Epistle (1) of Clement.

Chapters 49-65.


Chapter 49.

  1. Ο εξων αγαπην εν Χριστω ποιησατω τα του Χριστου παραγγελματα.
  2. τον δεσμον της αγαπης του θεου τις δυναται εξηγησασθαι;
  3. το μεγαλειον της καλλονης αυτου τις αρκετος εξειπειν;
  4. το υψος εις ο αναγει η αγαπη ανεκδιηγητον εστιν.
  5. αγαπη κολλα ημας τω θεω· αγαπη καλυπτει πληθος αμαρτιων· αγαπη παντα ανεχεται, παντα μακροθυμει· ουδεν βαναυσον εν αγαπη, ουδεν υπερηφανον· αγαπη σχισμα ουκ εχει, αγαπη ου στασιαζει, αγαπη παντα ποιει εν ομονοια· εν τη αγαπη ετελειωθησαν παντες οι εκλεκτοι του θεου· διχα αγαπης ουδεν ευαρεστον εστιν τω θεω·
  6. εν αγαπη προσελαβετο ημας ο δεσποτης· δια την αγαπην, ην εσχεν προς ημας, το αιμα αυτου εδωκεν υπερ ημων Ιησους Χριστος ο κυριος ημων εν θεληματι θεου, και την σαρκα υπερ της σαρκος ημων και την ψυχην υπερ των ψυχων ημων.

Chapter 50.

  1. Ορατε, αγαπητοι, πως μεγα και θαυμαστον εστιν η αγαπη, και της τελειοτητος αυτης ουκ εστιν εχηγησις·
  2. τις ικανος εν αυτη ευρεθηναι, ει μη ους αν καταξιωση ο θεος δεωμεθα ουν και αιτωμεθα απο του ελεος αυτου, ινα εν αγαπη ευρεθωμεν διχα προσκλισεως ανθρωπινης αμωμοι.
  3. Αι γενεαι πασαι απο Αδαμ εως τησδε [της] ημερας παρηλθον, αλλ οι εν αγαπη τελειωθεντες κατα την του θεουχαριν εχουσιν χωρον ευσεβων· οι φανερωθησονται εν τη επισκοπη της βασιλειας του θεου.
  4. γεγραπται γαρ· Εισελθετε εις τα ταμεια μικρον οσον οσον, εως ου παρελθη η ργη και ο θυμος μου, και μνησθησομαι ημερας αγαθης και αναστησω υμας εκ των θηκων υμων.
  5. Μακαριοι ημεν, αγαπητοι, ει τα προσταγματα του θεου εποιουμεν εν ομονοια αγαπης, εις το αφεθηναι ημιν δι αγαπης τας αμαρτιας.
  6. γεγραπται γαρ· Μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι· μακαριος ανηρ ου ου μη λογισηται κυριος αμαρτιαν, ουδε εστιν εν τω στοματι αυτου δολος
  7. Ουτος ο μακαρισμος εγενετο επι τους εκλελεγμενους υπο του θεου δια Ιησου Χριστου του κυριου ημων, ω η δοξα εις τους αιωνας των αιωνων. αμην.

Chapter 51.

  1. Οσα ουν παρεπεσαμεν και εποιησαμεν δια τινος των του ατικειμενου, αξιωσωμεν αφεθηναι ημιν· και εκεινοιδε οιτινες αρχηγοι στασεως και διχοστασιας εγενηθησαν, οφειλουσιν το κοινον της ελπιδος σκοπειν.
  2. οι γαρ μετα φοβου και αγαπης πολιτευομενοι εαυτους θελουσιν μαλλον αικιαις περιπιπτειν η τους πλησιον, μαλλον δε εαυτων καταγνωσιν φερουσιν η της παραδεδονενης ημιν καλως και δικαιως ομοφωνιας.
  3. καλον γαρ ανθρωπω εξομολογεισθαι περι των παραπτωματων η σκληρυναι την καρδιαν αυτου, καθως εσκληρυνθη η καρδια των στασιαζοντων προς τον θεραποντα του θεου Μωυσην· ων το κριμα προδηλον εγενηθη.
  4. κατεβησαν γαρ εις αδου ζωντες, και θανατος ποιμανει αυτους.
  5. Φαραω και η στρατια αυτου και παντες οι ηγουμενοι Αιγυπτου, τα τε αρματα και οι αναβαται αυτων, ου δι αλλην τινα αιτιαν εβυθισθησαν εις θαλασσαν ερυθραν και απωλοντο, αλλα δια το σκληρυνθηναι αυτων τας ασυνετους καρδιας μετα το γενεσθαι τα σημεια και τα τερατα εν γη Αιγυπτου δια του θεραποντος του θεου Μωυσεως.

