Epistle 2 (or sermon) of Clement.

Chapters 11-20.


Chapter 11.

  1. Ημεις ουν εν καθαρα καρδια δουλευσωμεν τω θεω, και εσομεθα δικαιοι εαν δε μη δουλευσωμεν δια το μη πιστευειν ημας τη επαγγελια του θεου, ταλαιπωροι εσομεθα.
  2. λεγει γαρ και ο προφητικος λογος Ταλαιπωροι εισιν οι διψυχοι, οι δισταζοντες τη καρδια, οι λεγοντες Ταυτα παλαι ηκουσαμεν και επι των πατερων ημων, ημεις δε ημεραν εξ ημερας προσδεχομενοι ουδεν τουτων εωρακαμεν.
  3. ανοητοι, συμβαλετε εαυτους ξυλω λαβετε αμπελον πρωτον μεν φυλλοροει, ειτα βλαστος γινεται, μετα ταυτα ομφαξ, ειτα σταφυλη παρεστηκυια.
  4. ουτως και ο λαος μου ακαταστασιας και θλιψεις εσχεν επειτα αποληψεται τα αγαθα.
  5. ωστε, αδελφοι μου, μη διψυχωμεν, αλλα ελπισαντες υπομεινωμεν, ινα και τον μισθον κομισωμεθα.
  6. πιστος γαρ εστιν ο επαγγειλαμενος τας αντιμισθιας αποδιδοναι εκαστω των εργων αυτου.
  7. εαν ουν ποιησωμεν την δικαιοσυνην εναντιον του θεου, εισηξομεν εις την βασιλειαν αυτου και ληψομεθα τας επαγγελιας, ας ους ουκ ηκουσεν ουδε οφθαλμος ειδεν, ουδε επι καρδιαν ανθρωπου ανεβη.

Chapter 12.

  1. Εκδεχομεθα ουν καθ ωραν την βασιλειαν του θεου εν αγαπη και δικαιοσυνη, επειδη ουκ οιδαμεν την ημεραν της επιφανειας του θεου.
  2. επερωτηθεις γαρ αυτος ο κυριος υπο τινος, ποτε ηξει αυτου η βασιλεια, ειπεν Οταν εσται τα δυο εν, και το εξω ως το εσω, και το αρσεν μετα της θηλειας ουτε αρσεν ουτε θηλυ.
  3. τα δυο δε εν εστιν, οταν λαλωμεν εαυτοις αληθειαν και εν δυσι σωμασιν ανυποκριτως ειη μια ψυχη,
  4. και το εξω ως το εσω, τουτο λεγει την ψυχην λεγει το εσω, το δε εξω το σωμα λεγει ον τροπον ουν σου το σωμα φαινεται, ουτως και η ψυχη σου δηλος εστω εν τοις καλοις εργοις.
  5. και το αρσεν μετα της θηλειας, ουτε αρσεν ουτε θηλυ, ταυτο λεγει ινα αδελφος ιδων αδελφην ουδεν φρονη περι αυτης θηλυκον, μηδ φρονη τι περι αυτου αρσενικον.
  6. ταυτα υμων ποιουτων, φησιν, ελευσεται η βασιλεια του πατρος μου.

Chapter 13.

  1. Αδελφοι ουν, ηδη ποτε μετανησωμεν, νηψωμεν επι το αγαθον μεστοι γαρ εσμεν πολλης ανοιας καιπονηριας. εξαλειψωμεν αφ ημων τα προτερα αμαρτηματα και μετανοησαντες εκ ψυχης σωθωμεν, και μη γινωμεθα ανθρωπαρεσκοι μηδε θελωμεν μονον εαυτοις αρεσκειν, αλλα και τοις εξω ανθρωποις επι τη δικαιοσυνη, ινα το ονομα δι ημας μη βλασφημηται.
  2. λεγει γαρ ο κυριος Δια παντος το ονομα μου βλασφημειται εν πασιν τοις εθνεσιν, και παλιν Ουαι δι ον βλασφημειται το ονομα μου. εν τινι βλασφημειται; εν τω μη ποιειν υμας α βουλομαι.
  3. τα εθνη γαρ ακουοντα εκ του στοματος ημων τα λογια του θεου ως καλα και μεγαλα θαυμαζει επειτα καταματων ων λεγομεν, ενθεν εις βλασφημιαν τρεπονται, λεγοντες ειναι μυθον τινα και πλανην.
  4. οταν αλλα χαρις υμιν, ει αγαπατε τους εχθρους και τους μισουντας υμας ταυτα οταν ακουσωσιν, θαυμαζουσιν την υπερβολην της αγαθοτητος οταν δε ιδωσιν, οτι ου μονον τους μισουντας ουκ αγαπωμεν, αλλ οτι ουδε τους αγαπωντας, καταγελωσιν ημων, και βλασφημειται το ονομα.

