Epistle of Barnabas.

Chapters 13-16.


Chapter 13.

  1. Ιδωμεν δε ει ουτος ο λαος κληρονομει η ο πρωτος, και η διαθηκη εις ημας η εις εκεινους.
  2. ακουσατε ουν περι του λαου τι λεγει η γραφη· Εδειτο δε Ισαακ περι Ρεβεκκας της γυναικος αυτου, οτι στειρα ην· και συνελαβεν. ειτα εξηλθεν Ρεβεκκα πυθεσθαι παρα κυριου. και ειπεν κυριος προς αυτην· Δυο εθνη εν τη γαστρι σου και δυο λαοι εν τη κοιλια σου, και υπερεξει λαος λαου, και ο μειζων δουλευσει τω ελασσονι.
  3. αισθανεσθαι οφειλετε τις ο Ισαακ και τις η Ρεβεκκα, και επι τινων δεδειχεν οτι μειζων ο λαος ουτος η εκεινος.
  4. και εν αλλη προφητεια λεγει φανερωτερον ο Ιακωβ προς Ιωσηφ τον υιον αυτου, λεγων· Ιδου, ουκ εστερησεν με κυριος του προσωπου σου· προσαγαγε μοι τους υιους σου, ινα ευλογησω αυτους.
  5. και προηγαγεν Εφραιμ και Μανασση, τον Μανασση θελων ινα ευλογηθη, οτι πρεσβυτερος ην· ο γαρ Ιωσηφ προσηγαγεν εις την δεξιαν χειρα του πατρος Ιακωβ. ειδεν δε Ιακωβ τυπον τω πνευματι του λαου του μεταξυ. και τι λεγει; Και εποιησεν Ιακωβ εναλλαξ τας χειρας αυτου και επεθηκεν την δεξιαν επι την κεφαλην Εφραιμ του δευτερου και νεωτερου, και ευλογησεν αυτον. και ειπεν Ιωσηφ προς Ιακωβ· Μεταθες σου την δεξιαν επι την κεφαλην Μανασση, οτι πρωτοτοκος μου υιος εστιν. και ειπεν Ιακωβ προς Ιωσηφ· Οιδα, τεκνον, οιδα· αλλ ο μειζων δουλευσει τω ελασσονι. και ουτος δε ευλογηθησεται.
  6. βλεπετε επι τινων τεθεικεν τον λαον τουτον ειναι πρωτον, και της διαθηκες κληρονομον.
  7. Ει ουν ετι και δια του Αβρααμ εμνησθη, απεχομεν το τελειον της γνωσεως ημων. τι ουν λεγει τω Αβρααμ, οτε μονος πιστευσας ετεθη εις δικαιοσυνην; Ιδου, τεθεικα σε, Αβρααμ, πατερα εθνων των πιστευοντων δι ακροβυστιας τω θεω.

Chapter 14.

