Epistle (1) of Clement.

Chapters 33-48.


Chapter 33.

  1. Τι ουν ποιησωμεν, αδελφοι; αργησωμεν απο της αγαθοποιιας και εγκαταλειπωμεν την αγαπην; μηθαμως τουτο εασαι ο δεσποτης εφ ημιν γε γενηθηναι, αλλα σπευσωμεν μετα εκτενειας και προθυμιας παν εργον αγαθον επιτελειν.
  2. αυτος γαρ ο δημιουργος και δεσποτης των απαντων επι τοις εργοις αυτου αγγαλλιαται.
  3. τω γαρ παμμεγεθεστατω αυτου κρατει ουρανους εστηρισεν και τη ακαταληπτω αυτου συνεσει διεκοσμησεν αυτους· γην τε διεχωρισεν απο περιεχοντος αυτην υδατος και ηδρασεν επι τον ασφαλη του ιδιου βουληματος θεμελιον· τα τε εν αυτη ζωα φοιτωντα τη εαυτου διαταξει εκελευσεν ειναι· θαλασσαν και τα εν αυτη ζωα προδημιουργησας ενεκλεισεν τη εαυτου δυναμει.
  4. επι πασι το εξοχωτατον και παμμεγεθεςκατα διανοιαν, ανθρωπον ταις ιεραις και αμωμοις χερσιν επλασεν εαυτου εικονος χαρακτηρα.
  5. ουτως γαρ φησιν ο θεος· Ποιησωμεν ανθρωπον κατ εικονα και καθ ομοιωσιν ημετεραν. και εποιησεν ο θεος τον ανθρωπον, αρσεν και θηλυ εποιησεν αυτους
  6. Ταυτα ουν παντα τελειωσας επηνεσεν αυτα και ηυλογησεν και ειπεν· Αυξανεσθε και πληθυνεσθε
  7. Ειδομεν οτι εν εργοις αγαθοις παντες εκοσμηθησαν οι δικαιοι· και αυτος ουν ο κυριος εργοις εαυτον κοσμησας εχαρη
  8. εχοντες ουν τουτον τον υπογραμμον αοκνως προσελθωμεν τω θεληματι αυτου, εξ ολης ισχυος ημων εργασωμεθα ερον δικαιοσυνης.

Chapter 34.

  1. Ο αγαθος εργατης μετα παρρησιας λαμβανει τον αρτον του εργου αυτου, ο νωθρος και παρειμενος ουκ αντοφθαλμει τω εργοπαρεκτη αυτου.
  2. δεον ουν εστιν προθυμους ημας ειναι εις αγαθοποιιαν· εξ αυτου γαρ εστιν τα παντα.
  3. προλεγει γαρ ημιν· Ιδου ο κυριος, και ο μισθος αυτου προ προσωπου αυτου, αποδουναι εκαστω κατα το εργον αυτου.
  4. Προτρεπεται ουν ημας πιστευοντας εξ ολης της καρδιας επ αυτω μη αργους μηδε παρειμενους ειναι επι παν εργον αγαθον·
  5. το καυχημα ημων και η παρρησια εστω εν αυτω· υποτασσωμεθα τω θεληματι αυτου· κατανοησωμεν το παν πληθος των αγγελων αυτου, πως τω θεληματι αυτου λειτουργουσιν παρεστωτες·
  6. λεγει γαρ η γραφη· Μυριαι μυριαδες παρειστηκεισαν αυτω, και χιλιαι χιλιαδες ελειτουργουν αυτω· και Αγιος, αγιος, αγιος κυριος σαβαωθ, πληρης πασα η κτισις της δοξης αυτου.
  7. Και ημεις ουν, εν ομονοια επι το αυτο συναχθεντες τη συνειδησει, ως εξ ενος στοματος βοησωμεν προς αυτον εκτενως εις το μετοχους ημας γενεσθαι των μεγαλων και ενδοξων επαγγελιων αυτου.
  8. λεγει γαρ· Οφθαλμος ουκ ειδεν και ους ηκουσεν, και επι καρδιαν ανθρωπου ουκ ανεβη, οσα ητοιμασεν τοις υπομενουσιν αυτον.

