Epistle of Barnabas.

Chapters 9-12.


Chapter 9.

  1. Λεγει γαρ παλιν περι των ωτιων, πως περιετεμεν ημων την καρδιαν. λεγει κυριος εν τω προφητη· Εις ακοην ωτιου υπηκουσαν μου. και παλιν λεγει· Ακοη ακουσονται οι πορρωθεν, α εποιησα γνωσονται, και· Περιτμηητε, λεγει κυριος, τας καρδιας υμων.
  2. και παλιν λεγει· Ακουε, Ισραηλ, οτι ταδε λεγει κυριος οτ θεος σου. και παλιν το πνευμα κυριου προφητευει· Τις εστιν ο θελων ζησαι εις τον αιωνα; ακοη ακουσατω της φωνης του παιδος μου.
  3. και παλιν λεγει· Ακουε, ουρανε, και ενωτιζου, γη, οτι κυριος ελαλησεν ταυτα εις μαρτυριον. και παλιν λεγει· Ακουσατε, τεκνα, φωνης βοωντος εν τη ερημω.
  4. ουκουν περιετεμεν ημων τας ακοας, ινα ακουσαντες λογον πιστευσωμεν ημεις. Αλλα και η περιτομη εφ η πεποιθασιν κατηργηται, περιτομην γαρ ειρηκεν ου σαρκος γενηθηναι. αλλα παρεβησαν, οτι αγγελος πονηρος εσοφιζεν αυτους.
  5. λεγει προς αυτους· Ταδε λεγει κυριος ο θεος υμων, ωδε ευρισκω εντολην· Μη σπειρητε επ ακανθαις, περιτμηθητε τω κυριω υμων. και τι λεγει; Περιτμηθητε την σκληροκαρδιαν υμων, και τον τραχηλον υμων ου σκληρυνειτε. λαβε παλιν· Ιδου, λεγει κυριος, παντα τα εθνη απεριτμητα ακροβυστιαν, ο δε λαος ουτος απεριτμητος καρδιας.
  6. Αλλ ερεις· Και μην περιτετμηται ο λαος εις σφραγιδα. αλλα και πας Συρος και Αραψ και παντες οι ιερεις των ειδωλων· αρα ουν κακεινοι εκ της διαθηκης αυτων εισιν; αλλα και οι Αιγυπτιοι εν περιτομη εισιν.
  7. Μαθετε ουν, τεκνα αγαπης, περι παντων πλουσιως, οτι Αβρααμ, πρωτος περιτομην δους, εν πνευματι προβλεψας εις τον Ιησουν περιετεμεν, λαβων τριων γραμματων δογματα.
  8. λεγει γαρ· Και περιετεμεν Αβρααμ εκ του οικου αυτου ανδρας δεκαοκτω και τρακοσιους. τις ουν η δοθεισα αυτω γνωσισ; μαθετε οτι τους δεκαοκτω, Ι δεκα, Η οκτω· εχεις Ιησουν. οτι δε ο σταυρος εν τω Τ ημελλεν εχειν την χαριν, λεγει και τριακοσιους. δηλοι ουν τον μεν Ιησουν εν τοις δυσιν γραμμασιν, και εν τω ενι τον σταυρον.
  9. οιδεν ο την εμφυτον δωρεαν της διαθηκης αυτου θεμενος εν ημιν. ουδεις γνησιωτερον εμαθεν απ εμου λογον, αλλα οιδα οτι αξιοι εστε υμεις.

Chapter 10.

