Epistle (1) of Clement.

Chapters 1-16.


Chapter 1.

  1. Δια τας αιφνιδιπυς και επαλληλους γενομενας ημιν συμφορας και περιπτωσεις, αδελφοι, βραδιον νομιζομεν επιστροφην πεποιησθαι περι των επιζητουμενων παρ υμιν πραγματων, αγαπητοι, της τε αλλοτριας και ξενης τοις εκλεκτοις του θεου, μιαρας και ανοσιου στασεως, ην ολιγα προσωπα προπετη και αυθαδη υπαρχοντα εις τοσουτον απονοιας εξεκαυσαν, ωστε το σεμνον και περιβοητον και πασιν ανθρωποις αξιαγαπητον ονομα υμων μεγαλως βλασφημηθηναι.
  2. τις γαρ παρεπιδημησας προς υμας την παναρετον και βεβαιαν υμων πιστιν ουκ εδοκιμασεν; την τε σωφρονα και επιεικη εν Χριστω ευσεβειαν ουκ εθαυμασεν; και το μεγαλοπρεπες της φιλοξενιας υμων ηθος ουκ εκηρυξεν; και την τελειαν και ασφαλη γνωσιν ουκ εμακακρισιν;
  3. απροσωπολημπτως γαρ παντα εποιειτε, και τοις νομιμοις του θεου επορευεσθε, υποτασσομενοι τοις ηγουμενοις υμων και τιμην την καθηκουσαν απονεμοντες τοις παρ υμιν πρεσβυτεροις· νεοις τε μετρια και σεμνα νοειν επετρεπετε· γυναιξιν τε εν αμωμω και σεμνη και αγνη συνειδησει παντα επιτελειν παρηγγελλετε, στεργουσας καθηκοντως τους ανδρας εαυτων εν τε τω κανονι της υποταγης υπαρχουσας τα κατα τον οικον σεμνως οικουργειν εδιδασκετε, πανυ σωφρονουσας.

Chapter 2.

  1. Παντες τε εταπεινοφρονειτε, μηδεν αλαζονευομενοι, υποτασσομενοι μαλλον η υποτασσοντες, ηδιον διδοντες η λαμβανοντες, τοις εφοδιοις του θεου αρκουμενοι· και προσεχοντες τους λογους αυτου επιμελως ενεστερνισμενοι ητε τοις σπλαγχνοις, και τα παθηματα αυτου ην προ οφθαλμων υμων.
  2. Ουτως ειρηνη βαθεια και λιπαρα εδεδετο πασιν και ακορεστος ποθος εις αγαθοποιιαν, και πληρης πνευματος αγιου εκχυσις επι παντας εγινετο·
  3. μεστοι τε οσιας βουλης εν αγαθη προθυμια μετ ευσεβους πεποιθησεως εξετεινατε τας χειρας υμων προς τον παντοκπατοπα θεον, ικετευοντες αυτον ιλεως γενεσθαι, ει τι ακοντες ημαρτετε.
  4. αγων ην υμιν ημερας τε και νυκτος υπερ πασης της αδελφοτητος, εις το σωζεσθαι μετα δεους και συνειδησεως τον αριθμον των εκλεκτων αυτου·
  5. ειλικρινεις και ακεραιοι ητε και αμνησικακοι εις αλληλους·
  6. πασα στασις και παν σχισμα βδελυκτον υμιν· επι τοις παραπτωμασιν τοις πλησιον επενθειτε· τα υστερηματα αυτων ιδια εκρινετε·
  7. αμεταμελητοι ητε επι παση αγαθοποιια, ετοιμμοι εις παν εργον αγαθον·
  8. τη παναρετοι και σεβασμιω πολιτεια κεκοσμημενοι παντα εν τω φοβω αυτου επετελειτε· τα προσταγματα και τα δικαιωματα του κυριου επι τα πλατη της καρδιας υμων εγεγραπτο.

Chapter 3.

