Epistle to Diognetus.

Chapters 1-12.


Chapter 1.

  • Επιστολη ορω, κρατιστε Διογνητε, υπερεσπουδακοτα σε την θεοσεβειαν των Χριστιανων μαθειν και πανυ σαφως και επιμελως πυνθανομενον περι αυτων, τινι τε θεω πεποιθοτες και πως θρησκευοντες αυτον τον τε κοσμον υπερορωσι παντες και θανατου καταφρονουσι και ουτε τους νομιζομενους υπο των Ελληνων θεους λογιζονται ουτε την Ιουδαιων δεισιδαιμονιαν φυλασσουσι, και τινα την φιλοστοργιαν εχουσι προς αλληλους, και τι δη ποτε καινον τουτο γενος η επιτηδευμα εισηλθεν εις τον βιον νυν και ου προτερον αποδεχομαι γε της προθυμιας σε ταυτης και παρα του θεου, του και το λεγειν και το ακουειν ημιν χορηγουντος, αιτουμαι δοθηναι εμοι μεν ειπειν ουτως, ως μαλιστα αν ακουσαντα σε βελτιω γενεσθαι, σοι τε ουτως ακουσαι, ως μη λυπηθηναι τον ειποντα.

Chapter 2.

  1. Αγε δη, καθαρας σεαυτον απο παντων των προκατεχοντων σου την διανοιαν λογισμων και την απατωσαν σε συνηθειαν αποσκευασαμενος και γενομενος ωσπερ εξ αρχης καινος ανθρωπος, ως αν και λογον καινου, καθαπερ και αυτος ωμολογησας, ακροατης εσομεονος ιδε μη μονον τους οφθαλμοις, αλλα και τη φρονησει, τινος υποστασεως η τινος ειδους υγχανουσιν, ους ερειτε και νομιζετε θεους.
  2. ουχ ο μεν τις λιθος εστιν, ομοιος τω πατρουμενω, ο δ εστι χαλκος, ου κρεισσων των εις την χρησιν ημιν κεχαλκευμενων σκευων, ο δε ξυλον, ηδη και σεσηπος, ο δε αργυρος, χρηζων ανθρωπου του φυλαξαντος, ινα μη κλαπη, ο δε σιδηρος, υπο ιου διεφθαρμενος, ο δε οστρακον, ουδεν του κατεσκευασμενου προς την ατιμοτατην υπηρεσιαν ευπρεπεστερον;
  3. ου φθαρτης υλης ταυτα παντα; ουχ υπο σιδηρου και πυρος κεχαλκευμενα; ουχ ο μεν αυτων λιθοξοος, ο δε χαλκευς, ο μεν αυτων λιθοξοος, ο δε χαλκευς, ο δε αργυροκοπος, ο δε κεραμευς επλασεν; ου πριν η ταις τεχναις τουτων εις την μορφην τουτων εκτυπωθηναι, ην εκαστον αυτων εκαστω, ετι και νυν, μεταμεμορφωμενον;
  4. ου τα νυν εκ της αυτης υλης οντα σκευη γενοιτ αν, ει τυχοι των αυτων τεχνιτων, ομοια γενεσθαι τοις λοιποις; ου κωφα παντα; ου τυφλα; ουκ αψυχα; ουκ αναισθητα; ουκ ακινητα; ου παντα σηπομενα; ου παντα φθειρομενα;
  5. ταυτα θεους καλειτε; τουτοις δουλευετε; τουτοις προσκυνειτε, τελεον δ αυτοις εξομοιουσθε.
  6. δια τουτο μισειτε Χριστιανους, οτι τουτους ουχ ηγουνται θεους;
  7. υμεις γαρ αινειν νομιζοντεσ και οιομενοι, ου πολυ πλεον αυτων καταφρονειτε; ου πολυ μαλλον αυτους χλευαζετε και υβριζετε, τους μεν λιθινους και οστρακινους σεβοντες αφυλακτους, τους δε αργυρεους και χρυσους εγκλειοντες ταις νυξι και ταις ημεραις φυλακας παρατιμαις προσφερειν;
  8. ει μεν αισθανονται, κολαζετε μαλλον αυτους ει δε αναισθητουσιν, ελεγχοντες αιματι και κνισαις αυτους θρησκευετε.
  9. ταυθ υμων τις υπομεινατω, ταυτα ανασχεσθω τις εαυτω γενεσθαι. αλλα ανθρωπος μεν ουδε εις ταυτης της κολασεως εκων ανεξεται, αισθησιν γαρ εχει και λογισμον ο δε λιθος ανεχεται, αναισθητει γαρ. ουκ ουν την αισθησιν αυτου ελεγχετε;
  10. περι μεν ουν του μη δεδουλωσθαι Χριστιανους τοιουτοις θεοις πολλα μεν αν και αλλα ειπειν εχοιμι ει δε τινι μη δοκοιη καν ταυτα ικανα, περισσον ηγουμαι και το πλειω λεγειν.