Chapter 35.

  1. Ως μακαρια και θαυμαστα τα δωρα του θεου, αγαπητοι.
  2. ζωη εν αθανασια, λαμπροτης εν δικαιοσυνη, αληθεια εν παρρησια, πιστις εν πεποιθησει, εγκρατεια εν αγιασμω· και ταυτα υπεπιπτεν παντα υπο την διανοιαν ημων.
  3. τινα ουν αρα εστιν τα ετοιμαζομενα τοις υπομενουσιν; ο δημιουργος και πατηρ των αιωνων ο παναγιος αυτος γινωσκει την ποσοτητα και την καλλονην αυτων.
  4. ημεις ουν αγωνισωμεθα ευρεθηναι εν τω αριθμω των υπομενοντων αυτον, οπως μεταλαβωμεν των επηγγελμενων δωρεων.
  5. πως δε εσται τουτο, αγαπητοι; εαν εστηριγμενη η η διανοια ημων δια πιστεως προς τον θεον· εαν εκζητωμεν τα ευαρεστα και ευπροσδεκτα αυτω· εαν επιτελεσωμεν τα ανηκοντα τη αμωμω βουλησει αυτου και ακολουθησωμεν τη οδω της αληθειας, απορριψαντες αφ εαυτων πασαν αδικιαν και ανομιαν, πλεονεξιαν, ερεις, κακοηθειας τε και δολους, ψιθυρισμους τε και καταλαλιας, θεοστυγιαν, υπερηφανιαν τε και αλαζονειαν, κενοδοξιαν τε και αφιλοξενιαν.
  6. ταυτα γαρ οι πρασσοντες στυγητοι τω θεω υπαρχουσιν· ου μονον δε οι πρασσοντες αυτα, αλλα και οι συνευδοκουντες αυτοις.
  7. λεμγει γαρ η γραφη· Τω δε αμαρτωλω ειπεν ο θεος· Ινα τι συ διηγη τα δικαιωματα μου και αναλαμβανεις ρην διαθηκην μου επι στοματος σου;
  8. συ δε εμισησας παιδειαν, και εξεβαλλεστους λογους μου εις τα οπισω. ει εθεωρεις κλεπτην, συνετρεχες αυτω, και μετα μοιχων την μεριδα σου ετιθεις· το στομα σου εκπλεονασεν κακιαν, και η γλωσσα σου περιεπλεκεν λολιοτητα· καθημενος κατα του αδελφου σου κατελαλεις, και κατα του υιου της μητρος σου ετιθεις σκανδαλον·
  9. ταυτα εποιησας και εσιγησα· υπελαβες, ανομε, οτι εσομαι σοι ομοιος·
  10. ελεγξω σε και παραστησω σε κατα προσωπον σου.
  11. συνετε δη ταυτα, οι επιλανθανομενοι του θεου, μηποτε αρπαση ως λεων, και μη η ο ρυομενος.
  12. θυσια αινεσεως δοξασει με, και εκει οδος η δειξω αυτω το σωτηριον του θεου.

Chapter 36.

  1. Αυτη η οδος, αγαπητοι, εν η ευρομεν το σωτηριον ημων Ιησουν Χριστον τον αρχιερεα των προσφορων ημων, τον προστατην και βοηθον της ασθενειας ημων.
  2. δια τουτου ατενισωμεν εις τα υψη των ουρανων· δια τουτου ενοπτριζομεθα την αμωμον και υπερτατην οψιν αυτου· δια τουτου ηνεωχθησαν ημων οι οφθαλμοι της καρδιας· δια τουτου η ασυνετος και εσκοτωμενη διανοια ημων αναθαλλει εις το φως· δια τουτου ηθελησεν ο δεσποτης της αθανατου γνωσεως ημας γευσασθαι· ος ων απαυγασμα της μεγαλωσυνης αυτου τοσουτω μειξων εστιν αγγελων, οσω διαφορωτερον ονομα κεκληρονομηκεν.
  3. γεγραπται γαρ ουτως· Ο ποιων τους αγγελους αυτου πνευματα και τους λειτουργους αυτου πυρος φλογα.
  4. Επι δε τω υιω αυτου ουτως ειπεν ο δεσποτης· Υιος μου ει συ, εγω σημερον γεγεννηκα σε· αιτησαι παρ εμου, και δωσω σοι εθνη την κληρονομιαν σου, και την κατασχεσιν σου τα περατα της γης.
  5. και παλιν λεγει προς αυτον· Καθου εκ δεξιων μου, εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
  6. Τινες ουν οι φαυλοι και αντιτασσομενοι τω θεληματι αυτου.