  1. Πασα δοξα και πλατυσμος εδοθη υμιν, και επετελεσθη το γεγραμμενον· Εθαγεν και επιεν και επλατυηθη και επαχυηθη και απελακτισεν ο ηγαπημενος.
  2. Εκ τουτου ζηλος και φθονος [και] ερις και στασις, διωγμος και ακαταστασια, πολεμος και και αιξμαλωσια.
  3. ουτως επηγερθησαν οι ατιμοι επι τους εντιμους, οι αδοξοι επι τους φρονιμους, οι νεοι επι τους πρεσβυτερους.
  4. δια τουτο πορρω απεστιν η δικαιοσυνη και ειρηνη, εν τω απολειπειν εκαστον τον φοβον του θεου και εν τη πιστει αυτου αμβλυωπησαι μηδε εν τοις νομιμοις των προσταγματων αυτου πορευεσθαι μηδε πολιτευεσθαι κατα το καθηκον τω Χριστω, αλλα εκαστον βαδιζειν κατα τας επιθυμιας της καρδιας αυτου της πονηρας, ζηλον αδικον και ασεβη ανειληφοτας, δι ου και θανατος εισηλθεν εις τον κοσμον.

Chapter 4.

  1. Γεγραπται γαρ ουτως· Και εγενετο μεθ ημερας, ηνεγκεν Καιν απο των καππων της γης θυσιαντω θεω, και Αβελ ηνεγκεν και αυτος απο των προβατων και απο των στεατων αυτων.
  2. και επειδεν ο θεος επι Αβελ και επι τοις δωροις αυτου, επι δε Καιν και επι τοις δωροις αυτου ου προσεχεν.
  3. και ελυπηθη Καιν λιαν και συνεπεσεν τω προσωπω αυτου.
  4. και ειπεν ο θεος προς Καιν· Ινα τι περιλυπος εγενου; και ινα τι συνεπεσεν το προσωπον σου; ουκ εαν ορθωςπροσενεγκης ορθως δε μηδιελης, ημαρτες;
  5. ησυχασον· προς σε η αποστροφη αψτου, και συ αρξεις αυτου. και ειπεν Καιν προς Αβελ τον αδελφον αυτου· Διελθωμεν εις το πεδιον.
  6. και εγενετο εν τω ειναι αυτους εν τω πεδιω ανεστη Καιν επι Αβελ τον αδελφον αυτου και απεκτεινεν αυτον.
  7. Ορατε, αδελφοι, ζηλος και φθονος αδελφοκτονιαν κατειργασατο.
  8. δια ζηλος ο πατηρ ημων Ιακωβ απεδρα απο προσωπουΗσαυ του αδελφου αυτου.
  9. ζηλος εποιησεν Ιωσηφ μεχρι θανατου διωχθηναι και μεχρι δουλειας εισελθειν
  10. ζηλος φυγειν ηναγκασεν Μωυσην απο προσωπου Φαραω βασιλεως Αιγυπτου εν τω ακουσαι αυτον απο του ομοφυλου, Τις σε κατεστησεν κριτην η δικαστην εφ ημων; μη ανελειν με συ θελεις, ον τροπον ανειλες εχθες τον Αιγυπτιον;
  11. δια ζηλος Ααρων και Μαριαμ εξω της παρεμβολης ηυλισθησαν.
  12. ζηλος Δαθαν και Αβειρων ζωντας κατηγαγεν εις αδου, δια το στασιασαι αυτους προς τον θεραποντα του θεου Μωυσην.
  13. δια ζηλος Δαυειδ φθονον εσχεν ου μονον υπο των αλλοφυλων, αλλα και υπο Σαουλ [βασιλεως Ισραελ] εδιωχθη.

Chapter 5.

