Epistle of Barnabas.

Chapters 5-8.


Chapter 5.

  1. Εις τουτο γαρ υπεμεινεν ο κυριος παραδουναι την σαρκα εις καταφθοραν, ινα τη αφεσει των αμαρτιων αγνισθωμεν, ο εστιν εν τω αιματι του ραντισματος αυτου.
  2. γεγραπται γαρ περι αυτου α μεν προς τον Ισραηλ, α δε προς ημας· λεγει δε ουτως· Ετραυματισθη δια τας ανομιας ημων και μεμαλακισται δια τας αμαρτιας ημων· τω μωλωπι αυτου ημεις ιαθημεν. ως προβατον επι σφαγην ηχθη και ως αμνος αφωνος εναντιον του κειραντος αυτον.
  3. ουκουν υπερευχαριστειν οφειλομεν τω κυριω, οτι και τα παρεληλυθοτα ημιν εγνωρισεν και εν τοις ενεστωσιν ημας εσοφισεν, και εις τα μελλοντα ουκ εσμεν ασυνετοι.
  4. λεγει δε η γραφη· Ουκ αδικως εκτεινεται δικτυα πτερωτοις. τουτο λεγει οτι δικαιως απολειται ανθρωπος, ος εχων οδου δικαιοσυνης γνωσιν, εαυτον εις οδον σκοτους αποσυνεχει.
  5. ετι δε και τουτο, αδελφοι μου· ει ο κυριος υπεμεινεν παθειν περι της ψυχης ημων, ων παντος του κοσμου κυριος, ω ειπεν ο θεος απο καταβολης κοσμου· Ποιησωμεν ανθρωπον κατ εικονα και καθ ομοιωσιν ημετεραν, πως ουν υπεμεινεν υπο χειρος ανθρωπων παθειν; μαθετε.
  6. οι προφηται, απ αυτου εχοντες την χαριν, εις αυτον εμπροφητευσαν. αυτος δε ινα καταργηση τον θανατον και την εκ νεκρων αναστασιν δειξη, οτι εν σαρκι εδει αυτον φανερωθηναι, υπεμεινεν,
  7. ινα και τοις πατρασιν την επαγγελιαν αποδω και, αυτος εαυτω τον λαον τον καινον ετοιμαζων, επιδειξη, επι της γης ων, οτι την αναστασιν αυτος ποιησας κρινει.
  8. περας γε τοι διδασκων τον Ισραηλ και τηλικαυτα τερατα και σημεια ποιων, εκηρυσσεν και υπερηγαπησεν αυτον.
  9. οτε δε τους ιδιους αποστολους τους μελλοντας κηρυσσειν το ευαγγελιον αυτου εξελεξατο, οντας υπερ πασαν αμαρτιαν ανομωτερους ινα δειξη οτι ουκ ηλθεν καλεσαι δικαιους αλλα αμαρτωλους, τοτι εφανερωσεν εαυτον ειναι υιον θεου.
  10. ει γαρ μη ηλθεν εν σαρκι, ουδ αν πως οι ανθρωποι εσωθησαν βλεποντες αυτον· οτε τον μελλοντα μη ειναι ηλιον, εργον των χειρων αυτου υπαρχοντα, εμβλεποντες ουκ ισχυουσιν εις τας ακτινας αυτου αντοφθαλμησαι.
  11. ουκουν ο υιος του θεου εις τουτο εν σαρκι ηλθεν, ινα το τελειον των αμαρτιων ανακεφαλαιωση τοις διωξασιν εν θανατω τους προφητας αυτου.
  12. ουκουν εις τουτο υπεμεινεν. λεγει γαρ ο θεος την πληγην της σαρκος αυτου οτι εξ αυτων· Οταν παταξωσιν τον ποιμενα εαυτων, τοτε απολειται τα προβατα της ποιμενης.
  13. αυτος δε ηθελησεν ουτω παθειν, εδει γαρ ινα επι ξυλου παθη. λεγει γαρ ο προφητευων επ αυτω· Φεισαι μου της θυχης απο ρομφαιας, και· Καθηλωσον μου τας σαρκας, οτι πονηρευομενων συναγωγαι επανεστησαν μοι.
  14. και παλιν λεγει· Ιδου, τεθεικα μου τον νωτον εις μαστιγας, τας δε σιαγονας μου εις ραπισματα, το δε προσωπον μου εθηκα ως στερεαν πετραν.

