Epistle to the Hebrews.

Chapters 1-4.


Chapter 1.

  1. Πολυμερως και πολυτροπως παλαι ο θεος λαλησας τοις πατρασιν εν τοις προφηταις
  2. επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω, ον εθηκεν κληρονομον παντων, δι ου και εποιησεν τους αιωνας·
  3. ος ων απαυγασμα της δοξης και χαρακτηρ της υποστασεως αυτου, φερων τε τα παντα τω ρηματι της δυναμεως αυτου, καθαρισμον των αμαρτιων ποιησαμενος εκαθισεν εν δεξια της μεγαλωσυνης εν υψηλοις,
  4. τοσουτω κρειττων γενομενος των αγγελων οσω διαφορωτερον παρ αυτους κεκληρονομηκεν ονομα.
  5. Τινι γαρ ειπεν ποτε των αγγελων, Υιος μου ει συ, εγω σημερον γεγεννηκα σε; και παλιν, Εγω εσομαι αυτω εις πατερα, και αυτος εσται μοι εις υιον;
  6. οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εις την οικουμενην, λεγει, Και προσκυνησατωσαν αυτω παντες αγγελοι θεου.
  7. και προς μεν τους αγγελους λεγει, Ο ποιων τους αγγελους αυτου πνευματα, και τους λειτουργους αυτου πυρος φλογα·
  8. προς δε τον υιον, Ο θρονος σου, ο θεος, εις τον αιωνα του αιωνος, και η ραβδος της ευθυτητος ραβδος της βασιλειας σου.
  9. ηγαπησας δικαιοσυνην και εμισησας ανομιαν· δια τουτο εχρισεν σε ο θεος, ο θεος σου, ελαιον αγαλλιασεως παρα τους μετοχους σου·
  10. και, Συ κατ αρχας, κυριε, την γην εθεμελιωσας, και εργα των χειρων σου εισιν οι ουρανοι·
  11. αυτοι απολουνται, συ δε διαμενεις· και παντες ως ιματιον παλαιωθησονται,
  12. και ωσει περιβολαιον ελιξεις αυτους, ως ιματιον και αλλαγησονται· συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν.
  13. προς τινα δε των αγγελων ειρηκεν ποτε, Καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου;
  14. ουχι παντες εισιν λειτουργικα πνευματα εις διακονιαν αποστελλομενα δια τους μελλοντας κληρονομειν σωτηριαν;

Chapter 2.

  1. Δια τουτο δει περισσοτερως προσεχειν ημας τοις ακουσθεισιν, μηποτε παραρυωμεν.
  2. ει γαρ ο δι αγγελων λαληθεις λογος εγενετο βεβαιος, και πασα παραβασις και παρακοη ελαβεν ενδικον μισθαποδοσιαν,
  3. πως ημεις εκφευξομεθα τηλικαυτης αμελησαντες σωτηριας; ητις, αρχην λαβουσα λαλεισθαι δια του κυριου, υπο των ακουσαντων εις ημας εβεβαιωθη,
  4. συνεπιμαρτυρουντος του θεου σημειοις τε και τερασιν και ποικιλαις δυναμεσιν και πνευματος αγιου μερισμοις κατα την αυτου θελησιν.
  5. Ου γαρ αγγελοις υπεταξεν την οικουμενην την μελλουσαν, περι ης λαλουμεν.
  6. διεμαρτυρατο δε που τις λεγων, Τι εστιν ανθρωπος οτι μιμνησκη αυτου, η υιος ανθρωπου οτι επισκεπτη αυτον;
  7. ηλαττωσας αυτον βραχυ τι παρ αγγελους, δοξη και τιμη εστεφανωσας αυτον,
  8. παντα υπεταξας υποκατω των ποδων αυτου. εν τω γαρ υποταξαι [αυτω] τα παντα ουδεν αφηκεν αυτω ανυποτακτον. νυν δε ουπω ορωμεν αυτω τα παντα υποτεταγμενα·
  9. τον δε βραχυ τι παρ αγγελους ηλαττωμενον βλεπομεν Ιησουν δια το παθημα του θανατου δοξη και τιμη εστεφανωμενον, οπως χαριτι θεου υπερ παντος γευσηται θανατου.
  10. Επρεπεν γαρ αυτω, δι ον τα παντα και δι ου τα παντα, πολλους υιους εις δοξαν αγαγοντα τον αρχηγον της σωτηριας αυτων δια παθηματων τελειωσαι.
  11. ο τε γαρ αγιαζων και οι αγιαζομενοι εξ ενος παντες· δι ην αιτιαν ουκ επαισχυνεται αδελφους αυτους καλειν,
  12. λεγων, Απαγγελω το ονομα σου τοις αδελφοις μου, εν μεσω εκκλησιας υμνησω σε·
  13. και παλιν, Εγω εσομαι πεποιθως επ αυτω· και παλιν, Ιδου εγω και τα παιδια α μοι εδωκεν ο θεος.
  14. επει ουν τα παιδια κεκοινωνηκεν αιματος και σαρκος, και αυτος παραπλησιως μετεσχεν των αυτων, ινα δια του θανατου καταργηση τον το κρατος εχοντα του θανατου, τουτ εστιν τον διαβολον,
  15. και απαλλαξη τουτους, οσοι φοβω θανατου δια παντος του ζην ενοχοι ησαν δουλειας.
  16. ου γαρ δηπου αγγελων επιλαμβανεται, αλλα σπερματος Αβρααμ επιλαμβανεται.
  17. οθεν ωφειλεν κατα παντα τοις αδελφοις ομοιωθηναι, ινα ελεημων γενηται και πιστος αρχιερευς τα προς τον θεον, εις το ιλασκεσθαι τας αμαρτιας του λαου·
  18. εν ω γαρ πεπονθεν αυτος πειρασθεις, δυναται τοις πειραζομενοις βοηθησαι.