  1. Αλλ ινα των αξρχαιων υποδειγματων παυσωμεθα, ελθωμεν επι τους εγγιστα γενομενους αλητας· λαβωμεν της γενεας ημων τα γενναια υποδειγματα.
  2. Δια ζηλον και φθονον οι μεγιστοι καιδικαιοτατοι στυλοι εδιωχθησαν και εως θανατου ηθλησαν.
  3. Λαβωμεν προ οφθαλμων ημων τους αγαθους αποστολους·
  4. Πετρον, ος δια ζηλον αδικον ουχ ενα ουδε δυο αλλα πλειονας υπηνεγκεν πονους, και ουτω μαρτυρησας επορευθη εις τον οφειλομενον τοπον της δοξης.
  5. Δια ζηλον και εριν Παυλος υπομονης βραβειον υπεδειξεν,
  6. επτακις δεσμα φορεσις, φυγαδευθεις, λιθασθεις, κηρυξ γενομενος εν τε τη ανατολη και εν τη δυσει, το γενναιον της πιστεως αυτου κλεος ελαβεν,
  7. δικαιοσυνην διδαξας ολον τον κοσμον και επι το τερμα της δυσεως ελθων· και μαρτυρησας επι των ηγουμενων, ουτως απηλλαγη του κοσμου και εις τον αγιον τοπον επορευθη, υπομονης γενομενος μεγιστος υπογραμμος.

Chapter 6.

  1. Τουτοις τοις ανδρασιν οσιως πολιτευσαμενοις συνηθροισθη πολυ πληθος εκλεκτων, οιτινες πολλαις αικιαις και βασανοις, δια ζηλος παθοντες, υποδειγμα καλλιστον εγενοντο εν ημιν.
  2. Δια ζηλος διωχθεισαι γυναικες, Δαναιδες και Διρκαι, αικισματα δεινα και ανοσια παθουσαι, επι τον της πιστεως βεβαιον δρομον κατηντησαν και ελαβον γερας γενναιον αι ασθενεις τω σωματι
  3. Ζηλος απηλλοτριωσεν γαμετας ανδρων και ηλλοιωσεν το ρηθεν υπο του πατρος ημων Αδαμ, Τουτο νυν οστουν εκ των οστεων μου και σαρξ εκ της σαρκος μου.
  4. ζηλος και επις πολεις μεγαλας κατεστρεψεν και εθνη μεγαλα εξεριζωσεν.

Chapter 7.

  1. Ταυτα, αγαπητοι, ου μονον υμας νουθετουντες επιστελλομεν, αλλα και εαυτους υπομνησκοντες· εν γαρ τω αυτω εσμεν σκαμματι, και ο αυτος ημιν αγων επικειται.
  2. Διο απολειπωμεν τας κενας και ματαιας φροντιδας, και ελθωμεν επι τον ευκλεη και σεμνον της παραδοσεως ημων κανονα,
  3. και ιδωμεν τι καλον και τι τερπνον και τι προσδεκτον ενωπιον του ποιησαντος ημας.
  4. ατενισωμεν εις το αιμα του Χριστου και γνωμεν ως εστιν τιμιον τω πατρι αυτου, οτι δια την ημετεραν σωτηριαν εχυθεν παντι τω κοσμω μετανοιας χαριν υπηνεγκεν.
  5. διελθωμεν εις τας γενεας πασας και καταμαθωμεν οτι εν γενεα μετανοιας τοπον εδωκεν ο δεσποτης τοις βουλομενοις επιστραφηναι επ αυτον.
  6. Νωε εκηρυξεν μετανοιαν, και οι υπακουσαντες εσωθησαν.
  7. Ιωνας Νινευιταις καταστροφην εκηρυξεν, οι δε μετανοησαντες επι τοις αμαρτημασιν αυτων εχιλασαντο τον θεον ικετευσαντες και ελαβον σωτηριαν, καιπερ αλλοτριοι του θεου οντες.

Chapter 8.