Chapter 6.

  1. Οτε ουν εποιησεν την εντολην, τι λεγει; Τισ ο κρινομενος μοι; αντιστητω μοι· η τις ο δικαιουμενος μοι; εγγισατω τω παιδι κυριου.
  2. ουαι υμιν, οτι υμεις παντες ως ιματιον παλαιωθησεσθε, και σης καταφαγεται υμας. και παλιν λεγει προφητης, επει ως λιθος ισχυρος ετεθη εις συντριβην· Ιδου, εμβαλω εις τα θεμελια Σιων λιθον πολυτελη, εκλεκτον, ακρογωνιαιον, εντιμον.
  3. ειτα τι λεγει; Και ος ελπισει επ αυτον ζησεται εις τον αιωνα. επι λιθον ουν ημων η ελπις; μη γενοιτο· αλλ επει εν ισχυι τεθεικεν την σαρκα αυτου ο κυριος. λεγει γαρ· Και εθηκεν με ως στερεαν πετραν.
  4. λεγει δε παλιν ο προφητης· Λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας. και παλιν λεγει· Αυτη εστιν η ημερα η μεγαλη και θαυμαστη, ην εποιησεν ο κυριος.
  5. απλουστερον υμιν γραφω, ινα συνιητε, εγω περιψημα της αγαπης υμων.
  6. τι ουν λεγει παλιν ο προφητης; Περιεσχεν με συναγωγη πονηρευομενων, εκυκλωσαν με ωσει μελισσαι κηριον, και· Επι τον ιματισμον μου εβαλον κληρον.
  7. εν σαρκι ουν αυτου μελλοντος φανερουσθαι και πασχειν, προεφανερωθη το παθος. λεγει γαρ ο προφητης επι τον Ισραηλ· Ουαι τη ψυχη αυτων, οτι βεβουλευνται βουλην πονηραν καθ εαυτων, ειποντες· Δησωμεν τον δικαιον, οτι δυσχρηστος ημιν εστιν.
  8. τι λεγει ο αλλος προφητης Μωυσης αυτοις; Ιδου, ταδε λεγει κυριος ο θεος· Εισελθατε εις την γην αγαθην, ην ωμοσεν κυριος τω Αβρααμ και Ισαακ και Ιακωβ, και κατακληρονομησατε αυτην, γην ρεουσαν γαλα και μελι.
  9. τι δε λεγει η γνωσις, μαθετε· Ελπισατε επι τον εν σαρκι μελλοντα φανερουσθαι υμιν Ιησουν. ανθρωπος γαρ γη εστιν πασχουσα· απο προσωπου γαρ της γης η πλασις του Αδαμ εγενετο.
  10. τι ουν λεγει· Εις την γην την αγαθην, γην ρεουσαν γαλα και μελι; ευλογητος ο κυριος ημων, αδελφοι, ο σοφιαν και νουν θεμενος εν ημιν των κρυφιων αυτου. λεγει γαρ ο προφητης παραβολην κυριου· τις νοησει, ει μη σοφος και επιστημων και αγαθων τον κυριον αυτου;
  11. επει ουν ανακαινισας ημας εν τη αφεσει των αμαρτιων, εποιησεν ημας αλλον τυπον, ως παιδιων εχειν την ψυχην, ως αν δη αναπλασσοντος αυτου ημας.
  12. λεγει γαρ η γραφη περι ημων, ως λεγει τω υιω· Ποιησωμεν κατ εικονα και καθ ομοιωσιν ημων τον ανθρωπον, και αρχετωσαν των θηριων της γης και των πετεινων του ουρανου και των ιχθυων της θαλασσης. και ειπεν κυριος, ιδων το καλον πλασμα ημων· Αυξανεσθε και πληθυνεσθε και πληρωσατε την γην. ταυτα προς τον υιον.
  13. παλιν σοι επιδειξω πως προς ημας λεγει κυριος. δευτεραν πλασιν επ εσχατων εποιησεν. λεγει δε κυριος· Ιδου, ποιω τα εσχατα ως τα πρωτα. εις τουτο ουν εκηρυξεν ο προφητης· Εισελθατε εις γην ρεουσαν γαλα και μελι, και κατακυριευσατε αυτης.
  14. ιδε ουν ημεις αναπεπλασμεθα, καθως παλιν εν ετερω προφητη λεγει· Ιδου, λεγει κυριος, εξελω τουτων, τουτεστιν ων προεβλεπεν το πνευμα κυριου, τας λιθινας καρδιας, και εμβαλω σακινας, οτιν αυτος εν σαρκι εμελλεν φανερουσθαι και εν ημιν κατοικειν.
  15. ναος γαρ αγιος, αδελφοι μου, τω κυριω το κατοικητηριον ημων της καρδιας.
  16. λεγει γαρ κυριος παλιν· Και εν τινι οφθησομαι τω κυριω τω θεω μου και δοξασθησομαι; εξομολογησομαι σοι εν εκκλησια αδελφων μου, και ψαλω σοι αναμεσον εκκλησιας αγιων. ουκουν ημεις εσμεν ους εισηγαγεν εις την γην την αγαθην.
  17. τι ουν το γαλα και το μελι; οτι πρωτον το παιδιον μελιτι, ειτα γαλακτι ζωοποιειται. ουτως ουν και ημεις τη πιστει της επαγγελιας και τω λογω ζωοποιουμενοι ζησομεν κατακυριευοντες της γης.
  18. προειρηκαμεν δε επανω· Και αυξανεσθωσαν και πληθυνεσθωσαν και αρχετωσαν των ιχθυων. τις ουν ο δυναμενος νυν αρχειν θηριων η ιχθυων η πετεινων του ουρανου; αισθανεσθαι γαρ οφειλομεν οτι το αρχειν εξουσιας εστιν, ινα τις επιταξας κυριευση.
  19. ει ουν ου γινεται τουτο νυν, αρα ημιν ειρηκεν ποτε· οταν και αυτοι τελειωθωμεν κληρονομοι της διαθηκης κυριου γενεσθαι.