Chapter 52.

  1. Απροσδεης, αδελφοι. ο δεσποτης υπαρχει των απαντων, ουδεν ουδενος χρηζει ει μη το εξομολογεισθαι αυτω.
  2. φησιν γαρ ο εκλεκτος Δαυειδ· Εξομολογησομαι τω κυριω, και αρεσει αυτω υπερ αυτω υπερ μοσχον νεον κερατα εκφεροντα και οπλας· ιδετωσαν πτωχοι και ευφρανθητωσαν.
  3. και παλιν λεγει· θυσον τω θεω θυσιαν αινεσεως και αποδος τω υψιστος τας ευχας σου· και επικαλεσαι με εν ημερα θλιψεως σου, και εξελουμαι σε, και δοξασεις με.
  4. θυσια γαρ τω θεω πνευμα συντετριμμενον.

Chapter 53.

  1. Επιστασθε γαρ και καλως επισταθε τας ιερας γραφας, και εγκεκυφατε εις τα λογια του θεου· προς αναμνησιν ουν ταυτα γραφομεν.
  2. Μωυσεως γαρ αναβαινιντος εις το ορος και ποιησαντος τεσσερακοντα ημερας και τεσσερακοντα νυκτας εν νηστεια και ταπεινωσει, ειπεν προς αυτον ο θεος· Μωυση, Μωυση, καταβηθι το ταχος εντευθεν, οτι ηνομησεν ολαος σου ους εξηγαγες εκ γης Αιγυπτου· παρεβησαν ταχυ εκ της οδου ης ενετειλω αυτοις, εποιησαν εαυτοις χωνευματα.
  3. Και ειπεν κυριος προς αυτον· Λελαληκα προς σε απαξ και δις λεγων, Εωπακα τον λαον τουτον, και ιδου εστιν σκληροτραχηλος· εασον με εξολεθρευσαι αυτους, και εξαλειψω το ονομα αυτων υποκατωθεν του ουρανου και ποιησω σε εις εθνος μεγα και θαυμαστον και πολυ μαλλον η τουτο.
  4. Και ειπε Μωυσης· Μηθαμως κυριε· αφες την αμαρτιαν τω λαω τουτω η καμε εξαλειψον εκ βιβλου ζωντων.
  5. ω μεγαλης αγαπης, ω τελειοτητος ανυπερβλητου· παρρησιαζεται θεραπων προς κυριον, αιτειται αφεσιν τω πληθει η και εαυτον εξαλειφθηναι μετ αυτων αξιοι.

Chapter 54.

  1. Τις ουν εν υμιν γενναιος; τις ευσπλαγχνος; τις πεπληροφορημενος αγαπης;
  2. ειπατω· Ει δι εμε στασις και ερις και σχισματα, εκχωρω, απειμι ου εαν βουλησθε, και ποιω τα προστασσομενα υπο του πληθους· μονον το ποιμνιον του Χριστου ειρηνευετω μετα των καθεσταμενων πρεσβυτερων.
  3. τουτο ο ποιησας εαυτω μεγα κλεος εν Χριστω περιποιησεται, και πας τοπος δεξεται αυτον· του γαρ κυριου η γη και το πληρωμα αυτης.
  4. ταυτα οι πολιτευομενοι την αμεταμελητον πολιτειαν του θεου εποιησαν και ποιησουσιν.

Chapter 55.