  1. Οι λειτουργοι της χαριτας του θεου δια πνευματος αγιου περι μετανοιας ελαλησαν,
  2. και αυτος δε ο δεσποτης των απαντων περι μετανοιας ελαλησεν μετα ορκου· ζω γαρ εθω, λεγει κυριος, ου βου τον θανατον του αμαρτωλου, ως την μετανοιαν· προστιθεις και γνωμην αγαθην·
  3. Μετανοησατε, οικος Ισραηλ, απο της ανομιας υμων· ειπον τοις υιοις του λαου μου· Εαν ωσιν αι αμαρτιαι υμων απο της γης εως του ουρανου, και εαν ωσιν πυρροτεραι κοκκου και μελανωτεραι σακκου, και επιστραθητε προς με εξ ολης της καρδιας και ειπητε, Πατερ επακουσομαι υμων ως λαου αγιου.
  4. και εν ετερω λεγει ουτως· Λουσασθε και καθαροι γενεσθε· αφελεχθε τας πονηριας απο των ψυξων υμων απεναντι των οθαλμων μου· παυσασθε απο των πονερων υμων, μαθετε καλον ποιειν, εκζητησατε κρισιν, ρυσασθε αδικουμενον, κρινατε ορφανω και δικαιωσατε χηρα, και λευτε και διελεγχθωμεν, λεγει· και εαν ωσιν αι αμαρτιαι υμων ως φοινικουν, ως χιονα λεγκανω· εαν δε ωσιν ως κοκκινον, ως εριον λεγκανω· και εαν θελητε και εισακουσατε μου, τα αγαθα της γης φαγεσθε· εαν δε μη θελητε μηδε ειχακουσητε μου, μαχαιρα υμας κατεδεται· το γαρ στομα κυριου ελαλησεν ταυτα.
  5. Παντας ουν τους αγαπητους αυτου βουλομενος μετανοιας μετασχειν εστηριξεν τω παντοκρατορικω βουληματι αυτου.

Chapter 9.

  1. Διο υπακουσωμεν τη μεγαλοπρεπει και ενδοξω βουλησει αυτου, και ικεται γενομενοι του ελεους και της χρηστοτητος αυτου προσπεσωμεν και επιστρεψωμεν επι τους οικτιρμους αυτου, απολιποντες την ματααιοπονιαν την τε εριν και το εις θανατον αγον ζηλος.
  2. Ατενισωμεν εις τους τελειως τη μεγαλοπρεπει δοξη αυτου.
  3. λαβωμεν Ενοχ, ος εν υπακοη δικαιος ευπεθεις μετετεθη, και ουχ ευρεθη αυτου θανατος.
  4. Νωε πιστος ευρεθεις δια της λειτουργιας αυτου παλιγγενεσιαν κοσμω εκηρυξεν, και διεσωσεν δι αυτου ο δεσποτης τα εισελθοντα εν ομονοια ζωα εις την κιβωτον.

Chapter 10.

  1. Αβρααμ, ο φιλος προσαγορευθεις, πιστος ευρεθη εν τω αυτον υπηκοον τοις ρημασιν του θεου.
  2. ουτος δι υπακοης εξηλθεν εκ της γης αυτου και εκ της συγγενειας αυτου και εκ του πατρος αυτου, οπως γην ολιγην και συγγενειαν ασθενη και οικον μικρον καταλιπων κληρονομηση τας επαγγελιας του θεου. λεγει γαρ αυτω,
  3. Απελθε εκ της γης σου και εκ της συγγενειας σου και εκ του οικου του πατρος σου εις την γην ην αν σοι δειξω, και ποιησω σε εις εθνος μεγα και ευλογησω σε και μεγαλυνω το ονομα σου, και εση ευλογημενος· και ευλογησω τους ευλογουντας σε και καταρασομαι τους καταρωμενος σε, και ευλογηθησονται εν σοι πασαι αι θυλαι της γης.
  4. και παλιν εν τω διαχωρισθηναι αυτον απο Λωτ ειπεν αυτω θεος· Αναβλεψαι τοις οφθαλμοις σου, ιδε απο του τοπου, ου νυν συ ει, προς βορραν και λιβα και ανατολας και θαλλασσαν· οτι πασαν την γην, ην συ ορας, σοι δωσω αυτην και τω σπερματι σου εως αιωνος·
  5. και ποιησω το σπερμα σου ως την αμμον της γης· ει δυναται τις εξαριθμησαι την αμμον της γης, και το σπερμα σου εξαριθμηθησεται.
  6. και παλιν λεγει Εξηγαγεν ο θεος· τον Αβρααμ και ειπεν αυτω· Αναβλεψον ειςτον ουρανον και αριθμησον τους αστερας, ει δυνηση εξαριθνησαι αυτους· ουτως εσται το σπερμα σου· επιστευσεν δε Αβρααμ τω θεω, και ελογιχθη αυτω εις δικαιοσυνην.
  7. Δια πιστιν και θιλοξενιαν εδοθε αυτω υιος εν γηρα, και δι υπακοης προσηνεγκεν αυτον θυσιαν τω θεω προς εν των ορεων ων εδειξεν αυτω.