Chapter 7.

  1. Ουκουν νοειτε, τεκνα ευφροσυνης, οτι παντα ο καλος κυριος προεφανερωσεν ημιν, ινα γηωμεν ω κατα παντα ευχαριστουντες οφειλομεν αινειν.
  2. ει ουν ο υιος του θεου, ων κυριος και μελλων κρινειν ζωντας και νεκρους, επαθεν ινα η πληγη αυτου ζωοποηση ημας, πιστευσωμεν οτι ο υιος του θεου ουκ ηδυνατο παθειν ει μη δι ημας.
  3. Αλλα και σταυρωθεις εποτιζετο οξει και χολη. ακουσατε πως περι τουτου πεφανερωκαν οι ιερεις του ναου· γεγραμμενης εντολης· Ος αν μη νηστευση την νηστειαν, θανατω εξολεθρευθησεται, ενετειλατο κυριος επει και αυτος υπερ των ημετερων αμαρτιων εμελλεν το σκευος του πνευματιος προσφερειν θυσιαν, ινα και ο τυπος ο γενομενος επι Ισαακ του προσενεχθεντος επι το θυσιαστηριον τελεσθη.
  4. τι ουν λεγει εν τω προφητη; Και φαγετωσαν εκ του τραγου του προσφερομενου τη νηστεια υπερ πασων των αμαρτιων, προσεχετε ακριβως, και φαγετωσαν οι ιερεις μονοι παντες το εντερον απλυτον μετα οξους.
  5. προς τι; επειδη εμε, υπερ αμαρτιων μελλοντα του λαου μου του καινου προσφερειν την σαρκα μου, μελλετε ποτιζειν χολην μετα οξους, φαγετε υμεις μονοι, του λαου νηστευοντος και κοπτομενου επι σακκου και σποδου, ινα δειξη οτι δει αυτον παθειν υπ αυτων.
  6. α ενετειλατο προσεχετε· Λαβετε δυο τραγους καλους και ομοιους και προσενεγκατε, και λαβετω ο ιερευς τον ενα εις ολοκαυτωμα υπερ αμαρτιων.
  7. τον δε ενα τι ποιησωσιν; επικαταρατος, φησιν, ο εις. προσεχετε πως ο τψπος του Ιησου φανερουται.
  8. και εμπτυσατε παντες και κατακεντησατε και περιθετε το εριον το κοκκινον περι την κεφαλην αυτου, και ουτως εις ερημον βληθητω. και οταν γενηται ουτως, αγει ο βασταζων τον τραγον εις την ερημον, και αφαιρει το εριον και επιτιθησιν αυτο επι φρυγανον το λεγομενον ραχη{λ}, ου και τους βλαστους ειωθαμεν τρωγειν εν τη χωρα ευρισκοντες· ουτω μονης της ραχης οι καρποι γλυκεις εισιν.
  9. τι ουν τουτο εστιν; προσεχετε· Τον μεν ενα επι το θυσιαστηριον, τον δε ενα επικαταρατον, και οτι τον επικαταρατον εστεφανωμενον. επειδη οψονται αυτον τοτε τη ημερα τον ποδηρη εχοντα τον κοκκινον περι την σαρκα και ερουσιν· Ουχ ουτος εστιν ον ποτε ημεις εσταυρωσαμεν και εξουθενησαμεν εμπτυσαντες; αληθως ουτος ην ο τοτε λεγων εαυτον υιον του θεου ειναι.
  10. πως γαρ ομοιος εκεινω; εις τουτο ομοιους τους τραγους, καλους, ισους ινα οταν ιδωσιν αυτον τοτε ερχομενον, εκπλαγωσιν επι τη ομοιοτητι του τραγου. ουκουν ιδε τον τυπον του μελλοντος πασχειν Ιησου.
  11. τι δε οτι το εριον εις μεσον των ακανθων τιθεασιν; τυπος εστιν του Ιησου τη εκκλησια θεμενος, οτι ος εαν θελη το εριον αραι το κοκκινον, δει αυτον πολλα παθειν δια το ειναι φοβεραν την ακανθαν, και θλιβεντα κυριευσαι αυτου. ουτω, φησιν, οι θελοντες με ιδειν και αψασθαι μου της βασιλειας οφειλουσιν θλιβεντες και παθοντες λαβειν με.