  1. Ινα δε και υποδειγματα εθνων ενεγκωμεν· πολλοι βασιλεις και ηγουμενοι, λοιμικου τινος ενσταντος καιρου χρησμοδοτηθεντες παρεδωκαν εαυτους εις θανατον, ινα ρυσωνται δια του εαυτων αιματος τους πολιτας. πολλοι εξεχωρησαν ιδιων πολεων, ινα μη στασιαζωσιν ετι πλειον.
  2. επισταμεθα πολλους εν ημιν παραδεδωκοτας εαυτους εις δεσμα οπως ετερους λυτρωσονται. πολλοι εαυτους παρεδωκαν εις δουλειαν, και λαβοντες τας τιμας αυτων ετερους εψωμισαν.
  3. πολλαι γυναικες εδυναμωθεισαι δια της χαριτος του θεου επετελεσαντο πολλα ανδρεια.
  4. Ιουδιθ η μακαρια, εν συγκλεισμω ουσης της πολεως, ητησατο παρα των πρεσβυτερων εαθηναι αυτην εξελθειν εις την παρεμβολην των αλλοφυλων·
  5. παραδουσα ουν εαυτην τω κινδυνω εξηλθεν δι αγαπην της πατριδος και του λαου του οντος εν συγκλεισμω, και παρεδωκαν κυριος Ολοφερνην εν χειρι θηλειας.
  6. ουχ ηττονι και η τελεια κατα πιστιν Εσθηρ κινδυνω εαυτην παρεβαλεν, ινα το δωδεκαφυλον του Ισραηλ μελλον απολεσθαι ρυσηται· δια γαρ της νηστειας και της ταπεινωσεως αυτης εξιωσεν τον παντεποπτην δεσποτην θεον των αιωνων· ος ιδων το ταπεινον της ψυχης αυτης ερυσατο τον λαον, ων χαριν εκινδυνευσεν.

Chapter 56.

  1. Και ημεις ουν εντυγχωμεν περι των εν τινι παραπτωματι υπαρχοντων, οπως δοθη αυτοις επιεικεια και ταπεινοφροσυνη εις το ειξαι αυτους μη ημιν αλλα τω θεληματι του θεου. ουτως γαρ εσται αυτοις εγκαρπος και τελεια η προς τον θεον και τους αγιους μετοικτιρμων μνεια.
  2. αναλαβωμεν παιδειαν, εφ η ουδεις οφειλει αγανακτειν, αγαπητοι. η νουθετησις, ην ποιουμεθα εις αλληλους, καλη εστιν και υπεραγαν ωφελιμος· κολλα γαρ ημας τω θεληματι του θεου.
  3. ουτως γαρ φησιν ο αγιος λογος· Παιδευων επαιδευσεν με ο κυριος, και τω θανατω ου παρεδωκεν με.
  4. ον γαρ αγαπα κυριος παιδευει, μαστιγοι δε παντα υιον ον παραδεχεται.
  5. Παιδευσει με γαρ, φησιν, δικαιος εν ελεει και ελεγξει με, ελεος δε αμαρτωλων μη λιπανατω την κεφαλην μου.
  6. Και παλιν λεγει· Μακαριος ανθρωπος ον ηλεγξεν ο κυριος, νουθετημα δε παντοκρατορος μη απαναινου· αυτος γαρ αλγειν ποιει, και παλιναποκαθιστησιν·
  7. επαισεν, και αι χειρες αυτου ιασαντο.
  8. εξακις εξ αναγκων εξελειται σε, εν δε τω εβδομω ουχ αψεται σου κακον·
  9. εν λιμω ρυσεται σε εκ θανατου, εν πολεμω δε εκ χειρος σιδηρου λυσει σε·
  10. και απο μαστιγος γλωσσης σε κρυψει, και ου μη φοβηθηση κακων επερχομενων·
  11. αδικων και ανομων καταγελαση, απο δε θηριων αγριων ου μη φοβηθης.
  12. θηρες γαρ αγριοι ειρηνευσουσιν σοι·
  13. ειτα γνωση οτι ειρηνευσει σου ο οικος· η δε διαιτα της σκηνης σου ου μη αμαρτη,
  14. γνωση δε οτι πολυ το σπερμα σου, τα δε τεκνα σου ωσπερ το παμβοτανον του αγρου·
  15. ελευση δε εν ταφω ωσπερ σιτος ωριμος κατα καιρον θεριζομενος, η ωσπερ θημωνια αλωνος καθ ωραν συγκομισθεισα.
  16. Βλεπετε, αγαπητοι, ποσος υπερασπισμος εστιν τοις παιδευομενοις υπο δεσποτου· πατηρ γαρ αγαθος ων παιδευει εις το ελεηθηναι ημας δια της οσιας παιδειας αυτου

Chapter 57.

