Epistle 2 (or sermon) of Clement.

Chapters 1-10.


Chapter 1.

  1. Αδελφοι, ουτως δει ημας φρονειν περι Ιησου Χριστου, ως περι θεου, ως περι κριτου ζωντων και νεκρων και ου δει ημας μικρα φρονειν περι της σωτηριας ημων.
  2. εν τω γαρ φρονειν ημας μικρα περι αυτου, μικρα και ελπιζομεν λαβειν και οι ακουοντες ως περι μικρων αμαρτανουσιν, και ημεις αμαρτανομεν ουκ ειδοτες, ποθεν εκληθημεν και υπο τινος και ει ον τοπον, και οσα υπεμεινεν Ιησους Χριστος παθειν ενεκα ημων.
  3. τινα ουν ημεις αυτω δωσομεν αντιμισθιαν, η τινα καρπον αξιον ου ημιν αυτος εδωκεν; ποσα δε αυτω οφειλομεν οσια;
  4. το φως γαρ ημιν εχαρισατο, ως πατηρ υιους ημας προσηγορρευσεν, απολλυμενους ημας εσωσεν.
  5. ποιον ουν αινον αυτω δωσομεν η μισθον αντιμισθιας ων ελαβομεν;
  6. πηροι οντες τη διανοια, προσκυνουντες λιθους και ξυλα και χρυσον και αργυρον και χαλκον, εργα ανθρωπων και ο βιος ημων ολος αλλο ουδεν ην ει μη θανατος. αμαυρωσιν ουν περικειμενοι και τοιαυτης αχλυος γεμοντες εν τη ορασει, ανεβλεψαμεν αποθεμενοι εκεινο ο περικειμεθα νεφος τη αυτου θελησει.
  7. ηλεησεν γαρ ημας και σπλαγχνισθεις εσωσεν, θεασαμενος εν ημιν πολλην πλανην και απωλειαν, και μηδεμιαν ελπιδα εχοντας σωτηριας, ει μη την παρ αυτου.
  8. εκαλεσεν γαρ ημας ουκ οντας και ηθελησεν εκ μη οντος ειναι ημας.

Chapter 2.

  1. Ευφρανθητι, στειρα η ου τικτουσα, ρηξον και βοησον, η ουκ ωδινουσα, οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα. ο ειπεν Ευφρανθητι, στειρα η ου τικτουσα, ημας ειπεν στειρα γαρ ην η εκκλησια ημων προ του δοθηναι αυτη τεκνα.
  2. ο δε ειπεν Βοησον, η ουκ ωδινουσα, τουτο λεγει τας προσευχας ημων απλως αναφερειν προς τον θεον, μη ως αι ωδινουσαι εγκακωμεν,
  3. ο δε ειπεν Οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα επει ερημος εδοκει ειναι απο του θεου ο λαος ημων, νυνι δε πιστευσαντες πλειονες εγενομεθα των δοκουντων εχειν θεον.
  4. και ετερα δε γραφη λεγει, οτι ουκ ηλθον καλεσαι δικαιους, αλλα αμαρτωλους
  5. τουτο λεγει, οτι δει τους απολλυμενους σωζειν.
  6. εκεινο γαρ εστιν μεγα και θαυμαστον ου τα εστωτα στηριζειν, αλλα τα πιπτοντα.
  7. ουτως και ο Χριστος ηθελησεν σωσαι τα απολλυμενα, και εσωσεν πολλους ελθων και καλεσας ημας ηδη απολλυμενους.

Chapter 3.

  1. Τοσουτον ουν ελεος ποιησαντος αυτου εις ημας, πρωτον μεν, οτι ημεις οι ζωντες τοις νεκροις θεοις ου θυομεν και ου προσκυνουμεν αυτοις, αλλα εγνωμεν δι αυτου τον πατερα της αληθειας, τις η γνωσις η προς αυτον, η το μη αρνεισθαι δι ου εγνωμεν αυτον;
  2. λεγει δε και αυτος· Τον ομολογησαντα με ενωπιον των ανθρωπων, ομολογησω αυτον ενωπιον του πατρος μου.
  3. ουτος ουν εστιν ο μισθος ημων, εαν ουν ομολογησωμεν δι ου εσωθημεν.
  4. εν τινι δε αυτον ομολογουμεν; εν τω ποιειν α λεγει και μη παρακουειν αυτου των εντολων, και μη μονον χειλεσιν αυτον τιμαν αλλα εξ ολης καρδιας και εξ ολης της διανοιας.
  5. λεγει δε και εν τω Ησαια· Ο λαος ουτος τοις χειλεσιν με τιμα, η δε καρδια αυτων πορρω απεστιν απ εμου.

Chapter 4.