Chapter 8.

  1. Τινα δε δοκειτε τυπον ειναι, οτι εντεταλται τω Ισραηλ προσφερειν δαμαλιν τους ανδρας εν οις εισιν αμαρτιαι τελειαι, και σφαξαντας κατακαιειν, και αιρειν τοτε τα παιδια σποδον και βαλλειν εις αγγη, και περιτιθεναι το εριον το κοκκινον επι ξυλον, ιδε παλιν ο τυπος ο του σταυρου και το εριον το κοκκινον, και το υσσωπον, και ουτως ραντιζειν τα παιδια καθ ενα τον λαον, ινα αγνιζωνται απο των αμαρτιων;
  2. νοειτε πως εν απλοτητι λεγεται υμιν· ο μοσχος ο Ιησους εστιν, οι προσφεροντες ανδρες αμαρτωλοι οι προσενεγκαντες αυτον επι την σπαγην. ειτα ουκετι ανδρες, ουκετι αμαρτωλων η δοξα.
  3. οι ραντιζοντες παιδες οι ευαγγελισαμενοι ημιν την αφεσιν των αμαρτιων και τον αγνισμον της καρδιας, οις εδωκεν του ευαγγελιου την εξουσιαν, ουσιν δεκαδυο εις μαρτυριον των φυλων, οτι δεκαδυο φυλαι του Ισραηλ, εις το κηρυσσειν.
  4. διατι δε τρεις παιδες οι ραντιζοντες; εις μαρτυριον Αβρααμ, Ισαακ, Ιακωβ, οτι ουτοι μεγαλοι τω θεω.
  5. οτι δε το εριον επι το ξυλον· οτι η βασιλεια Ιησου επι ξυλου, και οτι οι ελπιζοντες επ αυτον ζησονται εις τον αιωνα.
  6. διατι δε αμα το εριον και το υσσωπον; οτι εν τη βασιλεια αυτου ημεραι εσονται πονηραι και ρυπαραι, εν αις ημεις σωθησομεθα, οτι και ο αλγων σαρκα δια του ρυπου του υσσωπου ιαται.
  7. και δια τουτο ουτως γενομενα ημιν μεν εστιν φανερα, εκεινοις δε σκοτεινα, οτι ουκ ηκουσαν φωνης κυριου.