Chapter 11.

  1. Δια φιλοξενιαν και ευσεβειαν Λωτ εσωθη εκ Ξοδομων, της περιχωρου πασης κριθεισης δια πυρος και θειου· προδηλον ποιησας ο δεσποτης, οτι τους ελπιζοντας επ αυτον ουκ εγκραταλειπει, τους δε ετεροκλινεις υπαρχοντας εις κολασιν και αικισμον τιθησιν·
  2. συνεξελθουσης γαρ αυτω της γυναικος, ετερογνωμονος υπαρχουσης και ουκ εν ομονοια, εις τουτο σημειον ετεθη ωστε γενεσθαι αυτην στηλην αλος εως της ημερας ταυτης, εις το γςωστον ειναι πασιν οτι οι διψυχοι και οι δισταζοντες περι της του θεου δυναμεως εις κριμα και εις σημειωσιν πασαις ταις γενεαις γινονται.

Chapter 12.

  1. Δια πιστιν και φιλοχενιαν εσωθη Ρααβ η πορνη·
  2. εκπεμφθεντων γαρ υπο Ιησου του του Ναυη κατασκοπων εις την Ιεριχω εγνω ο βασιλευς της γης οτι ηκασιν κατασκοπευσαι την χωραν αυτων, και εξεπεμψεν ανδρας τους συλλημψομενους αυτους, οπως συλλημφθεντες θανατωθωσιν.
  3. η ουν φιλοξενος Ρααβ εισδεξαμενη αυτους εκρυψεν εις το υπερωον υπο την λινοκαλαμην.
  4. επισταθεντων δε των παρα του βασιλεως και λεγοντων· Προς σε εισηλθον οι κατασκοποι της γης ημων· εξαγαγε αυτους, ο γαρ βασιλευς ουτως κελευει· η δε απεκριθη· Εισηλθον μεν οι ανδρες, ους ζητειτε, προς με, αλλα ευθεως απηλθον και πορευονται τη οδω· υποδεικνυουσα αυτοις εναλλαξ.
  5. Και ειπεν προς τους ανδρας·
  6. και ειπαν αυτη· Εσται ουτως ως ελαλησας ημιν. ως εαν ουν γνως παραγινομενους ημας, συναξεις παντας τους σους υπο το τεγος σου, και διαχωθησονται· οσοι γαρ εαν ευρεθωσιν εξω της οικιας, απολουνται.
  7. και προσεθεντο αυτη δουναι σημειον, οπως κρεμαση εκ του οικου αυτης κοκκινον, προδηλον ποιουντες οτι δια του αιματος του κυριου λυτρωσις εσται πασιν τοις πιστευουσιν και ελπιζουσιν επι τον θεον.
  8. Ορατε, αγαπητοι, ου μονον πιστις αλλα προφητεια εν τη γυναικι γεγονεν.

Chapter 13.