  1. Οτι δε Μωυσης ειπεν· Ου φαγεσθε χοιρον ουτε αετον ουτε οξυπτερον ουτε κορακα, ουτε παντα ιχθυν ος ουκ εχει λεπιδα εν εαυτω, τρια ελαβεν εν τη συνεσει δογματα.
  2. περας γε τοι λεγει αυτοις εν τω Δευτερονομιω· Και διαθησομαι προς τον λαον τουτον τα κικαιωματα μου. αρα ουν ουκ εστιν εντολη θεου το μη τρωγειν, Μωυσης δε εν πνευματι ελαλησεν.
  3. το ουν χοιριον προς τουτο ειπεν· ου κολληθηση, φησιν, ανθρωποις τοιουτοις, οιτινες εισιν ομοιοι χοιρων· τουτεστιν οταν σπαταλωσιν επιλανθανονται του κυριου, οταν δε υστερουνται, επιγινωσκουσιν τον κυριον, ως και ο χοιρος οταν τρωγει τον κυριον ουκ οιδεν, οταν δε πεινα κραυγαζει, και λαβων παλιν σιωπα.
  4. Ουτε φαγη τον αετον ουδε τον εξυπτερον ουδε τον ικτινα ουδε τον κορακα· ου μη, φησιν, κολληθηση ουδε ομοιωθηση ανθρωποις τοιουτοις, οιτινες ουκ οιδασιν δια κοπου και ιδρωτος εαυτοις ποριζειν την τροφην, αλλα αρπαζουσιν τα αλλοτρια εν ανομια αυτων και επιτηρουσιν, εν ακεραιοσυνη περιπατουντες, και περιβλεπονται τινα εκδυσωσιν δια την πλεονεξιαν, ως και τα ορνεα ταυτα μονα εαυτοις ου ποριζει την τροφην, αλλα αργα καθημενα εκζητει πως αλλοτριας σαρκας φαγη, οντα λοιμα τη πονηρια αυτων.
  5. Και ου φαγη, φησιν, σμυραιναν ουδε πωλυπα ουδε σηπιαν· ου μη φησιν, ομοιωθηση ανθρωποις τοιουτοις, οιτινες εις τελος εισιν ασεβεις και κεκριμενοι ηδη τω θανατω, ως και ταυτα τα ιχθυδια μονα επικαταρατα εν τω βυθω νηχεται, μη κολυμβωντα ως τα λοιπα, αλλα εν τη γη κατω του βυθου κατοικει.
  6. αλλα και τον δασυποδα ου μη φαγη. προς τι; ου μη γενη, φησιν, παιδοφθορος ουδε ομοιωθηση τοις τοιουτοις, οτι ο λαγωος κατ ενιαυτον πλεονεκτει την αφοδευσιν· οσα γαρ ετη ζη, τοσαυτας εχει τρυπας.
  7. αλλα ουδε την υαιναν φαγη· ου μη, φησιν, γενη μοιχος ουδε φθορευς ουδε ομοιωθηση τοις τοιουτοις. προς τι; οτιν το ζωον τουτο παρ ενιαυτον αλλασσει την φυσιν, και ποτε μεν αρρεν, ποτε δε θηλυ γινεται.
  8. αλλα και την γαλην εμισησεν καλως. ου μη, φησιν, γενηθης τοιουτος, οιους ακουομεν ανομιαν ποιουντας εν τω στοματι δι ακαθαρσιαν, ουδε κολληθηση ταις ακαθαρτοις ταις την ανομιαν ποιουσαις εν τω στοματι. το γαρ ζωον τουτο τω στοματι κυει.
  9. Περι μεν των βρωματων λαβων Μωυσης τρια δογματα ουτως εν πνευματι ελαλησεν, οι δε κατ επιθυμιαν της σαρκος ως περι βρωσεως προσεδεξαντο.
  10. λαμβανει δε των αυτων τριων δογματων γνωσιν Δαυιδ, και λεγει· Μακαριος ανηρ ος ουκ επορευθη εν βουλη ασεβων, καθως και οι ιχθυες πορευονται εν σκοτει εις τα βαθη, και εν οδω αμαρτωλων ουκ εστη, καθως οι δοκουντες φοβεισθαι τον κυριον αμαρτανουσιν ως ο χοιρος, και επι καθεδραν λοιμων ουκ εκαθισεν, καθως τα πετεινα τα καθημενα εις αρπαγην. εχετε τελειως και περι της βρωσεως.
  11. Παλιν λεγει Μωυσης· Φαγεσθε παν διχηλουν και μαρυκωμενον. τι λεγει; οτι την τροφην λαμβανων οιδεν τον τρεφοντα αυτον, και επ αυτω αναπαυομενος ευφραινεσθαι δοκει. καλως ειπεν βλεπων την εντολην. τι ουν λεγει; κολλασθε μετα των φοβουμενων τον κυριον, μετα των μελετωντων ο ελαβον διασταλμα ρηματος εν τη καρδια, μετα των λαλουντων τα δικαιωματα κυριου και τηρουντων, μετα των ειδοτων οτι η μελετη εστιν εργον ευφροσυνης και αναμαρυκωμενων τον λογον κυριου. τι δε το διχηλουν; οτι ο δικαιος και εν τουτω τω κοσμω περιπατει και τον αγιον αιωνα εκδεχεται. βλεπετε πως ενομοθετησεν Μωυσης καλως.
  12. αλλα ποθεν εκεινοις ταυτα νοησαι η συνιεναι; ημεις δε δικαιως νοησαντες τας εντολας, λαλουμεν ως ηθελησεν ο κυριος. δια τουτο περιετεμεν τας ακοας ημων και τας καρδιας, ινα συνιωμεν ταυτα.