  1. Ναι. αλλα ιδωμεν ει η διαθηκη ην ωμοσεν τοις πατρασιν δουναι τω λαω, ει δεδωκεν. δεδωκεν· αυτοι δε ουκ εγενοντο αξιοι λαβειν δια τας αμαρτιας αυτων.
  2. λεγει γαρ ο προφητης· Και ην Μωυσης νηστευων εν ορει Σινα, του λαβειν την διαθηκην κυριου προς τον λαον, ημερας τεσσαρακοντα και νυκτας τεσσαρακοντα. και ελαβεν Μωυσης παρα κυριου τας δυο πλακας τας γεγραμμενας τω δακτυλω της χειρος κυριου εν πνευματι. και λαβων Μωυσης κατεφερεν προς τον λαον δουναι.
  3. και ειπεν κυριος προς Μωυσην· Μωυση, Μωυση, καταβηθι το ταχος οτι ο λαος σου, ωον εξηγαγες εκ γης Αιγηπτου, ηνομησεν. και συνηκεν Μωυσης οτι εποιησαν εαυτοις παλιν χωνευματα, και εριψεν εκ των χειρων τας πλακας, και συνετριβησαν αι πλακες της διαθηκης κυριου.
  4. Μωυσης μεν ελαβεν, αυτοι δε ουκ εγενοντο αξιοι. Πως δε ημεις ελαβομεν; μαθετε. Μωυσης θεραπων ων ελαβεν, αυτος δε ο κυριος ημιν εδωκεν εις λαον κληρονομιας, δι ημας υπομεινας.
  5. εφανερωθη δε ινα κακεινοι τελειωθωσιν τοις αμαρτημασιν και ημεις δια του κληρονομουντος διαθηκην κυριου Ιησου λαβωμεν, ος εις τουτο ητοιμασθη, ινα αυτος φανεις τας ηδη δεδαπανημενας ημων καρδιας τω θανατω και παραδεδομενας τη της πλανης ανομια λυτρωσαμενος εκ του σκοτους, διαθηται εν ημιν διαθηκην λογω.
  6. γεγραπται γαρ πως αυτω ο πατηρ εντελλεται, λυτρωσαμενον ημας εκ του σκοτους, ετοιμασαι εαυτω λαον αγιον.
  7. λεγει ουν ο προφητης· Εγω κυριος ο θεος σου εκαλεσα σε εν δικαιοσυνη, και κρατησω της χειρος σου και ενισχυσω σε, και εδωκα σε εις διαθηκην γενους, εις φως εθνων, ανοιξαι οφθαλμους τυφλων, και εξαγαγειν εκ δεσμων πεπεδημενους και εξ οικου φυλακης καθημενους εν σκοτει. γινωσκομεν ουν ποθεν ελυτρωθημεν.
  8. παλιν ο προφητης λεγει· Ιδου, τεθεικα σε εις φως εθνων, του ειναι σε εις σωτηριαν εως εσχατου της γης· ουτως λεγει κυριος ο λυτρωσαμενος σε θεος.
  9. παλιν ο προφητης λεγει· Πνευμα κυριου επ εμε, ου εινεκεν με ευαγγελισασθαι ταπεινοις χαριν, απεσταλκεν με ιασασθαι τους συντετριμμενους την καρδιαν, κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν, καλεσαι ενιαυτον κυριου δεκτον και ημεραν ανταποδοσεως, παρακαλεσαι παντας τους πενθουντας.

Chapter 15.

  1. Ετι ουν και περι του σαββατου γεγραπται εν τοις δεκα λογοις, εν οις ελαλησεν εν τω ορει Σινα προς Μωυσην κατα προσωπον· Και αγιασατε το σαββατον κυριου χερσιν καθαραις και καρδια καθαρα.
  2. και εν ετερω λεγει· Εαν φυλαξωσιν οι υιοι μου το σαββατον, τοτε επιθησω το ελεος μου επ αυτους.
  3. το σαββατον λεγει εν αρχη της κτισεως· Και εποιησεν ο θεος εν εξ ημεραις τα εργα των χειρων αυτου, και συνετελεσεν εν τη ημερα τη εβδομη και κατεπαυσεν εν αυτη, και ηγιασεν αυτην.
  4. προσεχετε, τεκνα, τι λεγει το συνετελεσεν εν εξ ημεραις. τουτο λεγει, οτι εν εξακισχιλιοις ετεσιν συντελεσει κυριος τα συμπαντα, η γαρ ημερα παρ αυτω σημαινει χιλια ετη. αυτος δε μοι μαρτυρει λεγων· Ιδου, ημερα κυριου εσται ως χιλια ετη. ουκουν, τεκνα, εν εξ ημεραις, εν τοις εξακισχιλιοις ετεσιν, συντελεσθησεται τα συμπαντα.
  5. Και κατεπαυσεν τη ημερα τη εβδομη. τουτο λεγει· οταν ελθων ο υιος αυτου καταργησει τον καιρον του ανομου και κρινει τους ασεβεις και αλλαξει τον ηλιον και την σεληνην και τους αστερας, τοτε καλως καταπαυσεται εν τη ημερα τη εβδομη.
  6. περας γε τοι λεγει· Αγιασεις αυτην χερσιν καθαραις και καρδια καθαρα. ει ουν ην ο θεος ημεραν ηγιασεν, νυν τις δυναται αγιασαι καθαρος ων τη καρδια, εν πασιν πεπλανημεθα.
  7. ει δε ου, αρα τοτε καλως καταπαυομενοι αγιασομεν αυτην οτε δυνησομεθα αυτοι δικαιωθεντες και απολαβοντες την επαγγελιαν, μηκετι ουσης της ανομιας, καινων δε γεγονοτων παντων υπο κυριου, τοτε δυνησομεθα αυτην αγιασαι, αυτοι αγιασθεντες πρωτον.
  8. περας γε τοι λεγει αυτοις· Τας νεομηνιας υμων και τα σαββατα ουκ ανεχομαι. ορατε πως λεγει· ου τα νυν σαββατα εμοι δεκτα, αλλα ο πεποιηκα· εν ω καταπαυσας τα παντα αρχην ημερας ογδοης ποιησω, ο εστιν αλλου κοσμου αρχην.
  9. διο και αγομεν την ημεραν την ογδοην εις ευφροσυνην, εν η και ο Ιησους ανεστη εκ νεκρων και φανερωθεις ανεβη εις ουρανους.