Chapter 14.

  1. Ωστε, αδελφοι, ποιουντες το θελημα του πατρος ημων θεου εσομεθα εκ της εκκλησιας της πρωτης, της πνευματικης, της προ ηλιου και σεληνης εκτισμενης. εαν δε μη ποιησωμεν το θελημα κυριου, εσομεθα εκ της γραφης της λεγουσης Εγενηθη ο οικος μου σπηλαιον ληστων. ωστε ουν αιρετισωμεθα απο της εκκλησιας της ζωης ειναι, ινα σωθωμεν.
  2. ουκ οιομαι δε υμας αγνοειν, οτι εκκλησια ζωσα σωμα εστιν Χριστου λεγει γαρ η γραφη Εποιησεν ο θεος τον ανθρωπον αρσεν και θηλυ το αρσεν εστιν ο Χριστος, το θηλυ η εκκλησια και ετι τα βιβλια και οι αποστολοι την εκκλησιαν ου νυν εινι λεγουσιν αλλα ανωθεν. ην γαρ πνευματικη, ως και ο Ιησους ημων, εφανερωθη δε επ εσχατων των ημερων, ινα ημας σωση.
  3. η εκκλησια δε πνευματικη ουσα εφανερωθη εν τη σαρκι Χριστου, δηλουσα ημιν φθειρη, αποληψεται αυτην εν τω πνευματι τω αγιω η γαρ σαρξ αυτη αντιτυπος εστιν του πνευματος ουδεις ουν το αντιτυπον φθειρας το αυθεντικον μεταληψεται. αρα ουν τουτο λεγει, αδελφοι τηρησατε την σαρκα, ινα του πνευματος μεταλαβητε.
  4. ει δε λεγομεν ειναι την σαρκα την εκκλησιαν και το πνευμα Χριστον, αρα ουν ο υβρισας την σαρκα υβρισεν την εκκλησιαν. ο τοιουτος ουν ου μεταληψεται του πνευματος, ο εστιν ο Χριστος.
  5. τοσαυτην δυναται η σαρξ αυτη μεταλαβειν ζωην και αφθαριαν κολληθεντος αυτη του πνευματος του αγιου, ουτε, εξειπειν τις δυναται ουτε λαλησαι α ητοιμασεν ο κυριος τοις εκλεκτοις αυτου.

Chapter 15.

  1. Ουκ οιομαι δε, οτι μικραν συμβουλιαν εποιησαμην περι εγκρατειας, ην ποιησας τις ου μετανοησει, αλλα και εαυτον σωσει καμε τον συμβουλευσαντα. μισθος γαρ ουκ εστιν μικρος πλανωμενην ψυχην και απολλυμενην αποστρεψαι εις το σωθηναι.
  2. ταυτην γαρ εχομεν την αντιμισθιαν αποδουναι τω θεω τω κτισαντι ημας, εαν ο λεγων και ακουων μετα πιστεως και αγαπης και λεγη και ακουη.
  3. εμμεινωμεν ουν εφ οις επιστευσαμεν δικαιοι και οσιοι, ινα μετα παρρησιας αιτωμεν τον θεον τον λεγοντα Ετι λαλουντος σου ερω ιδου παρειμι.
  4. τουτο γαρ το ρημα μεγαλης εστιν επαγγελιας σημειον ετοιμοτερον γαρ εαυτον λεγει ο κυριος εις το διδοναι του αιτουντος.
  5. τοσαυτης ουν χρηστοτητος μεταλαμβανοντες μη φθονησωμεν εαυτοις τυχειν τοσουτων αγαθων. οσην γαρ ηδονην εχει τα ρηματα ταυτα τοις ποιησασιν αυτα, τοσαυτην κατακρισιν εχει τοις παρακουσασιν.