  1. Μη μονον ουν αυτον καλωμεν κυριον, ου γαρ τουτο σωσει ημας.
  2. λεγει γαρ· Ου πας ο λεγων μοι· Κυριε, κυριε, σωθησεται, αλλ ο ποιων την δικαιοσυνην.
  3. ωστε ουν, αδελφοι, εν τοις εργοις αυτον ομολογωμεν, εν τω αγαπαν εαυτους, εν τω μη μοιχασθαι μηδε καταλαλειν αλληλων μηδε ζηλουν, αλλ εγκρατεις ειναι, ελεημονας, αγαθους· και συμπασχειν αλληλοις οφειλομεν, και μη φιλαργυρειν. εν τουτοις τοις εργοις ομολογωμεν αυτον και μη εν τοις εναντιοις.
  4. και ου δει ημας φοβεισθαι τους ανθρωπους μαλλον αλλα τον θεον.
  5. δια τουτο, ταυτα υμων πρασσοντων, ειπεν ο κυριος· Εαν ητε μετ εμου συνηγμενοι εν τω κολπω μου και μη ποιητε τας εντολας μου, αποβαλω υμας και ερω υμιν· Υπαγετε απ εμου, ουκ οιδα υμας ποθεν εστε, εργαται ανομιας.

Chapter 5.

  1. Οθεν, αδελφοι, καταλειψαντες την παροικιαν του κοσμου τουτου ποιησωμεν το θελημα του καλεσαντος ημας, και μη φοβηθωμεν εξελθειν εκ του κοσμου τουτου.
  2. λεγει γαρ ο κυριος· Εσεσθε ως αρνια εν μεσω λυκων.
  3. αποκριθεις δε ο Πετρος αυτω λεγει· Εαν ουν διασπαραξωσιν οι λυκοι τα αρνια;
  4. ειπεν ο Ιησους τω Πετρω· Μη φοβεισθωσαν τα αρνια τους λυκους μετα το αποθανειν αυτα· και υμεις μη φοβεισθε τους αποκτεννοντας υμας και μηδεν υμιν δυναμενους ποιειν, αλλα φοβεισθε τον μετα το αποθανειν υμας εχοντα εξουσιαν ψυχης και σωματος του βαλειν εις γεενναν πυρος.
  5. και γινωσκετε, αδελφοι, οτι η επιδημια η εν τω κοσμω τουτω της σαρκος ταυτης μικρα εστιν και ολιγοχρονιος, η δε επαγγελια του Χριστου μεγαλη και θαυμαστη εστιν· και αναπαυσις της μελλουσης βασιλειας και ζωης αιωνιου.
  6. τι ουν εστιν ποιησαντας επιτυχειν αυτων, ει μη το οσιως και δικαιως αναστρεφεσθαι και τα κοσμικα ταυτα ως αλλοτρια ηγεισθαι και μη επιθυμειν αυτων;
  7. εν γαρ τω επιθυμειν ημας κτησασθαι ταυτα αποπιπτομεν της οδου της δικαιας.

Chapter 6.

  1. Λεγει δε ο κυριος· Ουδεις οικετης δυναται δυσι κυριοις δουλευειν. εαν ημεις θελωμεν και θεω δουλευειν και μαμωνα, ασυμφορον ημιν εστιν.
  2. τι γαρ το οφελος, εαν τις τον κοσμον ολον κερδηση την δε ψυχην ζημιωθη;
  3. εστιν δε ουτος ο αιων και ο μελλων δυο εχθροι.
  4. ουτος λεγει μοιχειαν και φθοραν και φιλαργυριαν και απατην, εκεινος δε τουτοις αποτασσεται.
  5. ου δυναμεθα ουν των δυο φιλοι ειναι· δει δε ημας τουτω αποταξαμενους εκεινω χρασθαι.
  6. οιομεθα οτι βελτιον εστιν τα ενθαδε μισησαι, οτι μικρα και ολιγοχρονια και φθαρτα, εκεινα δε αγαπησαι, τα αγαθα τα αφθαρτα.
  7. ποιουντες γαρ το θελημα του Χριστου ευρησομεν αναπαυσιν· ει δε μηγε, ουδεν ημας ρυσεται εκ της αιωνιου κολασεως, εαν παρακουσωμεν των εντολων αυτου.
  8. λεγει δε και η γραφη εν τω Ιεζεκιηλ οτι, Εαν αναστη Νωε και Ιωβ και Δανιηλ, ου ρυσονται τα τεκνα αυτων εν τη αιχμαλωσια.
  9. ει δε και οι τοιουτοι δικαιοι ου δυνανται ταις εαυτων δικαιοσυναις ρυσασθαι τα τεκνα αυτων, ημεις, εαν μη τηρησωμεν το βαπτισμα αγνον και αμιαντον, ποια πεποιθησει εισελευσομεθα εις μη ευρεθωμεν εργα εχοντες οσια και δικαια;

Chapter 7.