Chapter 16.

  1. Ετι δε και περι του ναου ερω υμιν, πως πλανωμενοι οι ταλαιπωροι εις την οικοδομην ηλπισαν, και ουκ επι τον θεον αυτων τον ποιησαντα αυτους, ως οντα οικον θεου.
  2. σχεδον γαρ ως τα εθνη αφιερωσαν αυτον εν τω ναω. αλλα πως λεγει κυριος καταργων αυτων; μαθετε· Τις εμετρησεν τον ουρανον σπιθαμη, η την γην δρακι; ουκ εγω, λεγει κυριος; ου ουρανος μοι θρονος, η δε γη υποποδιον των ποδων μου· ποιον οικον οικοδομησετε μοι, η τις τοπος της καταπαυσεως μου; εγνωκατε οτι ματαια η ελπις αυτων.
  3. περας γε τοι παλιν λεγει· Ιδου, οι καθελοντες τον ναον τουτον, αυτοι αυτον οικοδομησουσιν.
  4. γινεται. δια γαρ το πολεμειν αυτους καθηρεθη υπο των εχθρων, νυν και αυτοι οι των εχθρων υπηρεται ανοικοδομησουσιν αυτον.
  5. παλιν ως εμελλεν η πολις και ο ναος και ο λαος Ισραηλ παραδιδοσθαι, εφανερωθη. λεγει γαρ η γραφη· Και εσται επ εσχατων των ημερων, και παραδωσει κυριος τα προβατα της νομης και την μανδραν και τον πυργον αυτων εις καταφθοραν. και εγενετο καθ α ελαλησεν κυριος.
  6. Ζητησωμεν δε ει εστιν ναος θεου. εστιν, οπου αυτος λεγει ποιειν και καταρτιζειν. γεγραπται γαρ· Και εσται της εβδομαδος συντελουμενης, οικοδομηθησεται ναος θεου ενδοξως επι τω ονοματι κυριου.
  7. ευρισκω ουν οτι εστιν ναος. πως ουν οικοδομηθησεται επι τω ονοματι κυριου; μαθετε· προ του ημας πιστευσαι τω θεω ην ημων το κατοικητηριον της καρδιας φθαρτον και ασθενες, ως αληθως οικοδομητος ναος δια χειρος, οτι ην πληρης μεν ειδωλολατρειας και ην οικος δαιμονιων, δια το ποιειν οσα ην εναντια τω θεω.
  8. Οικοδομηθησεται δε επι τω ονοματι κυριου. προσεχετε δε, ινα ο ναος του κυριου ενδοξως οικοδομηθη. πως; μαθετε· λαβοντες την αφεσιν των αμαρτιων και ελπισαντες επι το ονομα εγενομεθα καινοι, παλιν εξ αρχης κτιζομενοι· διο εν τω κατοικητηριω ημων αληθως ο θεος κατοικει.
  9. πως; ο λογος αυτου της πιστεως, η κλησις αυτου της επαγγελιας, η σοφια των δικαιωματων, αι εντολαι της διδαχης, αυτος εν ημιν προφητευων, αυτος εν ημιν κατοικων, τοις τω θανατω δεδουλωμενοις ανοιγων ημιν την θυραν του ναου, ο εστιν στομα, μετανοιαν διδους ημιν εισαγει εις τον αφθαρτον ναον.
  10. ο γαρ ποθων σωθηναι βλεπει ουκ εις τον ανθρωπον αλλ εις τον εν αυτω κατοικουντα και λαλουντα, επ αυτω εκπλησσομενος επι τω μηδεποτε μητε αυτος ποτε επιτεθυμηκεναι ακουειν. τουτο εστιν πνευματικος ναος οικοδομουμενος τω κυριω.