Chapter 11.

  1. Ζητησωμεν δε ει εμελησεν τω κυριω προφανερωσαι περι του υδατος και περι του σταυρου. περι μεν του υδατος, γεγραπται επι τον Ισραηλ πως το βαπτισμα το φερον αφεσιν αμαρτιων ου μη προσδεξονται, αλλ εαυτοις οικοδομησουσιν.
  2. λεγει γαρ ο προφητης· Εκστηθι ουρανε, και επι τουτω πλειον φριξατω η γη, οτι δυο και πονηρα εοιησεν ο λαος ουτος· εμε εγκατελιπον, πηγην ζωης, και εαυτοις ωρυξαν βοθρον θανατου.
  3. Μη πετρα ερημος εστιν το ορος το αγιον μου Σινα; εσεσθε γαρ ως πετεινου νοσσοι ανιπταμενοι νοσσιας αφηρημενοι.
  4. και παλιν λεγει ο προφητης· Εγω πορευσομαι εμπροσθεν σου και ορη ομαλιω και πυλας χαλκας συντριψω και μοχλους σιδηρους συνκλασω, και δωσω σοι θησαυρος σκοτεινους, αποκρυφους, αορατους, ινα γνωσιν οτι εγω κυριος ο θεος, και· Κατοικησεις εν υψηλω σπηλαιω πετρας ισχυρας,
  5. και· Το υδωρ αυτου πιστον· βασιλεα μετα δοξης οψεσθε, και η ψυχη υμων μελετησει φοβον κυριου.
  6. και παλιν εν αλλω προφητη λεγει· Και εσται ο ταυτα ποιων ως το ξυλον το πεφυτευμενον παρα τας διεξοδους των υδατων, ο τον καρπον αυτου δωσει εν καιρω αυτου, και το φυλλον αυτου ουκ απορυησεται, και παντα οσα αν ποιη κατευοδωθησεται.
  7. ουχ ουτως οι ασεβεις, ουχ ουτως, αλλ η ως ο χνους ον εκριπτει ο ανεμος απο προσωπου της γης. δια τουτο ουκ αναστησονται ασεβεις εν κρισει, ουδε αμαρτωλοι εν βουλη δικαιων, οτι γινωσκει κυριος οδον δικαιων, και οδος ασεβων απολειται.
  8. αισθανεσθε πως το υδωρ και τον σταυρον επι το αυτο ωρισεν. τουτο γαρ λεγει μακαριοι οι επι τον σταυρον ελπισαντες κατεβησαν εις το υδωρ, οτι τον μεν μισθον λεγει εν καιρω αυτου· τοτε, φησιν, αποδωσω. νυν δε ο λεγει· Τα φυλλα ουκ απορυησεται. τουτο λεγει οτι παν ρημα ο εαν εξελευσεται εξ υμων δια του στοματος υμων εν πιστει και αγαπη εσται εις επιστροφην και ελπιδα πολλοις.
  9. και παλιν ετερος προφητης λεγει· Και ην η γη του Ιακωβ επαινουμενη παρα πασαν την γην. τουτο λεγει· το σκευος του πνευματος αυτου δοξαζει.
  10. ειτα τι λεγει; Και ην ποταμος ελκων εκ δεξιων, και ανεβαινεν εξ αυτου δενδρα ωραια· και ος αν φαγη εξ αυτων ζησεται εις τον αιωνα.
  11. τουτο λεγει οτι ημεις μεν καταβαινομεν εις το υδωρ γεμοντες αμαρτιων και ρυπου, και αναβαινομεν καρποφορουντες εν τη καρδια, και τον φοβον και την ελπιδα εις τον Ιησουν εν τω πνευματι εχοντες. Και ος αν φαγη απο τουτων ζησεται εις τον αιωνα, τουτο λεγει· ος αν, φησιν, ακουση τουτων λαλουμενων και πιστευση ζησεται εις τον αιωνα.

Chapter 12.