Chapter 16.

  1. Ωστε, αδελφοι, αφορμην λαβοντες ου μιδραν εις το μεταμοησαι, καιρον εχοντες επιστρεψωμεν επι τον καλεσαι ημας θεον, εως ετι εχομεν τον παραδεχομενον ημας.
  2. εαν γαρ ταις ηδυπαθειαις ταυταις αποταξωμεθα και την ψυχην ημων νικησωμεν εν τω μη ποιειν τας επιθυμιας αυτης τας πονηρας, μεταληψομεθα του ελεους Ιησου.
  3. γινωσκετε δε, οτι ερχεται ηδη η ημερα της κρισεως ως κλιβανος καιομενος, και τακησονται τινες των ουρανων και πασα η γη ως μολιβος επι πυρι τηκομενος και τοτε φανησεται τα κρυφια και φανερα εργα των ανθρωπων.
  4. καλον ουν ελεημοσυνη ως μετανοια αμαρτιας κρεισσων νηστεια προσευχης, ελεημοσυνη δε αμφοτερων αγαπη δε καλυπτει πληθος αμαρτιων, προσευχη δε εκ καλης συνειδησεως εκ θανατου ρυεται. μακαριος πας ο ευρεθεις εν τουτοις πληρης ελεημοσυνη γαρ κουφισμα αμαρτιας γινεται.

Chapter 17.

  1. Μετανοησωμεν ουν εξ ολης καρδιας, ινα μη τις ημων παραποληται. ει γαρ εντολας εχομεν, ινα και τουτο πρασσωμεν, απο των ειδωλων αποσπαν και κατηχειν, ποσω μαλλον ψυχην ηδη γινωσκουσαν τον θεον ου δει απολλυσθαι;
  2. συλλαβωμεν ουν εαυτοις και τους ασθενουντας αναγειν περι το αγαθον, οπως σωθωμεν απαντες και επιστρεψωμεν αλληλους και νουθετησωμεν.
  3. και μη μονον αρτι δοκωμεν πιστευειν και προσεχειν εν τω νουθετεισθαι ημας υπο των πρεσβυτερων, αλλα και οταν εις οικον απαλλαγωμεν, μνημονηευωμεν των του κυριου ενταλματων και μη αντιπαρελκωμεθα απο των κοσμικων επιθυμιων, αλλα πυκνοτερον προσερχομενοι πειρωμεθα προκοπτειν εν ταις εντολαις του κυριου, ιναπαντες το αυτο φρονουντες συνηγμενοι ωμεν επι την ζωην
  4. ειπεν γαρ ο κυριος Ερχομαι συναγαγειν παντα τα εθνη, φυλας και γλωσσας τουτο δε λεγει την ημεραν της επιφανειας αυτου, οτε ελθων λυτρωσεται ημας, εκαστον κατα τα εργα αυτου.
  5. και οψονται την δοξαν αυτου και το κρατος οι απιστοι, και ξενισθησονται ιδοντες το βασιλειον του κοσμου εν τω Ιησου, λεγοντες Ουαι ημιν, οτι συ ης, και ουκ ηδειμεν και ουκ επιστευομεν και ουκ επειθομεθα τοις πρεσβυτεροις τοις αναγγελλουσιν ημιν περι της σωτηριας ημων. και ο σκωληξ αυτων ου τελευτησει και το πυρ αυτων ου σβεσθησεται, και εσονται εις ορασιν παση σαρκι.
  6. την ημεραν εκεινην λεγει της κρισεως, οταν οψονται τους εν ημιν ασεβησαντας και παραλογισαμενους τας εντολας Ιησου Χριστου.
  7. οι δε δικαιοι ευπραγησαντες και υπομειναντες τας βασανους και μισησαντες τας υδυπαθειας της ψυχης, οταν θεασωνται τους αστοχησαντας και αρνησαμενους δια των λογων η δια των εργων τον Ιησουν, οπως κολαζονται δειναις βασανοις πυρι ασβεστω εσονται δοξαν διδοντες τω θεω αυτων λεγοντες, οτι εσται ελπις τω δεδουλευκοτι θεω εξ ολης καρδιας.