Chapter 37.

  1. Στρατευσωμεθα ουν, ανδρες αδελφοι, μετα πασης εκτενειας εν τοις αμωμοις προσταγμασιν αυτου·
  2. κατανοησωμεν τους στρατευομενους τοις ηγουμενοις ημων, πως ευτακτως, πως εικτικως, πως υποτεταγμενως επιτελουσιν τα διατασσομενα.
  3. ου παντες εισιν επαρχοι ουδε χιλιαρχοι ουδε εκατονταρχοι ουδε πεντηκονταρχοι ουδε το καθεξης· αλλ εκαστος εν τω ιδιω ταγματι τα επιτασσομενα υπο του βασιλεως και των ηγουμενων επιτελει.
  4. οι μεγαλοι διχα των μικρων ου δυνανται ειναι, ουτε οι μικροι διχα των μεγαλων· συγκρασις τις εστιν εν πασιν, και εν τουτοις χρησις.
  5. Λαβωμεν το σωμα ημων· η κεφαλη διχα των ποδων ουδεν εστιν, ουτως ουδε οι ποδες διχα της κεφαλης· τα δε ελαχιστα μελη του σωματος ημων αναγκαια και ευχρητα εισιν ολω τω σωματι· αλλα παντα συνπνει και υποταγη μια χρηται εις το σωζεσθαι ολον το σωμα.

Chapter 38.

  1. Σωζεσθω ουν ημων ολον το σωμα εν Χριστω Ιησου, και υποτασσεσθω εκαστος τω πλησιον αυτου, καθως και ετεθη εν τω χαρισματι αυτου.
  2. ο ισχυρος μη ατημελειτω τον ασθενη, ο δε ασθενης εντρεπεσθω τον ισχυρον· ο πλουσιος επιχορηγειτω τω πτωχω, ο δε πτωχος ευχαριστειτω τω θεω, οτι εδωκεν αυτω δι ου αναπληρωθη αυτου το υστερημα. ο σοφος ενδεικνυσθω την σοφιαν αυτου μη εν λογοις αλλ εν εργοις· ο ταπεινοφρονων· μη εαυτω μαρτυρειτω, αλλ εατω υφ ετερου εαυτον μαρτυρεισθαι· ο αγνος εν τη σαρκι ητω και μη αλαζονευεσθω, γινωσκων οτι ετερος εστιν ο επιχορηγων αυτω την εγκρατειαν.
  3. Αναλογισωμεθα ουν, αδελφοι, εκ ποιας υλης εγενηθημεν, ποιοι και τινες εισηλθαμεν εις τον κοσμον· εκ ποιου ταφου και σκοτους ο πλασας ημας και δημιουργησας εισηγαγεν εις τον κοσμον αυτου, προετοιμασας τας ευεργεσιας αυτου πριν ημας γεννηθηναι.
  4. ταυτα ουν παντα εξ αυτου εχοντες οφειλομεν κατα παντα ευχαριστειν αυτω· ω η δοξα εις τους αιωνας των αιωνων. αμην.

Chapter 39.