  1. Ομοιως παλιν περι του σταυρου οριζει εν αλλω προφητη λεγοντι· Και τοτε ταυτα συντελεσθησεται; λεγει κυριος· Οταν ξυλον κλιθη και αναστη, και οταν εκ ξυλου αιμα σταξη. εχεις παλιν περι του σταυρου και του σταυρουσθαι μελλοντος.
  2. λεγει δε παλιν τω Μωυση, πολεμουμενου του Ισραηλ υπο των αλλοφυλων, και ινα υπομνηση αυτους πολεμουμενους οτι δια τας αμαρτιας αυτων παρεδοθησαν εις θανατον, λεγει εις την καρδιαν Μωυσεως το πνευμα, ινα ποιηση τυπον σταυρου και του μελλοντος πασχειν, οτι εαν μη φησιν, ελπισωσιν επ αυτω, εις τον αιωνα πολεμηθησονται. τιθησιν ουν Μωυσης εν εφ εν οπλον εν μεσω της πυγμης, και σταθεις υψηλοτερος παντων εξετεινεν τας χειρας, και ουτως παλιν ενικα ο Ισραηλ. ειτα, οποταν καθειλεν, εθανατουντο.
  3. προς τι; ινα γνωσιν οτι ου δυνανται σωθηναι εαν μη επ αυτω ελπισωσιν.
  4. και παλιν εν ετερω προφητη λεγει· Ολην την ημεραν εξεπετασα τας χειρας μου προς λαον απειθη και αντιλεγοντα οδω δικαια μου.
  5. παλιν Μωυσης ποιει τυπον του Ιησου, οτι δει αυτον παθειν, και αυτος ζωοποιησει ον δοξουσιν απολωλεκεναι εν σημειω, πιπτοντος του Ισραηλ. εποιησεν γαρ κυριος παντα οφιν δακνειν αυτους, και απεθνησκον, επειδη η παραβασις δια του οφεως εν Ευα εγενετο, ινα ελεγξη αυτους οτι δια την παραβασιν αυτων εις θλιψιν θανατου παραδοθησονται.
  6. περας γε τοι αυτος Μωυσης εντειλαμενος· Ουκ εσται υμιν ουτε χωνευτον ουτε γλυπτον εις θεον υμιν, αυτος ποιει, ινα τυπον του Ιησου δειξη. ποιει ουν Μωυσης χαλκουν οφιν και τιθησιν ενδοξως, και κηρυγματι καλει τον λαον.
  7. ελθοντες ουν επι το αυτο εδεοντο Μωυσεως ινα περι αυτων ανενεγκη δεησιν περι της ιασεως αυτων. ειπεν δε προς αυτους Μωυσης· Οταν, φησιν, δηχθη τις υμων, ελθετω επι τον οφιν τον επι του ξυλου επικειμενον και ελπισατω, πιστευσας οτι αυτος ων νεκρος δυναται ζωοποιησαι, και παραχρημα σωθησεται. και ουτως εποιουν. εχεις παλιν και εν τουτοις την δοξαν του Ιησου, οτι εν αυτω παντα και εις αυτον.
  8. Τι λεγει παλιν Μωυσης Ιησου υιω Ναυη επιθεις αυτω τουτο το ονομα, οντι προφητη, ινα μονον ακουση πας ο λαος οτι ο πατηρ παντα φανεροι περι του υιου Ιησου;
  9. λεγει ουν Μωυσης Ιησου υιω Ναυη επιθεις τουτο ονομα οποτε επεμψεν αυτον κατασκοπον της γης· Λαβε βιβλιον εις τας χειρας σου και γραψον α λεγει κυριος, οτι εκκοψει εκ ριζων τον οικον παντα του Αμαληκ ο υιος του θεου επ εσχατων των ημερων.
  10. ιδε παλιν Ιησους, ουχι υιος ανθρωπου αλλα υιος του θεου, τυπω δε εν σαρκι φανερωθεις. Επει ουν μελλουσιν λεγειν οτι ο Χριστος υιος Δαυιδ εστιν, αυτος προφητευει Δαυιδ, φοβουμενος και συνιων την πλανην των αμαρτωλων· Ειπεν κυριος τω κυριω μου· Καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
  11. και παλιν λεγει ουτως Ησαιας· Ειπεν κυριος τω Χριστω μου κυριω, ου εκρατησα της δεξιας αυτου, επακουσαι εμπροσθεν αυτου εθνη, και ισχυν βασιλεων διαρρηξω. ιδε πως Δαυιδ λεγει αυτον κυριον, και υιον ου λεγει.