Chapter 3.

  1. Εξης δε περι του μη κατα τα αυτα Ιουδαιοις θεοσεβειν αυτους οιμαι σε μαλιστα ποθειν ακουσαι.
  2. Ιουδαιοι τοινυν, ει μεν απεχονται ταυτης της προειρημενης λατρειας, καλως θεον ενα τςν παντων σεβειν και δεσποτην αξιουσι φρονειν ει δε τοις προειρημενοις ομοιοτροπως την θρησκειαν ροσαγουσιν αυτω ταυτην, διαμαρτανουσιν.
  3. α γαρ τοις αναισθητοις και κωφοις προσφεροντες οι Ελληνες αφροσυνης δειγμα παρεχουσι, ταυθ ουτοι καθαπερ προσδεομενω τω θεω λογιζομενοι παρεχειν μωριαν εικος μαλλον ηγοιντ αν, ου θεοσεβειαν.
  4. ο γαρ ποιησας τον ουρανον και την γην και παντα τα εν αυτοις και πασιν ημιν χορηγων, ων προσδεομεθα, ουδενος αν αυτος προσδεοιτο τουτων ων τοις οιομενοις διδοναι παρεχει αυτος.
  5. οι δε γε θυσιας αυτω δι αιματος και κνισης και ταυταις ταις τιμαις αυτον γεραιρειν, ουδεν μοι δοκουσι διαφερειν των εις τα κωφα την αυτην ενδεικνυμενων φιλοτιμιαν των μεν μη δυναμενοις της τιμης μεταλαμβανειν, των δε δοκουντων παρεχειν τω μηδενος προσδεομενω.

Chapter 4.

  1. Αλλα μην το γε περι τας βρωσεις αυτων ψοφοδεες και την περι τα σαββατα δεισιδαιμονιαν και την της περιτομης αλαζονειαν και την της νηστειας και νουμηνιας ειρωνειαν, καταγελαστα και ουδενος αξια λογου, ου νομιζω σε χρηζειν παρ εμου μαθειν.
  2. το τε γαρ των υπο του θεου κτισθεντα παραδεχεσθαι, α δ ως αχρηστα και περισσα...
  3. παραιτεισθαι θεου ως κωλυοντος εν τη των σαββατων ημερα καλον τι ποιειν, πως ουκ ασεβες;
  4. το δε και την μειωσιν της σαρκος μαρτυριον εκλογης αλαζονευεσθαι ως δια τουτο εξαιρετως ηγαπημενους υπο θεου, πως ου χλευης αξιον;
  5. το δε παρεδρευοντας αυτους αστροις και σεληνη την παρατηρησιν των μηνων και των ημερων ποιεισθαι και τας οικονομιας θεου και τας των καιρων αλλαγας καταδιαιρειν προς τας αυτων ορμας, ας μεν εις εορτας, ας δε εις πενθη τις αν θεοσεβειας και ουκ αφροσυνης πολυ πλεον ηγησαιτο δειγμα;
  6. της μεν ουν κοινης εικαιοτητος και απατης και της Ιουδαιων πολυπραγμοσυνης και αλαζονειας ως ορθως απεχονται Χριστιανοι, αρκουντως σε νομιζω μεμαθηκεναι το δε της ιδιας αυτων θεοσεβειας μυστηριον μη προσδοκησης δυνασθαι παρα ανθρωπου μαθειν.