  1. Αφρονες και ασυνετοι και μωροι και απαιδευτοι χλευαζουσιν ημας και μυκτηριζουσιν, εαυτους βουλομενοι επαιρεσθαι ταις διανοιαις αυτων.
  2. Τι γαρ δυναται θνητος; η τις ισχυς γηγενους;
  3. γεγραπται γαρ· Ουκ ην μορφη πτο οφθαλμων μου, αλλ η αυραν και φωνην ηκουον·
  4. τι γαρ; μη καθαρος εσται βροτος εναντι κυριου; η απο των εργων αυτου αμεμπτος ανηρ; ει κατα παιδων αυτου ου πιστευει, κατα δε αγγελων αυτου σκολιον τι επενοησεν·
  5. ουρανος δε ου καθαρος ενωπιον αυτου πηλου εσμεν. επαισεν αυτους σητος τροπον, και απο πρωιθεν εως εσπερας ουκ ετι εισιν· παρα το μη δυνασθαι αυτους εαυτοις βοηθησαι απωλοντο·
  6. ενεφυσησεν αυτοις και ετελευτησαν, παρα το μη εχειν αυτους σοφιαν.
  7. επικαλεσαι δε, ει τις σοι υπακουσεται, η ει τινα αγιων αγγελων οψη· και γαρ αφρονα αναιρει οργη, πεπλανημενον δε θανατοι ζηλος.
  8. εγω δε εωπαλα αφρονας ριζας βαλοντας, αλλ ευθεως εβρωθη αυτων η διαιτα.
  9. πορρω γενοιντο οι υιοι αυτων απο σωτηριας· κολαβρισθειησαν επι θυραις ησσονων, και ουκ εσται ο αξαιρουμενος· α γαρ εκεινοις ητοιμασται, δικαιοι εδονται· αυτοι δε εκ κακων ουκ εξαιρετοι εσονται.

Chapter 40.

  1. Προδηλων ουν ημιν οντων τουτων, και εγκεκυφοτεςεις τα βαθη της θειας γνωσεως, παντα ταξει ποιειν οφειλομεν οσα ο δεσποτης επιτελειν εκελευσεν κατα καιπους τεταγμενους·
  2. τας τε προσφορας και λειτουργιας επιμελως επιτε λεισθαι και ουκ εικη η ατακτως εκελευσεν γινεσθαι, αλλ ωρισμενοις καιροις και ωραις·
  3. που τε και δια τινων επιτελεισθαι θελει, αυτος ωρισεν τη υπερτατω αυτου βουλησει· ιν οσιως παντα γινομενα εν ευδοκησει ευπροσδεκτα ειη τω θεληματι αυτου.
  4. Οι ουν τοις προστεταγμενοις καιροις ποιουντες τας προσφορας αυτων ευπροσδεκτοι τε και μακαριοι, τοις γαρ νομιμοις του δεσποτου ακολουθουντες ου διαμαρτανουσιν.
  5. τω γαρ αρχιερει ιδιαι λειτουργιαι δεδομεναι εισιν, και τοις ιερευσιν ιδιος ο τοπος προστετακται, και λευιταις ιδιαι διακονιαι επικεινται· ο ανθρωπος τοις λαικοις προσταγμασιν δεδεται.

Chapter 41.

  1. Εκαστος υμων, αδελφοι, εν ιδιω ταγματι ευχαριστειτω θεω εν αγαθη συνειδησει υπαρχων, μη παρεκβαινων τον ωρισμενον της λειτουργιας αυτου κανονα, εν σεμνοτητι.
  2. Ου πανταχου, αδελφοι, προσφερονται θυσιαι ενδελεχισμου η ευχων η περι αμαρτιας και πλημμελειας, αλλ η εν Ιερουσαλημ μονη· κακει δε ουκ εν παντι τοπω προσφερεται, αλλ η εν Ιερουσαλημ μονη· κακει δε ουκ εν παντι τοπω προσφερεται, αλλ εμπροσθεν του ναου προς το θυσιαστηριον, μωμοσκοπηθεν το προσφερομενον δια του αρχιερεως και των προειρημενων λειτουργων.
  3. οι ουν παρα το καθηκον της βουλησεως αυτου ποιουντες τι θανατον το προστιμον εχουσιν.
  4. Ορατε, αδελφοι, οσω πλειονος κατηχιωθημεν γνωσεως, τοσουτωμαλλον υποκειμεθα κινδυνω.

