Epistle of Barnabas.

Chapters 17-21.


Chapter 17.

  1. Εφ οσον ην εν δυνατω και απλοτητι δηλωσαι υμιν, ελπιζει μου η ψυχη {τη επιθυμια μου} μη παραλελοιπεναι τι {των ανηκοντων εις σωτεριαν}.
  2. εαν γαρ περι των ενεστωτων η μελλοντων γραφω υμιν, ου μη νοησητε δια το εν παραβολαις κεισθαι. ταυτα μεν ουτως.

Chapter 18.

  1. Μεταβωμεν δε και επι ετεραν γνωσιν και διδαχην. οδοι δυο εισιν διδαχης και εξουσιας, η τε του φωτος και η του σκοτους· διαφορα δε πολλη των δυο οδων. εφ ης μεν γαρ εισιν τεταγμενοι φωταγωγοι αγγελοι του θεου, εφ ης δε αγγελοι του Σατανα.
  2. και ο μεν εστιν κυριος απο αιωνων και εις τους αιωνας, ο δε αρχων καιρου του νυν της ανομιας.

Chapter 19.

  1. Η ουν οδος του φωτος εστιν αυτη· εαν τις θελων οδον οδευειν επι τον ωρισμενον τοπον σπευση τοις εργοις αυτου. εστιν ουν η δοθεισα ημιν γνωσις του περιπατειν εν αυτη τοιαυτη·
  2. αγαπησεις τον ποιησαντα σε, φοβηθηση τον σε πλασαντα, δοξασεις τον σε λυτρωσαμενον εκ θανατου. εση απλους τη καρδια και πλουσιος τω πνευματι. ου κολληθηση μετα των πορευομενων εν οδω θανατου, μισησεις παν ο ουκ εστιν αρεστον τω θεω, μισησεις πασαν υποκρισιν· ου μαη εγκαταλιπης εντολας κυριου.
  3. ουχ υψωσεις σεαυτον, εση δε ταπεινοφρων κατα παντα. ουκ αρεις επι σεαυτον δοξαν. ου λημψη βουλην πονηραν κατα του πλησιον σου. ου δωσεις τη ψυχη σου θρασος.
  4. ου πορνευσεις, ου μοιχευσεις, ου παιδοφθορησεις. ου μη σου ο λογος του θεου εξελθη εν ακαθαρσια τινων. ου λημψη προσωπον ελεγξαι τινα επι παραπτωματι. εση πραυς, εση ησυχιος, εση τρεμων τους λογους ους ηκουσας. ου μνησικακησεις τω αδελφω σου.
  5. ου μη διψυχησης ποτερον εσται η ου. ου μη λαβης επι ματαιω το ονομα κυριου. αγαθησεις τον πλησιον σου υπηρ την ψυχην σου. ου φονευσεις τεκνον εν φθορα, ουδε παλιν γεννηθεν αποκτενεις. ου μη αρης την χειρα σου απο του υιου σου η απο της θυγατρος σου, αλλα απο νεοτητος διδαξεις φοβον θεου.
  6. ου μη γενη επιθυμων τα του πλησιον σου, ου μη γενη πλεονεκτης. ουδε κολληθηση εκ ψυχης σου μετα υψηλων, αλλα μετα ταπεινων και δικαιων αναστραφηση. τα συμβαινοντα σοι ενεργηματα ως αγαθα προσδεξη, ειδως οτι ανευ θεου ουδεν γινεται.
  7. ουκ εση διγνωμων ουδε διγλωσσος. υποταγηση κυριοις ως τυπω θεου εν αισχυνη και φοβω. ου μη επιταξης δουλω σου η παιδισκη εν πικρια, τοις επι τον αυτον θεον ελπιζουσιν, μηποτε ου μη φοβηθησονται τον επ αμφοτεροις θεον, οτι ηλθεν ου κατα προσωπον καλεσαι, αλλ εφ ους το πνευμα ητοιμασεν.
  8. κοινωνησεις εν πασιν τω πλησιον σου, και ουκ ερεις ιδια ειναι. ει γαρ εν τω αφθαρτω κοινωνοι εστε, ποσω μαλλον εν τοις φθαρτοις. ουκ εση προγλωσσος, παγις γαρ το στομα θανατου. οσον δυνασαι υπερ της ψυχης σου αγνευσεις.
  9. μη γινου προς μεν το λαβειν εκτεινων τας χειρας, προς δε το δουναι συσπων. αγαπησεις ως κορην του οφθαλμου σου παντα τον λαλουντα σοι τον λογον κυριου.
  10. μνησθηση ημεραν κρισεως νυκτος και ημερας, κα εκζητησεις καθ εκαστην ημεραν τα προσωπα των αγιων, η δια λογου κοπιων και πορευομενος εις το παρακαλεσαι και μελετων εις το σωσαι ψυχην τω λογω, η δια των χειρων σου εργαση εις λυτρον αμαρτιων σου.
  11. ου διστασεις δουναι ουδε διδους γογγυσεις, γνωση δε τις ο του μισθου καλος ανταποδοτης. φυλαξεις α παρελαβες, μητε προστιθεις μητε αφαιρων. εις τελος μισησεις τον πονηρον. κρινεις δικαιως.
  12. ου ποιησεις σχισμα, ειρηνευσεις δε μαχομενους συναγαγων. εξομολογηση επι αμαρτιαις σου. ου προσηξεις επι προσευχην εν συνειδησει πονηρα. αυτη εστιν η οδος του φωτος.