Chapter 5.

  1. Χριστιανοι γαρ ουτε γη ουτε φωνη ουτε εθεσι διακεκριμενοι των λοιπων εισιν ανθρωπων.
  2. ουτε γαρ που πολεις ιδιας κατοικουσι ουτε διαλεκτω τινι παρηλλαγμενη χρωνται ουτε βιον παρασημον ακουσιν.
  3. ου μην επινοια τινι και φροντιδι πολυπραγμονων ανθρωπων μαθημα τουτ αυτοις εστιν ευρημενον, ουδε δοματος ανθρωπινου προεστασιν, ωσπερ ενιοι.
  4. κατοικουντες δε πολεις ελληνιδας τε και βαρβαρους, ως εκαστος εκληρωθη, και τοις εγχωριοις εθεσιν ακολουθουντες εν τε εσθητι και διαιτη και τω λοιπω βιω θαυμαστην και ομολογουμενως παραδοξον ενδεικνυνται την καταστασιν της εαυτων πολιτειας.
  5. πατριδας οικουσιν ιδιας, αλλ ως οικουσιν ιδιας, αλλ ως παροικοι μετεχουσι παντων ως πολιται, και πανθ υπομενουσιν ως ξενοι πασα ξενη πατρις εστιν αυτων, και πασα πατρις ξενη.
  6. γαμουσιν ως παντες, τεκνογονουσιν αλλ ου ριπτουσι τα γεννωμενα.
  7. τραπεζαν κοινην παρατιθενται, αλλ ου κοιτην.
  8. εν σαρκι τυγχανουσιν, αλλ ου κατα σαρκα ζωσιν.
  9. επι γης διατριβουσιν, αλλ εν ουρανω πολιτευονται.
  10. πειθονται τοις ωρισμενοις νομοις, και τοις ιδιοις βιοις νικωσι τους νομους.
  11. αγαπωσι παντας, και υπο παντων διωκονται.
  12. αγνοουνται, και τατακρινονται θανατουνται, και ζωοποιουνται.
  13. πτωχευουσι, και πλουτιζουσι πολλους παντων υστερουνται, και εν πασι περισσευουσιν.
  14. ατιμουνται, και εν ταις ατιμιαις δοξαζονται. βλασφημουνται, και δκιαιουνται.
  15. λοιδορουνται, και ευλογουσιν υβριζονται, και τιμωσιν.
  16. αγαθοποιουντες ως κακοι κολαζονται κολαζομενοι χαιρουσιν ως ζωοποιουμενοι.
  17. υπο Ιουδαιων ως αλλοφυλοι πολεμουνται και υπο Ελληνων διωκονται και την αιτιαν της εχθρας ειπειν οι μισουντες ουκ εχουσιν.

Chapter 6.