  1. Ταπεινοφρονησωμεν ουν, αδελφοι, αποθεμενοι πασαν αλαζονειαν και αφροσυνην και οργας, και ποιησωμεν το γεγραμμενον· λεγει γαρ το πνευμα το αγιον· Μη καυχασθω ο σοφος εν τω πλουτω αυτου η ο καψχωμενος εν κυριω καυχασθω, του εκζητειν αυτον και ποιεν κριμα και Δικαιοσυνην· μαλιστα μεμνημενοι των λογων του κυριου Ιησου, ους ελαλησεν διδασκων επιεικειαν και μακροθυμιαν
  2. ουτως γαρ ειπεν· ελεατε ινα ελεηθητε, αφιετε ινα αφεθη υμιν· ως ποιειτε, ουτω ποιηθησεται υμιν· ως διδοτε, ουτως δοθησεται υμιν· ως κρινετε, ουτως κριθησεσθε· ως χρηστευεχθε, ουτως χρηστευθησεται υμιν· ω μετρω μετρειτε, εν αυτω μετρηθησεται υμιν.
  3. Ταυτη τη εντολη και τοις παραγγελμασιν τουτοις στηριξωμεν εαυτους εις το πορευεσθαι υπηκοους οντας τοις αγιοπρεπεσι λογοις αυτου, ταπεινοφρονουντες. θησιν γαρ ο αγιος λογος·
  4. Επι τινα επιβλεψω, αλλ η επι τον πραυν καο ησυχιον και τρεμοντα μου τα λογια;

Chapter 14.

  1. Δικαιον ουν και οσιον, ανδρες αδελφοι, υπηκοους ημας μαλλον γενεσαι τω θεω η τοις εν αλαζονεια και ακαταστασια μυσερου ζηλους αρχηγοις εξακολουθειν.
  2. βλαβην γαρ ου την τυχουσαν, μαλλον δε κινδυνον υποισομενμεγαν, εαν ριψοκινδυνως επιδωμεν εαυτους τοις θελημασιντων αθρωπων, οιτινες εξακοντιζουσιν εις εριν και στασεις εις το απαλλοτριωσαι ημας του καλως εχοντος.
  3. χρηστευσωμεθα αυτοις κατα την ευσπλαγχνιαν και γλυκυτητα του ποιησαντος ημας.
  4. γεγραπται γαρ· Χρηστοι εσονται οικητορες γης, ακακοι δε υπολειφθησονται επ αυτης· οι δε παρανομουντες εξολεθρευθησονται απ αυτης·
  5. και παλιν λεγει, Ειδον αεβη υπερυψουμενον και επαιρομενον ως τας κεδρουςτου Λιβανου, και παρηλθον και ιδου ουκ ην, και εξεζητησα τον τοπον αυτου και ουκ ευρον. φυλασσε ακακιαν και ιδε ευθυτητα, οτι εχτιν ενκαταλειμμα ανθρωπω ειρηνικω.

Chapter 15.

  1. Τοινυν κολληθωμεν τοις μετ ευσεβειας ειρηνευουσιν, και μη τοις μεθ υποκρισεως βουλομενοις ειρηνην.
  2. λεγει γαρ που· Ουτος ο λαος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεστιν απ εμου.
  3. και παλιν· Τω στοματι αυτων ευλογουσαν, τη δε καρδια κατηρωντο.
  4. και παλιν λεγει· Ηγαπησαν αυτον τω στοματι αυτων και τη γλωσση εψευσαντο αυτον, η δε καρδια αυτων ουκ ευθεια μετ αυτου, επιστωθησαν εν τη διαθηκη αυτου.
  5. δια τουτο αλαλα γενηθητω τα χειλη τα λολια τα λαλουντα κατα του δικαιου ανομιαν· και παλιν· Εξολεθρευσαι κυριος παντα τα χειλη τα λολια, γλωσσαν μεγαλορημονα, τους ειποντας· Την γλωσσαν ημων μεγαλυνωμεν, τα χειλη ημων παρ ημιν εστιν· τις ημων κυριος εστιν;
  6. απο της ταλαιπωριας των πτωχων και απο του στεναγμου των πενητων νυν αναστησομαι, λεγει κυριος· θησομαι εν σωτηρια,
  7. παρρησιασομαι εν αυτω.

Chapter 16.

