Epistle to the Hebrews.

Chapters 5-8.


Chapter 5.

  1. Πας γαρ αρχιερευς εξ ανθρωπων λαμβανομενος υπερ ανθρωπων καθισταται τα προς τον θεον, ινα προσφερη δωρα τε και θυσιας υπερ αμαρτιων,
  2. μετριοπαθειν δυναμενος τοις αγνοουσιν και πλανωμενοις, επει και αυτος περικειται ασθενειαν,
  3. και δι αυτην οφειλει καθως περι του λαου ουτως και περι αυτου προσφερειν περι αμαρτιων.
  4. και ουχ εαυτω τις λαμβανει την τιμην, αλλα καλουμενος υπο του θεου, καθωσπερ και Ααρων.
  5. Ουτως και ο Χριστος ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα, αλλ ο λαλησας προς αυτον, Υιος μου ει συ, εγω σημερον γεγεννηκα σε·
  6. καθως και εν ετερω λεγει, Συ ιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ.
  7. ος εν ταις ημεραις της σαρκος αυτου, δεησεις τε και ικετηριας προς τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγης ισχυρας και δακρυων προσενεγκας και εισακουσθεις απο της ευλαβειας,
  8. καιπερ ων υιος εμαθεν αφ ων επαθεν την υπακοην·
  9. και τελειωθεις εγενετο πασιν τοις υπακουουσιν αυτω αιτιος σωτηριας αιωνιου,
  10. προσαγορευθεις υπο του θεου αρχιερευς κατα την ταξιν Μελχισεδεκ.
  11. Περι ου πολυς ημιν ο λογος και δυσερμηνευτος λεγειν, επει νωθροι γεγονατε ταις ακοαις.
  12. και γαρ οφειλοντες ειναι διδασκαλοι δια τον χρονον, παλιν χρειαν εχετε του διδασκειν υμας τινα τα στοιχεια της αρχης των λογιων του θεου, και γεγονατε χρειαν εχοντες γαλακτος, [και] ου στερεας τροφης.
  13. πας γαρ ο μετεχων γαλακτος απειρος λογου δικαιοσυνης, νηπιος γαρ εστιν·
  14. τελειων δε εστιν η στερεα τροφη, των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προς διακρισιν καλου τε και κακου.

Chapter 6.

  1. Διο αφεντες τον της αρχης του Χριστου λογον επι την τελειοτητα φερωμεθα, μη παλιν θεμελιον καταβαλλομενοι μετανοιας απο νεκρων εργων, και πιστεως επι θεον,
  2. βαπτισμων διδαχης, επιθεσεως τε χειρων, αναστασεως τε νεκρων, και κριματος αιωνιου.
  3. και τουτο ποιησομεν εανπερ επιτρεπη ο θεος.
  4. Αδυνατον γαρ τους απαξ φωτισθεντας, γευσαμενους τε της δωρεας της επουρανιου και μετοχους γενηθεντας πνευματος αγιου
  5. και καλον γευσαμενους θεου ρημα δυναμεις τε μελλοντος αιωνος,
  6. και παραπεσοντας, παλιν ανακαινιζειν εις μετανοιαν, ανασταυρουντας εαυτοις τον υιον του θεου και παραδειγματιζοντας.
  7. γη γαρ η πιουσα τον επ αυτης ερχομενον πολλακις υετον, και τικτουσα βοτανην ευθετον εκεινοις δι ους και γεωργειται, μεταλαμβανει ευλογιας απο του θεου·
  8. εκφερουσα δε ακανθας και τριβολους αδοκιμος και καταρας εγγυς, ης το τελος εις καυσιν.
  9. Πεπεισμεθα δε περι υμων, αγαπητοι, τα κρεισσονα και εχομενα σωτηριας, ει και ουτως λαλουμεν·
  10. ου γαρ αδικος ο θεος επιλαθεσθαι του εργου υμων και της αγαπης ης ενεδειξασθε εις το ονομα αυτου, διακονησαντες τοις αγιοις και διακονουντες.
  11. επιθυμουμεν δε εκαστον υμων την αυτην ενδεικνυσθαι σπουδην προς την πληροφοριαν της ελπιδος αχρι τελους,
  12. ινα μη νωθροι γενησθε, μιμηται δε των δια πιστεως και μακροθυμιας κληρονομουντων τας επαγγελιας.
  13. Τω γαρ Αβρααμ επαγγειλαμενος ο θεος, επει κατ ουδενος ειχεν μειζονος ομοσαι, ωμοσεν καθ εαυτου,
  14. λεγων, Ει μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω σε·
  15. και ουτως μακροθυμησας επετυχεν της επαγγελιας.
  16. ανθρωποι γαρ κατα του μειζονος ομνυουσιν, και πασης αυτοις αντιλογιας περας εις βεβαιωσιν ο ορκος·
  17. εν ω περισσοτερον βουλομενος ο θεος επιδειξαι τοις κληρονομοις της επαγγελιας το αμεταθετον της βουλης αυτου εμεσιτευσεν ορκω,
  18. ινα δια δυο πραγματων αμεταθετων, εν οις αδυνατον ψευσασθαι [τον] θεον, ισχυραν παρακλησιν εχωμεν οι καταφυγοντες κρατησαι της προκειμενης ελπιδος·
  19. ην ως αγκυραν εχομεν της ψυχης, ασφαλη τε και βεβαιαν και εισερχομενην εις το εσωτερον του καταπετασματος,
  20. οπου προδρομος υπερ ημων εισηλθεν Ιησους, κατα την ταξιν Μελχισεδεκ αρχιερευς γενομενος εις τον αιωνα.