  1. Απλως δ ειπειν, οπερ εστιν σωματι ψυχη, τουτ εισιν εν κοσμω Χριστιανοι.
  2. εσπαρται κατα παντων των του σωματος μελων η ψυχη, και Χριστιανοι κατα τας του κοσμου πολεις.
  3. οικει μεν εν τω εν τω σωματι ψυχη, ουκ εστι δε εκ του σωματος και Χριστιανοι εν κοσμω οικουσιν, ουκ εισι δε εκ του κοσμου.
  4. αορατος η ψυχη εν ορατω φρουρειται τω κοσμω, αορατος δε αυτων η θεοσεβεια μενει.
  5. μισει την ψυχην η σαρξ και πολεμει μηδεν αδικουμενη, διοτι ταις ηδοναις κωλυεται μισει και Χριστιανους ο κοσμος μηδεν αδικουμενος, οτι ταις ηδοναις αντιτασσονται.
  6. η ψυχη την μισουσαν αγαπα σαρκα και τα μελη και Χριστιανοι τους μισουντας αγαπωσιν.
  7. εγκεκλεισται μεν η ψυχη τω σωματι, συνεχει δε αυτη το σωμα και Χριστιανοι κατεχονται μεν ως εν φρουρα τω κοσμω, αυτοι δε συνεχουσι τον κοσμον.
  8. αθανατος η ψυχη εν θνητω σκηνωματι κατοικει και Χριστιανοι παροικουσιν εν φθαρτοις, την εν ουρανοις αφθαρσιαν προσδεχομενοι.
  9. κακουργουμενη σιτιοις και ποτοις η ψυχη βελτιουται και Χριστιανοι κολαζομενοι καθ ημεραν πλεοναζουσι μαλλον.
  10. εις τοαυτην αυτους ταξιν εθετο ο θεος, ην ου θεμιτον αυτοις παραιτησασθαι.

Chapter 7.

  1. Ου γαρ επιγειον, ως εφην, ευρημα τουτ αυτους παρεδοθη, ουδε θνητην επινοιαν φυλασσειν ουτως αξιουσιν επιμελως, ουδε ανθρωπινων οικονομιαν μυστηριων πεπιστευνται.
  2. αλλ αυτος αληθως ο παντοκρατωρ και παντοκτιστης και αορατος θεος, αυτος απ ουρανων την αληθειαν και τον λογον τον αγιον και απερινοητον ανθρωποις ενιδρυσε και εγκατεστηριξε ταις καρδιαις αυτων ου, καθαπερ αν τις εικασειεν, ανθρωποις υπηρετην τινα πεμψας η αγγελον η αρχοντα η τινα των διεποντων τα επιγεια η τινα των πεπιστευμενων τας εν ουρανοις διοικησεις, αλλ αυτον τον τεχνιτην και δημιουργον των ολων, ω τους ουρανους εκτισεν, ω την θαλασσαν ιδιοις ενεκλεισεν, ου τα μυστηρια πιστως παντα φυλασσει τα στοιχεια, παρ ου τα μετρα των της ημερας δρομων ο ηλιος ειληφε φυλασσειν, ω πειθαρχει τα αστρα τω της σεληνης ακολουθουντα δρομω ω παντα διατετακται και διωρισται και υποτετακται, ουρανοι και τα εν ουρανοις, γη και τα εν τη θαλασσα και τα εν τη θαλασση, πυρ, αηρ, αβυσσος, τα εν υψεσι, τα εν βαθεσι, τα εν τω μεταξυ τουτον προς αυτους απεστειλεν.
  3. ....
  4. αρα γε, ως σωζων επεμψεν, ως πειθων, ου βιαζομενος βια γαρ ου προσεστι τω ως αγαπων, ου κρινων.
  5. ....
  6. πεμψει γαρ αυτον κρινοντα και τις αυτου την παρουσιαν υπουσιαν υποστησεται; ....
  7. ...παραβαλλομενους θηριοις, ινα αρνησωνται τον κυριον, και μη νικωμενους;
  8. ουχ ορας, οσω πλειονες κολαζονται, τοσουτω πλεοναζοντας αλλους;
  9. ταυτα ανθρωπου ου δοκει τα εργα ταυτα δυναμις εστι θεου ταυτα της παρουσιας αυτου δειγματα.

Chapter 8.