Chapter 18.

  1. Και ημεις ουν γενωμεθα εκ των ευχαρετουντων, δεδουλευκοτων τω θεω, και μη εκ των κρινομενων ασεβων.
  2. και γαρ αυτος πανθαμαρτωλος ων και μηπω φυγων τον πειρασμον, αλλ ετι ων εν μεσοις τοις οργανοις του διαβολου σπουδαζω την δικαιοωυνην διωκειν, οπως ισχυσω καν εγγυς αυτης γενεσθαι, φοβουμενος την κρισιν την μελλουσαν.

Chapter 19.

  1. Ωστε, αδελφοι και αδελφαι, μετα τον θεον της αληθειας αναγινωσκω υμιν εντευξιν εις το προσεχειν τοις γεγραμμενοις, ινα και εαυτους σωσητε και τον αναγινωσκοντα εν υμιν. μισθον γαρ αιτω υμας το μετανοησαι εξ ολης καρδιας, σωτηριαν εαυτοις και ζωην διδοντας. τουτο γαρ ποιησαντες σκοπον πασιν τοις νεοις θησομεν, τοις βουλομενοις περι την ευσεβειαν και την χρηστοτητα του θεου φιλοπονειν.
  2. και μη αηδως εχωμεν και αγανακτωμεν οι ασοφοι, οταν τις ημας νουθετη και επιστρεφη απο της αδικιας εις την δικαιοσυνην. ενιοτε γαρ πονηρα πρασσοντες ου γινωσκομεν δια την διψυχιαν και απιστιαν την ενουσαν εν τοις στηθεσιν ημων, και εσκοτισμεθα την διανοιαν υπο των επιθυμιων των ματαιων.
  3. πραξωμεν ουν την δικαιοφυνην, ινα εις τελος σωθωμεν. μακαριοι οι τουτοις υπακουοντες τοις προσταγμασιν καν ολιγον χρονον κακοπαθησωσιν εν τω κοσμω τουτω, τον αθανατον της αναστασεως καρπον τρυγησουσιν.
  4. μη ουν λυπεισθω ο ευσεβης, εαν επι τοις νυν χρονος εκεινος ανω μετα των πατερων αναβιωσας ευφρανθησεται εις τον αλυπητον αιωνα.

Chapter 20.

  1. Αλλα μηδε εκεινο την διανοιαν υμων ταρασσετω, οτι βλεπομεν τους αδικους πλουτουντας και στενοχωρουμενους τους του θεου δουλους.
  2. πιστευωμεν ουν, αδελφοι και αδελφαι θεου ζωντος πειραν αθλουμεν και γυμναζομεθα τω νυν βιω, ινα τω μελλοντι στεφανωθωμεν.
  3. ουδεις των δικαιων ταχυν καρπον ελαβεν, αλλ εκδεχεται αυτον.
  4. ει γαρ τον μισθον των δικαιων ο θεος συντομως απεδιδου, ευθεως εμποριαν ησκουμεν και ου θεοσεβειαν εδοκουμεν γαρ ειναι δικαιοι, ου το ευσεβες, αλλα το κερδαλεον διωκοντες. και δια τουτο θεια κρισις εβλαψεν πνευμα μη ον δικαιον, και εβαρυνεν δεσμοις.
  5. Τω μονω θεω αορατω, πατρι της αληθειας, τω εξαποστειλαντι ημιν τον σωτηρα και αρχηγον της αφθαρσιας, δι ου και εφανερωσεν ημιν την αληθειαν και την επουρανιον ζωην, αυτω η δοξα εις τους αιωνας των αιωνων.

Αμην.