  1. Ταπεινοφρονουντων γαρ εστιν ο Χριστος, ουκ επαιρομενων επι το ποιμνιον.
  2. το σκηπτρον [της μεγαλωσυνης] του θεου, ο κυριος [ημων] Χριστος Ιησους, ουκ ελθεν εν κομπω αλαζονειας ουδε υπερηφανιας, καιπερ δυναμενος, αλλα ταπεινοφρονων, καθως το πνευμα το αγιον περι αυτου αλαλησεν· φησιν γαρ·
  3. κυριε, τις επιστευσεν τη ακοη; ημων; και ο βραχιον κυριου τινι απεκαλυφθη; ανηγγειλαμεν εναντιον αυτου, ως ριζα εν γη διψωση· ουκ εστιν ειδος αυτω, ουδε δοξα· και ειδομεν αυτον, και ουκ ειχεν ειδος ουδε καλλος, αλλα το ειδος αυτου ατιμον, εκλειπον παρα το ειδος των ανθρωπος εν πληγη ων και πονω και ειδως φερειν μαλακιαν, οτι απεστραπται το προσωπον αυτου, ητιμασθη και ουκ ελογιθη.
  4. ουτος τας αματιας ημων θερει και περι ημων οδυναται, καιημεις ελογισαμεθα αυτον ειναι εν πονω και εν πληγη και εν κακωσει.
  5. αυτος δε ετραυματισθη δια τας αμαρτιας ημων και μεμαλακισται δια τας ανομιας ημων. παιδεια ειρηνης επ αυτον· τω μωλωπι αυτου ημεις ιαθημεν.
  6. παντες ως προβατα επλανηθημεν, ανθρωπος τη ολω αυτου επλανηθη·
  7. και κυριος παρεδωκεν αυτον υπερ των αμαρτιων ημων, και αυτος δια το κεκακωσθαι ουκ ανοιγει το στομα· ως προβατον επι σφαγην εχθη, και ως αμςος εναντιον του κειραντος αφωνος, ουτως ουκ ανοιγει το στομα αυτου. εν τη ταπεινωσει η κρισις αυτου ηρθη·
  8. την γενεεαν αυτου τις διηγησεται; οτι αιρεται απο της γης η ζωη αυτου·
  9. απο των ανομιων του λαου μου ηκει εις θανατον.
  10. και δωσω τους πονηρους αντι της ταφης αυτου και τους πλουσιους αντι του θανατου αυτου· οτι ανομιαν ουκ εποιησεν, ουδε ευρεθη δολος εν τω στοματι αυτου και Κυριος βουλεται καθαρισαι αυτον της πληγης·
  11. εαν δωτε περι αναρτιας, η ψυχη υμων οψεται σπερμα μακροβιαν.
  12. και κυριος βουλεται αφελειν απο του πονου της ψυχης αυτου, δειξαι αυτω φως και πλασαι τη συνεσει, δικαιωσαι δικαιον ευ δουλευοντα πολλοις· και τας αμαρτιας αυτων αυτος ανοισει.
  13. Δια τουτο αυτος κληρονομησει πολλους και των ισχυρων μεριει σκυλα· ανθ ων παρεδοθη εις θανατον η ψυχη αυτου και τοις ανομιας ελογιθη·
  14. και αυτος αμαρτιας πολλων ανηνεγκεν και δια τας αμαρτιας αυτων παρεδοθη.
  15. και παλιν αυτος φησιν· Εγω δε ειμι σκωληξ και ουκ ανθρωπος, ονειλος ανθρωπων και εξουθενημα λαου.
  16. παντες οι θεωρουντες με εξεμυκτηρισαν με, ελαλησαν εν χειλεσιν, εκινησαν κεφαλην, Ηλπισεν επι κυριον, ρυσασθω αυτον, σωσατω αυτον, οτι θελει αυτον.
  17. Ορατε ανδρες αγαπητοι, τις ο υπογραμμος ο δεδομενος ημιν· ει γαρ ο κυριος ουτως εταπεινοφρονησεν, τι ποιησωμεν ημεις οι υπο τον ζυγον της χαριτος αυτου δι αυτου ελθοντες;