  1. Τις γαρ ολως ανθρωπων ηπιστατο, τι ποτ εστι θεος πριν αυτον ελθειν;
  2. η τους κενους και ληρωδεις εκεινων λογους αποδεχη των αξιοπιστων φιλοσοφων, ων οι μεν τινες πυρ εφασαν ειναι τον θεον {ου μελλουσι χωρησειν αυτοι, τουτο καλουσι θεον}, οι δε υδωρ, οι δ αλλο τι των στοιχειων των εκτισμενων υπο θεου;
  3. καιτοι γε, ει τις τουτων των λογων αποδεκτος εστι, δυανιτ αν και των λοιπων κτισματων εν εν εκαστον ομοιως απροφαινεσθαι θεο.
  4. αλλα ταυτα μεν τερατεια και πλανη των γοητων εστιν
  5. ανθρωπων δε ουδεις ουτε ειδεν ουτε εγνωρισεν, αυτος δε εαυτον επεδειξεν.
  6. επεδειξε δε δια πιστεως, η μονη θεον ιδειν συγκεχωρηται.
  7. ο γαρ δεσποτης και δημιουργος των ολων θεος, ο ποιησας τα παντα και κατα ταξιν διακρινας, ου μονον φιλανθρπος εγενετο, αλλα και μακροθυμος.
  8. αλλ ουτος ην μεν αει τοιουτος και εστι, χρηστος και αγαθος και αοργητος και αληθης, και μονος αγαθος εστιν
  9. ....
  10. εννοησας δε μεγαλην και αφραστον εννοιαν ουν κατειχεν εν μυστηριω και διετηρει την σοφην αυτου βουλην, αμελειν ημων κα αφροντιστειν εδοκει
  11. επει δε απεκαλυψε δια του αγαπητου παιδος και εφανερωσε τα εξ αρχης ητοιμασμενα, πανθ αμα παρεσχεν ημιν και μετασχειν των ευεργεσιων αυτου και ιδειν και νοησαι, α τις αν πωποτε προσεδοκησεν ημων;

Chapter 9.

  1. Παντ ουν ηδη παρ εαυτω συν τω παιδι ουκονομηκως, μεχρι μεν του προσθεν χρονου ειασεν ημας, ως εβουλομεθα, ατακτοις φοραις φερεσθαι, ηδοναις και επιθυμιαις απαγομενους. ου παντως εφηδομενος τοις αμαρτημασιν ημων, αλλ ανεχομενος, ουδε τω τοτε της αδικιας καιρω συνευδοκων, αλλα τον νυν της δικαιοσυνης δημιουργων, ινα εν τω τοτε χρονω ελεγχθεντες εκ των ιδιων ερων αναξιοι ζωης νυν υπο της του θεου χρηστοτητος αξιωθωμεν, και το καθ εαυτους φανερωσαντες αδυνατον εισελθειν εις την βασιλειαν του θεου τη δυναμει του θεου δυνατοι γενηθωμεν.
  2. επει δε πεπληρωτο μεν η ημετερα αδιδια και τελειως πεφανερωτο, οτι ο μισθος αυτης κολασις και θανατος προσεδοκατο, ηλθε δε ο καιρος, ον θεος πρεθετο λοιπον φανερωσαι την εαυτου χρηστοτητα και δυναμιν {ω της υπερβαλλουσης φιλανθρωπιας και αγαπης του θεου}, ουκ εμισησεν ημας ουδε απωσατο ουδε εμνησικακησεν, αλλα εμακροθυμησεν, ηνεσχετο, ελεων αυτος τας ημετερας αμαρτιας ανεδεξατο, αυτος τον ιδιον υιον απεδοτο λυτρον υπερ ημων, τον αγιον υπερ ανομων, το ακακον υπερ των κακων, τον δικαιον υπερ των αδικων, τον αφθαρτον υπερ των θνητων.
  3. τι γαρ αλλο τας αμαρτιας ημων ηδυνηθη καλυψαι η εκεινου δικαιοσυνη;
  4. εν τινι δικαιωθηναι δυνατον τους ανομους ημας και ασεβεις η εν μονω τω υιω του θεου;
  5. ω της γλυκειας ανταλλαγης, ω της ανεξιχνιαστου δημιουργιας, ω των απροσδοκητων ευεργεσιων ινα ανομια μεν πολλων εν δικαιω ενι κρυβη, δικαιοσυνη δε ενος πολλους ανομους δικαιωσυνη.
  6. ελεγξας ουν εν μεν τω προσθεν χρονω το αδυνατον της ημετερας φυσεως εις το τυχειν ζωης, νυν δε τον σωτηρα δειξας δυνατον σωζειν και τα αδυνατα, εξ αμφοτερων εβουληθη πιστευειν ημας τη χρηστοτητι αυτου, αυτον ηγεισθαι τροφεα, πατερα, διδασκαλον, συμβουλον, ιατρον, νουν, φως, τιμην, δοξαν, ισχυν, ζωην, περι ενδυσεως και τροφης μη μεριμναν.