  1. Ωστε ουν, αδελφοι μου, αγωνισωμεθα, ειδοτες οτι εν χερσιν ο αγων, και οτι εις τους φθαρτους αγωνας καταπλεουσιν πολλοι, αλλ ου παντες στεφανουνται, ει μη οι πολλα κοπιασαντες και καλως αγωνισαμενοι.
  2. ημεις ουν αγωνισωμεθα, ινα παντες στεφανωθωμεν.
  3. ωστε θεωμεν την οδον την ευθειαν, αγωνα τον αφθαρτον, κα πολλοι εις αυτον καταπλευσωμεν και αγωνισωμεθα, ινα και στεφανωθωμεν· και ει μη δυναμεθα παντες στεφανωθηναι, καν εγγυς του στεφανου γενωμεθα.
  4. ειδεναι ημας δει, οτι ο τον φθαρτον αγωνα αγωνιζομενος, εαν ευρεθη φθειρων, μαστιγωθεις αιρεται και εξω βαλλεται του σταδιου.
  5. τι δοκειτε; ο τον της αφθαρσιας αγωνα φθειρας, τι παθειται;
  6. των γαρ μη τηρησαντων, φησιν, την σφραγιδα· Ο σκωληξ αυτων ου τελευτησει και το πυρ αυτων ου σβεσθησεται, και εσονται εις ορασιν παση σαρκι.

Chapter 8.

  1. Ως ουν εσμεν επι γης, μετανοησωμεν.
  2. πηλος γαρ εσμεν εις την χειρα του τεχνιτου. ον τροπον γαρ ο κεραμευς, εαν ποιη σκευος και εν ταις χερσιν αυτου διαστραφη η συντριβη, παλιν αυτο αναπλασσει· εαν δε προφθαση εις την καμινον του πυρος αυτο βαλειν, ουκετι βοηθησει αυτω. ουτως και ημεις· εως εσμεν εν τουτω τω κοσμω, εν τη σαρκι α επραξαμεν πονηρα μετανοησωμεν εξ ολης της καρδιας, ινα σωθωμεν υπο του κυριου εως εχομεν καιρον μετανοιας.
  3. μετα γαρ το εξελθειν ημας εκ του κοσμου, ουκετι δυναμεθα εκει εξομολογησασθαι η μετανοειν ετι.
  4. ωστε, αδελφοι, ποιησαντες το θελημα του πατρος και την σαρκα αγνην τηρησαντες και τας εντολας του κυριου φυλαξαντες ληψομεθα ζωην αιωνιον.
  5. λεγει γαρ ο κυριος εν τω ευαγγελιω· Ει το μικρον ουκ ετηρησατε, το μεγα τις υμιν δωσει; λεγω γαρ υμιν οτι ο πιστος εν ελαχιστω και εν πολλω πιστος εστιν.
  6. αρα ουν τουτο λεγει· τηρησατε την σαρκα αγνην και την σφραγιδα ασπιλον, ινα την ζωην απολαβωμεν.

Chapter 9.

  1. Και μη λεγετω τις υμων οτι αυτη η σαρξ ου κρινεται ουδε ανισταται.
  2. γνωτε· εν τινι εσωθητε, εν τινι ανεβλεψατε, ει μη εν τη σαρκι ταυτη οντες;
  3. δει ουν ημας ως ναον θεου φυλασσειν την σαρκα.
  4. ον τροπον γαρ εν τη σαρκι εκληθητε, και εν τη σαρκι ελευσεσθε.
  5. ει Χριστος, ο κυριος ο σωσας ημας, ων μεν το πρωτον πνευμα, εγενετο σαρξ και ουτως ημας εκαλεσεν, ουτως και ημεις εν ταυτη τη σαρκι αποληψομεθα τον μισθον.
  6. αγαπωμεν ουν αλληλους, οπως ελθωμεν παντες εις την βασιλειαν του θεου.
  7. ως εχομεν καιρον του ιαθηναι, επιδωμεν εαυτους τω θεραπευοντι θεω, αντιμισθιαν αυτω διδοντες.
  8. ποιαν; το μετανοησαι εξ ειλικρινους καρδιας.
  9. προγνωστης γαρ εστιν των παντων και ειδως ημων τα εν καρδια.
  10. δωμεν ουν αυτω αινον αιωνιον, μη απο στοματος μονον αλλα και απο καρδιας, ινα ημας προσδεξηται ως υιους.
  11. και γαρ ειπεν ο κυριος· Αδελφοι μου ουτοι εισιν οι ποιουντες το θελημα του πατρος μου.

Chapter 10.

  1. Ωστε, αδελφοι μου, ποιησωμεν το θελημα του πατρος του καλεσαντος ημας, ινα ζησωμεν, και διωξωμεν μαλλον την αρετην· την δε κακιαν καταλειψωμεν ως προοδοιπορον των αμαρτιων ημων, και φυγωμεν την ασεβειαν, μη ημας καταλαβη κακα.
  2. εαν γαρ σπουδασωμεν αγαθοποιειν, διωξεται ημας ειρηνη.
  3. δια ταυτην γαρ την αιτιαν ουκ εστιν ευρειν {ειρηνην} ανθρωπον, οιτινες παραγουσι φοβους ανθρωπινους, προηρημενοι μαλλον την ενθαδε απολαυσιν η την μελλουσαν επαγγελιαν.
  4. αγνοουσιν γαρ ηλικην εχει η μελλουσα επαγγελια.
  5. και ει μεν αυτοι μονοι ταυτα επρασσον, ανεκτον ην· νυν δε επιμενουσιν κακοδιδασκαλουντες τας αναιτιους ψυχας, ουκ ειδοτες οτι δισσην εξουσιν την κρισιν, αυτοι τε και οι ακουοντες αυτων.