Chapter 20.

  1. Η δε του μελανος οδος εστιν σκολια και καταρας μεστη. οδος γαρ εστιν θανατου αιωνιου μετα τιμωριας, εν η εστιν τα απολλυντα την ψυχην αυτων· ειδωλολατρεια, θρασυτης, υψος δυναμεως, υποκρισις, διπλοκαρδια, μοιχεια, φονος, αρπαγη, υπερηφανια, παραβασις, δολος, κακια, αυθαδεια, φαρμακεια, μαγεια, πλεονεξια, αφοβια θεου·
  2. διωκται των αγαθων, μισουντες αληθειαν, αγαπωντες ψευδος, ου γινωσκοντες μισθον δικαιοσυνης, ου κολλωμενοι αγαθω, ου κρισει δικαια, χηρα και ορφανω ου προσεχοντες, αγρυπνουντες ουκ εις φοβον θεου, αλλα επι το πονηρον, ων μακραν και πορρω πραυτης και υπομονη, αγαθωντες ματαια, διωκοντες ανταποδομα, ουκ ελεουντες πτωχον, ου πονουντες επι καταπονουμενω, ευχερεις εν καταλαλια, ου γινωσκοντες τον ποιησαντα αυτους, φονεις τεκνων, φθορεις πλασματος θεου, αποστρεφομενοι τον ενδεομενον, καταπονουντες τον θλιβομενον, πλουσιων παρακλητοι, πενητων ανομοι κριται, πανταμαρτητοι.

Chapter 21.

  1. Καλον ουν εστιν, μαθοντα τα δικαιωματα του κυριου οσα γεγραπται, εν τουτοις περιπατειν. ο γαρ ταυτα ποιων εν τη βασιλεια του θεου δοξασθησεται· ο εκεινα εκλεγομενος μετα των εργων αυτου συναπολειται. δια τουτο αναστασις, δια τουτο ανταποδομα.
  2. Ερωτω τους υπερεχοντας, ει τινα μου γνωμης αγαθης λαμβανετε συμβουλιαν· εχετε μεθ εαυτων εις ους εργασεσθε το καλον· μη ελλειπητε.
  3. εγγυς η ημερα εν η συναπολειται παντα τω πονηρω. εγγυς ο κυριος και ο μισθος αυτου.
  4. ετι και ετι ερωτω υμας· εαυτων γινεσθε νομοθεται αγαθοι, εαυτων μενετε συμβουλοι πιστοι, αρατε εξ υμων πασαν υποκρισιν.
  5. ο δε θεος, ο του παντος κοσμου κυριευων, δωη υμιν σοφιαν, συνεσιν, επιστημην, γνωσιν των δικαιωματων αυτου, υπομονην.
  6. γινεσθε δε θεοδιδακτοι, εκζητουντες τι ζητει κυριος αφ υμων, και ποιειτε ινα ευρεθητε εν ημερα κρισεως.
  7. ει δε τις εστιν αγαθου μνεια, μνημονευετε μου μελετωντες ταυτα, ινα και η επιθυμια και η αγρυπνια εις τι αγαθον χωρηση. ερωτω υμας, χαριν αιτουμενος.
  8. εως ετι το καλον σκευος εστιν μεθ υμων, μη ελλειπητε μηδενι εαυτων, αλλα συνεχως εκζητειτε ταυτα και αναπληρουτε πασαν εντολην, εστιν γαρ αξια.
  9. διο μαλλον εσπουδασα γραψαι αφ ων ηδυνηθην, εις το ευφραναι υμας. σωζεσθε, αγαπης τεκνα και ειρηνης. ο κυριος της δοξης και πασης χαριτος μετα του πνευματος υμων.