Chapter 10.

  1. Ταυτην και συ την πιστιν εαν ποθυσης, και λαβης πρωτον μεν επινωσιν πατρος . . . .
  2. ο γαρ θεος τους ανθρωπους ηγαπησε, δι ους εποιησε τον κοσμον, οις υπεταξε παντα τα εν τη γη, οις λογον εδωκεν, οις νουν, οις μονοις ανω προς αυτον οραν επετρεψεν, ους εκ της ιδιας εικονος επλασε, προς ους απεστειλε τον υιον αυτου τον μονογενη, οις την εν ουρανω βασιλειαν επηγγειλατο, και δωσει τοις αγαπησασιν αυτον.
  3. επιγνους δε τινος οιει πληρωθησεσθαι χαρας; η πως αγαπησεις τον ουτως προαγαπησαντα σε;
  4. αγαπησας δε μιμητης εση αυτου της χρηστοτητος. και μη θαυμασης, ει δυναται θελοντος αυτου.
  5. ου γαρ το καταδυναστευειν των πλησιον ουδε το πλεον εχειν βουλεσθαι των ασθενεστερων ουδε το πλουτειν και βιαζεσθαι τους υποδεεστερους ευδαιμονειν εστιν, ουδε εν τουτοις δυναται τις μιμησασθαι θεον, αλλα ταυτα εκτος της εκεινου μεγαλειοτητος.
  6. αλλ οστις το του πλησιον αναδεχεται βαρος, ος εν ω κρεισσων εστιν ετερον τον ελαττουμενον ευεργετειν εθελει, ος α παρα του θεου λαβων εχει, ταυτα τοις επιδεομενοις χορηγων θεος γινεται των λαμβανοντων, ουτος μιμητης εστι θεου.
  7. τοτε θεαση τυγχανων επι της γης, οτι θεος εν ουρανοις πολιτευεται, τοτε μυστηρια θεου λαλειν αρξη, τοτε τους κολαζομενους επι τω μη θελειν αρνησασθαι θεον και αγαπησεις και θαυμασεις τοτε της απατης του κοσμου και της πλανης καταγνωση, οταν το αληθως εν ουρανω ζην επιγνως, οταν του δοκουντος ενθαδε θανατου καταφρονησης, οταν τον οντως θανατον φοβηθης, ος φυλασσεται τοις κατακριθησομενοις εις το πυρ το αιωνιον, ο τους παραδοθεντας αυτω μεχρι τελους κολασει.
  8. τοτε τους υπομενοντας υπερ δικαιοσυνης θαυμασεις το πυρ το προσκαιρον και μακαρισεις, οταν εκεινο το πυρ επιγνως.

Chapter 11.