Chapter 7.

  1. Ουτος γαρ ο Μελχισεδεκ, βασιλευς Σαλημ, ιερευς του θεου του υψιστου, ο συναντησας Αβρααμ υποστρεφοντι απο της κοπης των βασιλεων και ευλογησας αυτον,
  2. ω και δεκατην απο παντων εμερισεν Αβρααμ, πρωτον μεν ερμηνευομενος βασιλευς δικαιοσυνης επειτα δε και βασιλευς Σαλημ, ο εστιν βασιλευς ειρηνης,
  3. απατωρ, αμητωρ, αγενεαλογητος, μητε αρχην ημερων μητε ζωης τελος εχων, αφωμοιωμενος δε τω υιω του θεου, μενει ιερευς εις το διηνεκες.
  4. Θεωρειτε δε πηλικος ουτος ω [και] δεκατην Αβρααμ εδωκεν εκ των ακροθινιων ο πατριαρχης.
  5. και οι μεν εκ των υιων Λευι την ιερατειαν λαμβανοντες εντολην εχουσιν αποδεκατουν τον λαον κατα τον νομον, τουτ εστιν τους αδελφους αυτων, καιπερ εξεληλυθοτας εκ της οσφυος Αβρααμ·
  6. ο δε μη γενεαλογουμενος εξ αυτων δεδεκατωκεν Αβρααμ, και τον εχοντα τας επαγγελιας ευλογηκεν.
  7. χωρις δε πασης αντιλογιας το ελαττον υπο του κρειττονος ευλογειται.
  8. και ωδε μεν δεκατας αποθνησκοντες ανθρωποι λαμβανουσιν, εκει δε μαρτυρουμενος οτι ζη.
  9. και ως επος ειπειν, δι Αβρααμ και Λευι ο δεκατας λαμβανων δεδεκατωται,
  10. ετι γαρ εν τη οσφυι του πατρος ην οτε συνηντησεν αυτω Μελχισεδεκ.
  11. Ει μεν ουν τελειωσις δια της Λευιτικης ιερωσυνης ην, ο λαος γαρ επ αυτης νενομοθετηται, τις ετι χρεια κατα την ταξιν Μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν Ααρων λεγεσθαι;
  12. μετατιθεμενης γαρ της ιερωσυνης εξ αναγκης και νομου μεταθεσις γινεται.
  13. εφ ον γαρ λεγεται ταυτα φυλης ετερας μετεσχηκεν, αφ ης ουδεις προσεσχηκεν τω θυσιαστηριω·
  14. προδηλον γαρ οτι εξ Ιουδα ανατεταλκεν ο κυριος ημων, εις ην φυλην περι ιερεων ουδεν Μωυσης ελαλησεν.
  15. και περισσοτερον ετι καταδηλον εστιν, ει κατα την ομοιοτητα Μελχισεδεκ ανισταται ιερευς ετερος,
  16. ος ου κατα νομον εντολης σαρκινης γεγονεν αλλα κατα δυναμιν ζωης ακαταλυτου,
  17. μαρτυρειται γαρ οτι Συ ιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ.
  18. αθετησις μεν γαρ γινεται προαγουσης εντολης δια το αυτης ασθενες και ανωφελες,
  19. ουδεν γαρ ετελειωσεν ο νομος, επεισαγωγη δε κρειττονος ελπιδος, δι ης εγγιζομεν τω θεω.
  20. Και καθ οσον ου χωρις ορκωμοσιας, οι μεν γαρ χωρις ορκωμοσιας εισιν ιερεις γεγονοτες,
  21. ο δε μετα ορκωμοσιας δια του λεγοντος προς αυτον, Ωμοσεν κυριος, και ου μεταμεληθησεται, Συ ιερευς εις τον αιωνα,
  22. κατα τοσουτο [και] κρειττονος διαθηκης γεγονεν εγγυος Ιησους.
  23. και οι μεν πλειονες εισιν γεγονοτες ιερεις δια το θανατω κωλυεσθαι παραμενειν·
  24. ο δε δια το μενειν αυτον εις τον αιωνα απαραβατον εχει την ιερωσυνην·
  25. οθεν και σωζειν εις το παντελες δυναται τους προσερχομενους δι αυτου τω θεω, παντοτε ζων εις το εντυγχανειν υπερ αυτων.
  26. Τοιουτος γαρ ημιν και επρεπεν αρχιερευς, οσιος, ακακος, αμιαντος, κεχωρισμενος απο των αμαρτωλων, και υψηλοτερος των ουρανων γενομενος·
  27. ος ουκ εχει καθ ημεραν αναγκην, ωσπερ οι αρχιερεις, προτερον υπερ των ιδιων αμαρτιων θυσιας αναφερειν, επειτα των του λαου· τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκας.
  28. ο νομος γαρ ανθρωπους καθιστησιν αρχιερεις εχοντας ασθενειαν, ο λογος δε της ορκωμοσιας της μετα τον νομον υιον εις τον αιωνα τετελειωμενον.