Chapter 42.

  1. Οι αποστολοι ημιν ευηγγελισθησαν απο του κυριου Ιησου Χριστου, Ιησους ο Χριστος απο του θεου αξεπεμφθη.
  2. ο Χριστος ουν απο του θεου,και οι αποστολοι απο του Χριστου· εγενοντο ουν αμφοτερα ευτακτως εκ θεληματος θεου.
  3. παραγγελιας ουν λαβοντες και πληροφορηθεντες δια της αναστασεως του κυριου ημων Ιησου Χριστου και πιστωθεντες εν τω λογω του θεου μετα πληροφοριας πνευματος αγιου εξηλθον, ευαγγελιζομενοι την βασιλειαν του θεου μελλειν ερχεσθαι.
  4. κατα χωρας ουν και πολεις κηρυσσοντες καθιστανον τας απαρχας αυτων, δοκιμασαντες τω πνευματι, εις επισκοπους και διακονους των μελλοντων πιστευειν.
  5. και τουτο ου καινως, εκ γαρ δη πολλων χρονων εγεγραπτο περι επισκοπων και διακονων· ουτωσ γαρ που λεγει η γραφη· Καταστησω τους επισκοπους αυτων εν δικαιοσυνη και τους διακονους αυτωνεν πιστει.

Chapter 43.

  1. Και τι θαυμαστον ει οι εν Χριστω πιστευθεντες παρα θεου εργον τοιουτο κατεστησαν τους προειρημενους; οπου και ο μακαριος πιστος θεραπων εν ολω τω οικω Μωυσης τα διατεταγμενα αυτω παντα εσημειωσατο εν ταις ιεραις βιβλοις, ω και επηκολουθησαν οι λοιποι προφηται συνεπιμαρτυρουντες τοις υπ αυτου νενομοθετημενοις.
  2. εκεινος γαρ, ζηλου εμπεσοντος περι της ιερωσυνης και στασιαζουσωντων φυλων οποια αυτων ειη τω ενδοξω ονοματι κεκοσμημενη, εκελευσεν τους τους δωδεκα φυλαρχους προσενεγκειν αυτω ραβδουςεπιγεγραμμενας εκαστης φυλης κατ ονομα· και λαβων αυτας εδησεν και εσφραγισεν τοις δακτυλιοις των φυλαρχων, και απεθετο αυτας εις την σκηνην του μαρτυριου επι την τραπεζαν του θεου·
  3. και κλεισας την σκηνην εσφραγισεν τας κλειδας ωσαυτως και τας θυρας·
  4. και ειπεν αυτοις· Ανδρες αδελφοι, ης αν φυλης η ραβδος βλαστηση, ταυτην εκλελεκται ο θεος εις το ιερατευειν και λειτουργειν αυτω.
  5. πρωιας δε γενομενης συνεκαλεσεν παντα τον Ισραηλ, τας εξακοσιας χιλιαδας των ανδρων, και επεδειξατο τοις φυλαρχοις τας σφραγιδας και ηνοιξεν την σκηνην του μαρτυριου και προειλεν τας ραβδους· και ευρεθη η ραβδος Ααρων μονον βεβλαστηκυια αλλα και καρπον εχουσα
  6. τι δοκειτε, αγαπητοι; ου προηδει Μωυσης τουτο μελλειν εσεσθαι, μαλιστα ηδει· αλλ ινα μη ακαταστασια γενηται εν τω Ισραηλ, ουτως εποιησεν εις το δοξασθηναι το ονομα του αληθινου και μονου κυριου· ω η δοξα εις τους αιωνας των αιωνων. αμην.

Chapter 44.