  1. Ου ξενα ομιλω ουδε παραλογως ζητω, αλλα αποστολων γενομενος μαθητης γινομαι διδασκαλος εθνων τα παραδοθεντα αξιως υπηρετω γινομενοις αληθειας μαθηταις.
  2. τις γαρ ορθως διδαχθεις και λογω προσφιλης γενηθεις ουκ επιζητει σαφως μαθειν τα δια λογου δειχθεντα φανερως μαθηταις, οις εφανερωσεν ο λογος φανεις, παρρησια λαλων, υπο απιστων μη νοουμενος, μαθηταις δε διηγουμενος, οι πιστοι λογισθεντες υπ αυτου εγνωσαν πατρος μυστηρια;
  3. ου χαριν απεστειλε λογον, ινα κοσμω φανη, ος υπο λαου ατιμασθεις, δια αποστολων κηρυχθεις, υπο εθνων επιστευθη.
  4. ουτος ο απ αρχης, ο καινος φανεις και παλαιος ευρεθεις και παντοτε νεος εν αγιων καρδιαις γεννωμενος.
  5. ουτος ο αει, ο σημερον υιος λογισθεις, δι ου πλουτιζεται η εκκλησια και χαρις απλουμενη εν αγιοις πληθυνεται, παρεχουσα νουν, φανερουσα μυστηρια, διαγγελουσα καιρους, χαιρουσα επι πιστοις, επιζητουσι δωρουμενη, οις ορια πιστεως ου θραυεται ουδε ορια πατερων παροριζεται.
  6. ειτα φοβος νομου αδεται, και προφητων χαρις γινωσκεται, και ευαγγελιων πιστις ιδρυται, και αποστολων παραδοσις φυλασσεται, και εκκλησιας χαρις σκιρτα.
  7. ην χαριν μη λυπων επιγνωση, α λογος ομιλει δι ων βουλεται, οτε θελει.
  8. οσα γαρ θεληματι του κελευοντος λογου εκινηθημεν εξειπειν μετα πονου, εξ αγαπης των αποκαλυφθεντων ημιν γινομεθα υμιν κοινωνοι.

Chapter 12.

  1. Οις εντυχοντες και ακουσαντες μετα σπουδης εισεσθε, οσα παρεχει ο θεος τοις αγαπωσιν ορθως, οι γενομενοι παραδεισος τρυφης, παγκαρπον ξυλον ευθαλουν ανατειλαντες εν εαυτοις, ποικιλοις καρποις κεκοσμημενοι.
  2. εν γαρ τουτω τω χωριω ξυλον γνωσεως και ξυλον ζωης πεφυτευται αλλ ου το της γνωσεως αναιρει, αλλ η παρακοη αναιρει.
  3. ουδε γαρ ασημα τα γεγραμμενα, ως θεος απ αρχης ξυλον γνωσεως και ξυλον ζωης εν μεσω παραδεισου εφυτευσε, δια γνωσεως ζωην επιδιεκνυς η μη καθαρως χρησαμενοι οι απ αρχης πλανη του οφεως γεγυμνωνται.
  4. ουδε γαρ ζωη ανευ γνωσεως ουδε γνωσις ασφαλης ανευ ζωης αληθους διο πλησιον εκατερον πεφυτευται.
  5. ην δυναμιν ενιδων ο αποστολος την τε ανευ αληθειας προσταγματος εις ζωην ασκουμενην γνωσιν μεμφομενος λεγει Η γνωσις φυσιοι, η δε αγαπη οικοδομει.
  6. ο γαρ νομιζων ειδεναι τι ανευ γνωσεως αληθους και μαρτυρουμενης υπο της ζωης ουκ εγνω, υπο του οφεως πλαναται, μη αγαπησας το ζην. ο δε μετα φοβου επιγνους και ζωην επιζητων επ ελπιδι φυτευει, καρπον προσδοκων.
  7. ητω σοι καρδια γνωσις, ζωη δε λογος αληθης, χωρουμενος.
  8. ου ξυλον φερων και καρπον αιρων τρυγησεις αει τα παρα θεω ποθουμενα, ων οφις ουχ απτεται ουδε πλανη συγχρωτιζεται
  9. και σωτηριον δεικνυται, και αποστολοι συνετιζονται, και το κυριου πασχα προερχεται, και καιροι συναγονται και μετα κοσμου αρμοζονται, και διδασων αγιους ο λογος ευφαινεται, δι ου πατηρ δοξαζεται ω η δοξα εις τους αιωνας.
  10. Αμην.