  1. Υμεις ουν, οι την καταβολην της στασεως ποιησαντες, υποταγητε τοις πρεσβυτεροις και παιδευθητε εις μετανοιαν, καμψαντες τα γονατα της καρδιας υμων·
  2. μαθετε υποτασσεσθαι, αποθεμενοι την αλαζονα και υπερηφανον της γλωσσης υμων αυθαδειαν· αμεινον γαρ εστιν υμιν εν τω ποιμνιω του Χριστου μικρους και ελλογιμους ευρεθηναι, η καθ υοεροχην δοκουντας εκριφηναι εκ της ελπιδος αυτου.
  3. ουτως γαρ λεγει η παναρετος σοθια· Ιδου προησομαι υμιν εμης πνοης, ρησιν, διδαξω δε υμας τον εμον λογον·
  4. επειδη εκαλουν και ουχ υπηκουσατε, και εξετεινον λογους και ου προχειχετε, αλλα ακυρους εποιειτε τας εμας βιυλας τοις δε εμοις ελεγχοις ηπειθησατε· τοιγαρουν καγ τη υμετερα απωλεια επιγελασομαι, καταχαπουμαι δε ηνικα αν ερχηται υμιν ολεθρος και ως αν αφικκηται υυμιν αφνω θορυβος, η δε καταστροφη ομοια καταιγιδι παρη η οταν ερχηται υμιν θλιψις και πολιορκια.
  5. εσται γαρ, οταν επικαλεσησθε με, εγω δε ουκ εισακουσομαι υμων· ζητησουσιν με κακοι και ουχ ευρησουσιν· εμιχηχαν γαρ σοφιαν, τον δε φοβον του κυριου ου προειλαντο, ουδε ηθελον εμαις προσεχειν βουλαις, εμψκτηριζον δε εμους ελεγχους.
  6. τοιγαρουν εδονται της εαυτων οδου τους καρπους, και της εαυτων ασεβειας πλησθησονται.
  7. ανθ ων γαρ ηδικουν νηπιους, φονευθησονται, και εξεταχμος ασεβεις ολει· ο δε εμου ακουων καταχκηνωσει επ ελπιδι πεποιθως, και ησυχασει αφοβως απο παντος κακου.

Chapter 58.

  1. Υπακουσωμεν ουν τω παναγιω και ενδοξω ονοματι αυτου, φυγοντες τας προειρημενας δια της σοφιας τοις απειθουσιν απειλας, ινα κατασκηνωσωμεν πεποιθοτες επι το οσιωτατον της μεγαλωσυνης αυτου ονομα.
  2. δεξασθε την συμβουλην ημων, και εσται αμεταμελητα υμιν. ζη γαρ ο θεος και ζη ο κυριος Ιησους Χριστος και το πνευμα το αγιον, η τε πιστις και η ελπις των εκλεκτων, οτι ο ποιησας εν ταπεινοφροσυνη μετ εκτενους επιεικειας αμεταμελητως τα υπο του θεου δεδομενα δικαιωματα και προσταγματα, ουτος εντεταγμενος και ελλογιμος εσται εις τον αριθμον των σωζομενων δια Ιησου Χριστου, δι ου εστιν αυτω η δοξα εις τους αιωνας των αιωνων. αμην.

Chapter 59.

  1. Εαν δε τινες απειθησωσιν τοις υπ αυτου δι ημων ειρημενοις, γινωσκετωσαν οτι παραπτωσει και κινδυνω ου μικρα εαυτους ενδησουσιν,
  2. ημεις δε αθωοι εσομεθα απο ταυτης της αμαρτιας· και αιτησομεθα, εκτενη την δεησιν και ικεσιαν ποιουμενοι, οπως τον αριθμον τον κατηριθμημενον των εκλεκτων αυτου εν ολω τω κοσμω διαφυλαξη αθραυστον ο δημιουργος των απαντων δια του ηγαθημενου παιδος αυτου Ιησου Χριστου, δι ου εκαλεσεν ημας απο σκοτους εις φως, απο αγνωσιας εις επιγνωσιν δοξης ονοματος αυτου.
  3. [Δος ημιν, κυριε,] ελπιζειν επι το αρχεγονον πασης κτισεως ονομα σου, ανοιξας τους οφθαλμους της καρδιας ημων εις το γινωσκειν σε, τον μονον υψιστον εν υψηλοις, αγιον εν αγιοις αναπαυομενον, τον ταπεινουντα υβριν υπερηφανων, τον διαλουντα λογισμους εθνων, τον ποιουντα ταπεινους εις υψος και τους υψηλους ταπεινουντα, τον πλουτιζοντα και πτωχιζοντα, τον αποκτεινοντα και ζην ποιουντα, μονον ευεργετην πνευματων και θεον πασης σαρκος, τον επιβλεποντα εν ταις αβυσσοις, τον εποπτην ανθρωπινων εργων, τον των κινδυνευοντων βοηθον, τον των απηλπισμενων σωτηρα, τον παντος πνευματος κτιστην και επισκοπον, τον πληθυνοντα εθνη επι γης και εκ παντων εκλεξαμενον τους αγαπωντας σε δια Ιησου Χριστου του ηγαπημενου παιδος σου, δι οι ημας επαιδευσας, ηγιασας, ετιμησας.
  4. αξιουμεν σε δεσποτα, βοηθον γενεσθαι και αντιληπτορα ημων. τους εν θλιψει ημων σωσον· τους ταπεινους ελεησον· τους πεπτωκοτας εγειρον· τοις δεομενοις επιφανηθι· τους ασεβεις ιασαι· τους πλανωμενους του λαου σου επιστρεψον· χορτασον τους πεινωντας· λυτρωσαι τους δεσμιους ημων· εξαναστησον τους ασθενουντας· παρακαλεσον τους ολιγοψυχουντας· γνωτωσαν σε παντα τα εθνη, οτι συ ει ο θεος μονος, και Ιησους Χριστος ο παις σου, και ημεις λαος σου και προβατα της νομης σου.