Chapter 8.

  1. Κεφαλαιον δε επι τοις λεγομενοις, τοιουτον εχομεν αρχιερεα, ος εκαθισεν εν δεξια του θρονου της μεγαλωσυνης εν τοις ουρανοις,
  2. των αγιων λειτουργος και της σκηνης της αληθινης, ην επηξεν ο κυριος, ουκ ανθρωπος.
  3. πας γαρ αρχιερευς εις το προσφερειν δωρα τε και θυσιας καθισταται· οθεν αναγκαιον εχειν τι και τουτον ο προσενεγκη.
  4. ει μεν ουν ην επι γης, ουδ αν ην ιερευς, οντων των προσφεροντων κατα νομον τα δωρα·
  5. οιτινες υποδειγματι και σκια λατρευουσιν των επουρανιων, καθως κεχρηματισται Μωυσης μελλων επιτελειν την σκηνην, Ορα γαρ, φησιν, ποιησεις παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει·
  6. νυν[ι] δε διαφορωτερας τετυχεν λειτουργιας, οσω και κρειττονος εστιν διαθηκης μεσιτης, ητις επι κρειττοσιν επαγγελιαις νενομοθετηται.
  7. Ει γαρ η πρωτη εκεινη ην αμεμπτος, ουκ αν δευτερας εζητειτο τοπος·
  8. μεμφομενος γαρ αυτους λεγει, Ιδου ημεραι ερχονται, λεγει κυριος, και συντελεσω επι τον οικον Ισραηλ και επι τον οικον Ιουδα διαθηκην καινην,
  9. ου κατα την διαθηκην ην εποιησα τοις πατρασιν αυτων εν ημερα επιλαβομενου μου της χειρος αυτων εξαγαγειν αυτους εκ γης Αιγυπτου, οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου, καγω ημελησα αυτων, λεγει κυριος.
  10. οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω Ισραηλ μετα τας ημερας εκεινας, λεγει κυριος, διδους νομους μου εις την διανοιαν αυτων, και επι καρδιας αυτων επιγραψω αυτους, και εσομαι αυτοις εις θεον και αυτοι εσονται μοι εις λαον.
  11. και ου μη διδαξωσιν εκαστος τον πολιτην αυτου και εκαστος τον αδελφον αυτου, λεγων, Γνωθι τον κυριον, οτι παντες ειδησουσιν με απο μικρου εως μεγαλου αυτων.
  12. οτι ιλεως εσομαι ταις αδικιαις αυτων, και των αμαρτιων αυτων ου μη μνησθω ετι.
  13. εν τω λεγειν Καινην πεπαλαιωκεν την πρωτην· το δε παλαιουμενον και γηρασκον εγγυς αφανισμου.