  1. Και οι αποστολοι ημων εγνωσαν δια του κυριου ημων Ιησου Χριστου οτι ερις εσται επι του ονοματος της επισκοπης.
  2. Δια ταυτην ουν την αιτιαν προγνωσιν ειληφοτες τελειαν κατεστησαν τους προειρημενους, και μεταξυ επιμονην δεδωκασιν οπως, εαν κοιμηθωσιν, διαδεξωνται ετεροι δεδοκιμασμενοι ανδρες την λειτουργιαν αυτων.
  3. Τους ουν κατασταθεντας υπ εκεινων η μεταξυ υφ ετερων ελλογιμων ανδρων, συνευδοκησασης της εκκλησιας πασης, και λειτουργησαντας αμεμπτως τω ποιμνιω του Χριστου μετα ταπεινοφροσυνης ησυχως και αβαναυσως, μεμαρτυρημενους τε πολλοις χρονοις υπο παντων. τουτους ου δικαιως νομιζομεν αποβαλλεσθαι της λειτουργιας.
  4. αμαρτια γαρ ου μικρα ημιν εσται, εαν τους εμεμπτως και οσιως προσενεγκοντας τα δωρα της επισκοπης αποβαλωμεν.
  5. μακαριοι οι προοδοιπορησαντες πρεσβυτεροι, οιτινες εγκαρπον και τελειαν εσχον την αναλυσιν· ου γαρ ευλαβουνται μη τις αυτους μεταστηση απο του ιδρυμενου αυτοις τοπου.
  6. ορωμεν γαρ οτι ενιους υμεις μετηγαγετε καλως πολιτευομενους εκ της αμεμπτως αυτοις τετιμημενης λειτουργιας.

Chapter 45.

  1. Φιλονεικοι εστε, αδελφοι. και ζηλωται περι των ανηκοντων εις σωτηριαν·
  2. εγκεκυφατε εις τας γραφας, τας αληθεις, τας [δια] του αγιου·
  3. επιστασθε οτι ουδεν αδικον ουδε παραπεποιημενον γεγραπται εν αυταις . ουχ ευρησετε δικαιους αποβεβλημενους απο οσιων ανδρων.
  4. εδιωχθησαν δικαιοι, αλλ υπο ανομων· εφυλακισθησαν, αλλ υπο παρανομων· απεκτανθησαν υπο των μιαρον και αδικον ζηλον ανειληφοτων.
  5. ταυτα πασχοντες ευκλεως ηνεγκαν.
  6. Τι γαρ ειπωμεν, αδελφοι; Δανιηλ υπο φοβουμενων τον θεον εβληθη εις λακκον λεοντων;
  7. η Ανανιας και Αζαριας και Μισαηλ υπο των θρησκευοντων την μεγαλοπρεπη και ενδοξον θρησκειαν του υψιστου κατειρχθησαν εις καμινον πυρος; μηθαμως τουτο γενοιτο. Τινες ουν οι ταυτα δρασαντες; οι στυγητοι και πασης κακιας πληρεις εις τοσουτο εξερισαν θυμου ωστε τους εν οσια και αμωμω προθεσει δουλευοντας τω θεω εις αικιαν περιβαλειν, μη ειδοτες οτι ο υψιστος υπερμαχος και υπερασπιστης εστιν των εν καθαρα συνειδησει λατρευοντων τω παναρετω ονοματι αυτου· ω η δοξα εις τους αιωνας των αιωνων. αμην.
  8. οι δε υπομενοντες εν πεποιθησει δοξαν και τιμην εκληρονομησαν, επηρθησαν τε και εγγραφοι εγενοντο απο του θεου εν τω μνημοσυνω αυτων εις τους αιωνας των αιωνων. αμην.

Chapter 46.

