβερον ην το φανταζομενον, Μωυσης ειπεν, Εκφοβος ειμι και εντρομος.
  22. αλλα προσεληλυθατε Σιων ορει και πολει θεου ζωντος, Ιερουσαλημ επουρανιω, και μυριασιν αγγελων, πανηγυρει
  23. και εκκλησια πρωτοτοκων απογεγραμμενων εν ουρανοις, και κριτη θεω παντων, και πνευμασι δικαιων τετελειωμενων,
  24. και διαθηκης νεας μεσιτη Ιησου, και αιματι ραντισμου κρειττον λαλουντι παρα τον Αβελ.
  25. Βλεπετε μη παραιτησησθε τον λαλουντα· ει γαρ εκεινοι ουκ εξεφυγον επι γης παραιτησαμενοι τον χρηματιζοντα, πολυ μαλλον ημεις οι τον απ ουρανων αποστρεφομενοι·
  26. ου η φωνη την γην εσαλευσεν τοτε, νυν δε επηγγελται λεγων, Ετι απαξ εγω σεισω ου μονον την γην αλλα και τον ουρανον.
  27. το δε, Ετι απαξ δηλοι [την] των σαλευομενων μεταθεσιν ως πεποιημενων, ινα μεινη τα μη σαλευομενα.
  28. Διο βασιλειαν ασαλευτον παραλαμβανοντες εχωμεν χαριν, δι ης λατρευωμεν ευαρεστως τω θεω μετα ευλαβειας και δεους·
  29. και γαρ ο θεος ημων πυρ καταναλισκον.

Chapter 13.

  1. Η φιλαδελφια μενετω.
  2. της φιλοξενιας μη επιλανθανεσθε, δια ταυτης γαρ ελαθον τινες ξενισαντες αγγελους.
  3. μιμνησκεσθε των δεσμιων ως συνδεδεμενοι, των κακουχουμενων ως και αυτοι οντες εν σωματι.
  4. Τιμιος ο γαμος εν πασιν και η κοιτη αμιαντος, πορνους γαρ και μοιχους κρινει ο θεος.
  5. Αφιλαργυρος ο τροπος· αρκουμενοι τοις παρουσιν· αυτος γαρ ειρηκεν, Ου μη σε ανω ουδ ου μη σε εγκαταλιπω·
  6. ωστε θαρρουντας ημας λεγειν, Κυριος εμοι βοηθος, [και] ου φοβηθησομαι· τι ποιησει μοι ανθρωπος;
  7. Μνημονευετε των ηγουμενων υμων, οιτινες ελαλησαν υμιν τον λογον του θεου, ων αναθεωρουντες την εκβασιν της αναστροφης μιμεισθε την πιστιν.
  8. Ιησους Χριστος εχθες και σημερον ο αυτος, και εις τους αιωνας.
  9. διδαχαις ποικιλαις και ξεναις μη παραφερεσθε· καλον γαρ χαριτι βεβαιουσθαι την καρδιαν, ου βρωμασιν, εν οις ουκ ωφεληθησαν οι περιπατουντες.
  10. εχομεν θυσιαστηριον εξ ου φαγειν ουκ εχουσιν εξουσιαν οι τη σκηνη λατρευοντες.
  11. ων γαρ εισφερεται ζωων το αιμα περι αμαρτιας εις τα αγια δια του αρχιερεως, τουτων τα σωματα κατακαιεται εξω της παρεμβολης.
  12. διο και Ιησους, ινα αγιαση δια του ιδιου αιματος τον λαον, εξω της πυλης επαθεν.
  13. τοινυν εξερχωμεθα προς αυτον εξω της παρεμβολης, τον ονειδισμον αυτου φεροντες·
  14. ου γαρ εχομεν ωδε μενουσαν πολιν, αλλα την μελλουσαν επιζητουμεν.
  15. δι αυτου [ουν] αναφερωμεν θυσιαν αινεσεως δια παντος τω θεω, τουτ εστιν καρπον χειλεων ομολογουντων τω ονοματι αυτου.
  16. της δε ευποιιας και κοινωνιας μη επιλανθανεσθε, τοιαυταις γαρ θυσιαις ευαρεστειται ο θεος.
  17. Πειθεσθε τοις ηγουμενοις υμων και υπεικετε, αυτοι γαρ αγρυπνουσιν υπερ των ψυχων υμων ως λογον αποδωσοντες, ινα μετα χαρας τουτο ποιωσιν και μη στεναζοντες, αλυσιτελες γαρ υμιν τουτο.
  18. Προσευχεσθε περι ημων, πειθομεθα γαρ οτι καλην συνειδησιν εχομεν, εν πασιν καλως θελοντες αναστρεφεσθαι.
  19. περισσοτερως δε παρακαλω τουτο ποιησαι ινα ταχιον αποκατασταθω υμιν.
  20. Ο δε θεος της ειρηνης, ο αναγαγων εκ νεκρων τον ποιμενα των προβατων τον μεγαν εν αιματι διαθηκης αιωνιου, τον κυριον ημων Ιησουν,
  21. καταρτισαι υμας εν παντι αγαθω εις το ποιησαι το θελημα αυτου, ποιων εν ημιν το ευαρεστον ενωπιον αυτου δια Ιησου Χριστου, ω η δοξα εις τους αιωνας [των αιωνων]· αμην.
  22. Παρακαλω δε υμας, αδελφοι, ανεχεσθε του λογου της παρακλησεως, και γαρ δια βραχεων επεστειλα υμιν.
  23. Γινωσκετε τον αδελφον ημων Τιμοθεον απολελυμενον, μεθ ου εαν ταχιον ερχηται οψομαι υμας.
  24. Ασπασασθε παντας τους ηγουμενους υμων και παντας τους αγιους. ασπαζονται υμας οι απο της Ιταλιας.
  25. η χαρις μετα παντων υμων.