Chapter 60.

  1. Ου την αεναον του κοσμου συστασιν δια των ενεργουμενων εφανεροποιησας· συ, κυριε, την οικουμενην εκτισας, ο πιστος εν πασαις ταις γενεαις, δικαιος εν τοις κριμασιν, θαυμαστος εν εσχυι και μεγαλοπρεπεια, ο σοφος εν τω κτιζειν και συνετος εν τω τα γενομενα εδρασαι, ο αγαθος εν τοις ορωμενοις και πιστος εν τοις πεποιθοσιν επι σε, ελεημον και οικτιρμον, αφες ημιν τας ανομιας ημων και τας αδικιας και τα παραπτωματα και πλημμελειας.
  2. μη λογιση πασαν αμαρτιαν δουλων σου και παιδισκων, αλλα καθαρισον ημας τον καθαρισμον της σης αληθειας, και κατευθυνον τα διαβηματα ημων εν οσιοτητι και δικαιοσυνη και απλοτητι καρδιας πορευεσθαι και ποιειν τα καλα και ευαρεστα ενωπιον σου και ενωπιον των αρχοντων ημων.
  3. ναι, δεσποτα, επιφανον το προσωπον σου εφ ημας εις αγαθα εν ειρηνη, εις το σκεπασθηναι· ημας τη χειρι σου τη κραταια και ρυσθηναι απο πασης αμαρτιας τω βραχιονι σου τω υψηλω· και ρυσαι ημας απο των μισουντων ημας αδικως.
  4. δος ομονοιαν και ειρηνην ημιν τε και πασιν τοις κατοικουσιν την γην, καθως εδωκας τοις πατρασιν ημων, επικαλουμενων σε αυτων οσιως εν πιστει και αληθεια, [ωστε σωζεσθαι ημας] υπηκοους γινομενους τω παντοκρατορι και παναρετω ονοματι σου, τοις τε αρχουσιν και ηγουμενοις ημων επι της γης.

Chapter 61.

  1. Συ, δεσποτα, εδωκας την εξουσιαν της βασιλειας αυτοις δια του μεγαλοπρεπους και ανεκδιηγητου κρατους σου, εις το γινωσκοντας ημας την υπο σου αυτοις δεδομενην δοξαν και τιμην υποτασσεσθαι αυτοις, μηδεν εναντιουμενους τω θεληματι σου· οις δος, κυριε, υγιειαν, ειρηνην, ομονοιαν, ευσταθειαν, εις το διεπειν αυτους την υπο σου δεδομενην αυτοις ηγεμονιαν απροσκοπως.
  2. συ γαρ, δεσποτα επουρανιε, βασιλευ των αιωνων, διδως τοις υιοις των ανθρωπων δοξαν και τιμην και εξουσιαν των επι της γης υπαρχοντων· συ, κυριε, διευθυνον την βουλην αυτων κατα το καλον και ευρεστον ενωπιον σου, οπως διεποντες εν ειρηνη και πραυτητι ευσεβως την υπο σου αυτοις δεδομενην εξουσιαν ιλεω σου τυγχανωσιν.
  3. ο μονος δυνατος ποιησαι ταυτα και περισσοτερα αγαθα μεθ ημων, σοι εξομολογουμεθα δια του αρχιερεως και προστατου των ψυχων ημων Ιησου Χριστου, δι ου σοι η δοξα και η μεγαλωσυνη και νυν και εις γενεαν γενεων και εις τους αιωνας των αιωνων. αμην.