Chapter 3.

  1. Οθεν, αδελφοι αγιοι, κλησεως επουρανιου μετοχοι, κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων Ιησουν,
  2. πιστον οντα τω ποιησαντι αυτον ως και Μωυσης εν [ολω] τω οικω αυτου.
  3. πλειονος γαρ ουτος δοξης παρα Μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον.
  4. πας γαρ οικος κατασκευαζεται υπο τινος, ο δε παντα κατασκευασας θεος.
  5. και Μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων,
  6. Χριστος δε ως υιος επι τον οικον αυτου· ου οικος εσμεν ημεις, εαν[περ] την παρρησιαν και το καυχημα της ελπιδος κατασχωμεν.
  7. Διο, καθως λεγει το πνευμα το αγιον, Σημερον εαν της φωνης αυτου ακουσητε,
  8. μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω, κατα την ημεραν του πειρασμου εν τη ερημω,
  9. ου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου
  10. τεσσερακοντα ετη· διο προσωχθισα τη γενεα ταυτη και ειπον, Αει πλανωνται τη καρδια· αυτοι δε ουκ εγνωσαν τας οδους μου·
  11. ως ωμοσα εν τη οργη μου, Ει εισελευσονται εις την καταπαυσιν μου.
  12. Βλεπετε, αδελφοι, μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος,
  13. αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν, αχρις ου το Σημερον καλειται, ινα μη σκληρυνθη τις εξ υμων απατη της αμαρτιας·
  14. μετοχοι γαρ του Χριστου γεγοναμεν, εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν,
  15. εν τω λεγεσθαι, Σημερον εαν της φωνης αυτου ακουσητε, Μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω.
  16. τινες γαρ ακουσαντες παρεπικραναν; αλλ ου παντες οι εξελθοντες εξ Αιγυπτου δια Μωυσεως;
  17. τισιν δε προσωχθισεν τεσσερακοντα ετη; ουχι τοις αμαρτησασιν, ων τα κωλα επεσεν εν τη ερημω;
  18. τισιν δε ωμοσεν μη εισελευσεσθαι εις την καταπαυσιν αυτου ει μη τοις απειθησασιν;
  19. και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν.

Chapter 4.

  1. Φοβηθωμεν ουν μηποτε καταλειπομενης επαγγελιας εισελθειν εις την καταπαυσιν αυτου δοκη τις εξ υμων υστερηκεναι·
  2. και γαρ εσμεν ευηγγελισμενοι καθαπερ κακεινοι, αλλ ουκ ωφελησεν ο λογος της ακοης εκεινους, μη συγκεκερασμενους τη πιστει τοις ακουσασιν.
  3. εισερχομεθα γαρ εις [την] καταπαυσιν οι πιστευσαντες, καθως ειρηκεν, Ως ωμοσα εν τη οργη μου, Ει εισελευσονται εις την καταπαυσιν μου, καιτοι των εργων απο καταβολης κοσμου γενηθεντων.
  4. ειρηκεν γαρ που περι της εβδομης ουτως, Και κατεπαυσεν ο θεος εν τη ημερα τη εβδομη απο παντων των εργων αυτου·
  5. και εν τουτω παλιν, Ει εισελευσονται εις την καταπαυσιν μου.
  6. επει ουν απολειπεται τινας εισελθειν εις αυτην, και οι προτερον ευαγγελισθεντες ουκ εισηλθον δι απειθειαν,
  7. παλιν τινα οριζει ημεραν, Σημερον, εν Δαυιδ λεγων μετα τοσουτον χρονον, καθως προειρηται, Σημερον εαν της φωνης αυτου ακουσητε, μη σκληρυνητε τας καρδιας υμων.
  8. ει γαρ αυτους Ιησους κατεπαυσεν, ουκ αν περι αλλης ελαλει μετα ταυτα ημερας.
  9. αρα απολειπεται σαββατισμος τω λαω του θεου·
  10. ο γαρ εισελθων εις την καταπαυσιν αυτου και αυτος κατεπαυσεν απο των εργων αυτου ωσπερ απο των ιδιων ο θεος.
  11. σπουδασωμεν ουν εισελθειν εις εκεινην την καταπαυσιν, ινα μη εν τω αυτω τις υποδειγματι πεση της απειθειας.
  12. Ζων γαρ ο λογος του θεου και ενεργης και τομωτερος υπερ πασαν μαχαιραν διστομον και διικνουμενος αχρι μερισμου ψυχης και πνευματος, αρμων τε και μυελων, και κριτικος ενθυμησεων και εννοιων καρδιας·
  13. και ουκ εστιν κτισις αφανης ενωπιον αυτου, παντα δε γυμνα και τετραχηλισμενα τοις οφθαλμοις αυτου, προς ον ημιν ο λογος.
  14. Εχοντες ουν αρχιερεα μεγαν διεληλυθοτα τους ουρανους, Ιησουν τον υιον του θεου, κρατωμεν της ομολογιας·
  15. ου γαρ εχομεν αρχιερεα μη δυναμενον συμπαθησαι ταις ασθενειαις ημων, πεπειρασμενον δε κατα παντα καθ ομοιοτητα χωρις αμαρτιας.
  16. προσερχωμεθα ουν μετα παρρησιας τω θρονω της χαριτος, ινα λαβωμεν ελεος και χαριν ευρωμεν εις ευκαιρον βοηθειαν.