  1. Τοιουτοις ουν υποδειγμασιν κολληθηναι και ημας δει, αδελφοι.
  2. γεγραπται γαρ· Κολλασθε τοις αγιοις, οτι οι κολλωμενοι αυτοις αγιασθησονται.
  3. και παλιν εν ετερω τοπω λεγει· Μετα ανδρος αθωου εση και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου διαστρεψεις.
  4. κολληθωμεν ουν τοις αθωοις και δικαιοις· εισιν δε ουτοι εκλεκτοι του θεου.
  5. Ινα τι ερεις και θυμοι και διχοστασιαι και σχισματα πολεμος τε εν υμιν;
  6. η ουχι ενα θεον εχομεν και ενα Χριστον και εν πνευμα της χαριτος το εκχυθεν εφ ημας; και μια κλησις εν Χριστω;
  7. ινα τι διελκομεν και διασπωμεν τα μελη του Χριστου, και στασιαζομεν προς το σωμα το ιδιον, και εις τοσαυτην απονοιαν ερχμεθα ωστε επιλαθεσθαι ημας οτι μελη εσμεν αλληλων; μνησθητε των λογων Ιησου του κυριου ημων·
  8. ειπεν γαρ· Ουαι τω ανθρωπω εκεινω· καλον ην αψτω ει ουκ εγεννηθη, η ενα των εκλεκτων μου σκανδαλισαι· κρειτον ην αυτω περιτεθηναι μυλον και καταποντισθηναι εις την θαλασσαν, η ενα των εκλεκτων μου διαστρεψαι.
  9. το σχισμα υμων πολλους διεστρεψεν, πολλους εις αθυμιαν εβαλεν, πολλους εις δισταγμον, τους παντας ημας εις λυπην· και επιμονος υμων εστιν η στασις.

Chapter 47.

  1. Αναλαβετε την επιστολην του μακαριου Παυλου του αποστολου.
  2. τι πρωτον υμιν εν αρχη του ευαγγελιου εγραψεν;
  3. επ αληθειας πνευματικως επεστειλεν υμιν περι αυτου τε και Απολλω, δια το και τοτε προσκλισεις υμας πεποιησθαι·
  4. αλλ η προσκλισις εκεινη ηττονα αμαρταν υμιν προσηνεγκεν· προσεκλιθητε γαρ αποστολοις μεμαρτυρημενοις και ανδρι δεδοκιμασμενω παρ αυτοις.
  5. νυνι δε κατανοησατε τινες υμας διεστρεψαν καιτο σεμνον της περιβοητου φιλαδελφιας υμων εμειωσαν.
  6. αισχρα, αγαπητοι, και λιαν αισχρα, και αναξια της εν Ξριστω αγωγης, ακουεσθαι την βεβαιοτατην και αρχαιαν Κορινθιων εκκλησιαν δι εν η δυο προσωπα στασιαζειν προς τους πρεσβυτερους.
  7. και αυτη η ακοη ου μονον εις ημας εχρησεν αλλα και εις τους ετεροκλινεις υπαρχοντας αφ ημων, ωστε και βλασφημιας επιφερεσθαι τω ονοματι κυριου δια την υμετεραν αφροσσυνην, εαυτοις δε κινδυνον επεχεργαζεσθαι.

Chapter 48.

  1. Ερξαρωμεν ουν τουτο εν ταχει και προσπεσωμεν τω δεσποτη και κλαυσωμεν ικετευοντες αυτον οπως ιλεως γενομενος επικαταλλαγη ημιν και επι την σεμνην της φιλαδελφιας ημων αγνην αγωγην αποκαταστηση ημας.
  2. πυλη γαρ δικαιοσυνης ανεωγυια εις ζωην αυτη, καθως γεγραπται· Ανοιξατε μοι πυλας δικαιοσυνης, ινα εισελθων εν αυταις εξομολογησωμαι τω κυριω·
  3. αυτη η πυλη του κυριου, δικαιοι εισελευσονται εν αυτη.
  4. Πολλων ουν πυλων ανεωγυιων, η εν δικαιοσυνη αυτη εστιν η εν Χριστω, εν η μακαριοι παντες οι ειχελθοντες και κατευθυνοντες την πορειαν αυτων εν οσιοτητι και δικαιοσυνη, παντα ετιτελουντες.
  5. ητω τις πιστος, ητω δυνατος γνωσιν εξειπειν, ητωσοφος εν διακρισει λογων, ητω γοργος εν εργοις, ητω αγνος.
  6. τοσουτωγαρ μαλλον ταπεινοφρονειν οφειλει, οσω δοκει μαλλον μειζων ειναι, και ζητειν το κοινωφελες πασιν και μη το εαυτου.