Chapter 62.

  1. Περι μεν των ανηκοντων τη θρησκεια ημων, και των ωφελιμωτατων εις εναρετον βιον τοις θελουσιν ευσεβως και δικαιως διευθυνειν [την πορειαν αυτων], ικανως επεστειλαμεν υμιν, ανδρες αδελφοι.
  2. περι γαρ πιστεως και μετανοιας και γνησιας αγαπης και εγκρατειας και σωφροσυνης και υπομονης παντα τοπον εψηλαφησαμεν, υπομιμνησκοντες δειν υμας εν δικαιοσυνη και αληθεια και μακροθυμια τω παντοκρατορι θεω οσιως ευαρεστειν, ομονοουντας αμνησικακως εν αγαπη και ειρηνη μετα εκτενους επιεικειας, καθως και οι προδεδηλωμενοι πατερες ημων ευηρεστησαν ταπεινοφρονουντες τα προς τον πατερα και θεον και κτιστην και προς παντας ανθρωπους.
  3. και ταυτα τοσουτω ηδιον υπεμνησαμεν, επειδη σαφως ηδειμεν γραφειν ημας ανδρασιν πιστοις και ελλογιμωτατοις και εγκεκυφοσιν εις τα λογια της παιδειας του θεου.

Chapter 63.

  1. Θεμιτον ουν εστιν τοις τοιουτοις και τοσουτοις υποδειγμασιν προσελθοντας υποθειναι τον τραχηλον και τον της υπακοης τοπον αναπληρωσαντας προσκλιθηναι τοις υπαρχουσιν αρχηγοις των ψυχων ημων, οπως ησυχασαντες της ματαιας στασεως επι τον προκειμενον ημιν εν αληθεια σκοπον διχα παντος μωμου καταντησωμεν.
  2. χαραν γαρ και αγαλλιασιν ημιν παρεξετε, εαν υπηκοοι γενομενοι τοις υφ ημων γεγραμμενοις δια του αγιου πνευματος εκκοψητε την αθεμιτον του ζηλους υμων οργην κατα την εντευξιν ην εποιησαμεθα περι ειρηνης και ομονοιας εν τηδε τη επιστολη.
  3. Επεμψαμεν δε και ανδρας πιστους και σωφρονας, απο νεοτητος αναστραφεντας εως γηρους αμεμπτως εν ημιν, οιτινες και μαρτυρες εσονται μεταξυ υμων και ημων.
  4. τουτο δε εποιησαμεν ινα ειδητε οτι πασα ημιν φροντις και γεγονεν και εστιν εις το εν ταχει υμας ειρηνευσαι.

Chapter 64.

  • Λοιπον ο παντεποπτης θεος και δεσποτης των πνευματων και κυριος πασης σαρκος, ο εκλεξαμενος τον κυριον Ιησουν Χριστον και ημας δι αυτου εις λαον περιουσιον, δωη παση ψυχη επικεκλημενη το μεγαλοπρεπες και αγιον ονομα αυτου πιστιν, φοβον, ειρηνην, υπομονην, μακροθυμιαν, εγκρατειαν, αγνειαν, και σωφροσυνην, εις ευαρεστησιν τω ονοματι αυτου δια του αρχιερεως και προστατου ημων Ιησου Χριστου· δι ου αυτω δοξα και μεγαλωσυνη, κρατος, τιμη, και νυν και εις παντας τους αιωνας των αιωνων. αμην.

Chapter 65.

  1. Τους δε απεσταλμενους αφ ημων Κλαυδιον Εφηβον και Ουαλεριον Βιτωνα συν και Φορτουνατω εν ειρηνη μετα χαρας εν ταχει αναπεμψατε προς ημας, οπως θαττον την ευκταιαν και επιποθητην ημιν ειρηνην και ομονοιαν απαγγελλωσιν· εις το ταχιον και ημας χαρηναι περι της ευσταθειας υμων.
  2. Η χαρις του κυριου ημων Ιησου Χριστου μεθ υμων και μετα παντων πανταχη των κεκλημενων υπο του θεου και δε αυτου· δι ου αυτω δοξα, τιμη, κρατος, και μεγαλωσυνη, θρονος αιωνιος, απο των αιωνων εις τους αιωνας των αιωνων. αμην.