Epistle of Barnabas.

Chapters 1-4.


Chapter 1.

  1. Χαιρετε, υιοι και θυγατερες, εν ονοματι κυριου του αγαπησαντος ημας, εν ειρηνη.
  2. μεγαλων μεν οντων και πλουσιων των του θεου δικαιωματων εις υμας, υπερ τι και καθ υπερβολην υπερευφραινομαι επι τοις μακαριοις και ενδοξοις υμων πνευμασιν· ουτως εμφυτον της δωρεας πνευματικης χαριν ειληφατε.
  3. διο και μαλλον συγχαιρω εμαυτω ελπιζων σωθηναι, οτι αληθως βλεπω εν υμιν εκκεχυμενον απο του πλουσιου της πηγης κυριου πνευμα εφ υμας. ουτω με εξεπληξεν επι υμων η επιποθητη οψις υμων.
  4. πεπεισμενος ουν τουτο και συνειδως εμαυτω, οτι εν υμιν λαλησας πολλα επισταμαι, οτι εμοι συνωδευσεν εν οδω δικαιοσυνης κυριος, και παντως αναγκαζομαι καγω εις τουτο, αγαπαν υμας υπερ την ψυχην μου, οτι μεγαλη πιστις και αγαθη εγκατοικει εν υμιν ελπιδι ζωης αυτου.
  5. λογισαμενος ουν τουτο, οτι εαν μεληση μοι περι υμων του μερος τι μεταδουναι αφ ου ελαβον, οτι εσται μοι τοιουτοις πνευμασιν υπηρετησαντι εις μισθον, εσπουδασα κατα μικρον υμιν πεμπειν, ινα μετα της πιστεως υμων τελειαν εχητε την γνωσιν.
  6. Τρια ουν δογματα εστιν κυριου· ζωης ελπις, αρχη και τελος πιστεως ημων, και δικαιοσυνη, κρισεως αρχη και τελος, αγαπε ευφροσυνης και αγαλλιασεως, εργων εν δικαιοσυνη μαρτυρια.
  7. εγνωρισεν γαρ ημιν ο δεσποτης δια των προφητων τα παρεληλυθοτα και τα ενεστωτα, και των μελλοντων δους απαρχας ημιν γευσεως. ων τα καθ εκαστα βλεποντες ενεργουμενα, καθως ελαλησεν, οφειλομεν πλουσιωτερον και υψηλοτερον προσαγειν τω φοβω αυτου.
  8. εγω δε, ουχ ως διδασκαλος αλλ ως εις εξ υμων, υποδειξω ολιγα δι ων εν τοις παρουσιν ευφρανθησεσθε.

Chapter 2.

  1. Ημερων ουν ουσων πονηρων και αυτου του ενεργουντος εχοντος την εξουσιαν, οφειλομεν εαυτοις προσεχοντες εκζητειν τα δικαιωματα κυριου.
  2. της ουν πιστεως ημων εισιν βοηθοι φοβος και υπομονη, τα δε συνμαχουντα ημιν μακροθυμια και εγκρατεια.
  3. τουτων μενοντων τα προς κυριον αγνως, συνευφραινονται αυτοις σοφια, συνεσις, επιστημη, γνωσις.
  4. πεφανερωκεν γαρ ημιν δια παντων των προφητων οτι ουτε θυσιων ουτε ολοκαυτωματων ουτε προσφορων χρηζει, λεγων οτε μεν·
  5. Τι μοι πληθος των θυσιων υμων; λεγει κυριος. πληρης ειμι ολοκαυτωματων, και στεαρ αρνων και αιμα ταυρων και τραγων ου βουλομαι, ουδ αν ερχησθε οφθηναι μοι. τις γαρ εξεζητησεν ταυτα εκ των χειρων υμων· πατειν μου την αυλην ου προσθησεσθε. εαν φερηε σεμιδαλιν, ματαιον· θυμιαμα βδελυγμα μοι εστιν· τας νεομηνιας υμων και τα σαββατα ουκ ανεχομαι.
  6. ταυτα ουν κατηργησεν, ινα ο καινος νομος του κυριου ημων Ιησου Χριστου, ανευ ζυγου αναγκης ων, μη ανθρωποποιητον εχη την προσφοραν.
  7. λεγει δε παλιν προς αυτους· Μη εγω ενετειλαμην τοις πατρασιν υμων εκπορευομενοις εκ γης Αιγυπτου, προσενεγκαι μοι ολοκαυτωματα και θυσιας;
  8. αλλ η τουτο ενετειλαμην αυτοις· Εκαστος υμων κατα του πλησιον εν τη καρδια αυτου κακιαν μη μνησικακειτω, και ορκον ψευδη μη αγαπατε.
  9. αισθανεσθαι ουν οφειλομεν, μη οντες ασυνετοι, την γνωμην της αγαθωσυνης του πατρος ημων, οτι ημιν λεγει, θελων ημας μη ομοιως πλανωμενους εκεινοις ζητειν πως προσαγωμεν αυτω.
  10. ημιν ουν ουτως λεγει· Θυσια τω θεω καρδια συντετριμμενη, οσμη ευωδιας τω κυριω καρδια δοξαζουσα τον πεπλακοτα αυτην. ακριβευεσθαι ουν οφειλομεν, αδελφοι, περι της σωτηριας ημων, ινα μη ο πονηρος παρεισδυσιν πλανης ποιησας εν ημιν εκσφενδονηση ημας απο της ζωης ημων.

Chapter 3.

  1. Λεγει ουν παλιν περι τουτων προς αυτους· Ινα τι μοι νηστευετε, λεγει κυριος, ως σημερον ακουσθηναι εν κραυγη την φωνην υμων; ου ταυτην την νηστειαν εξελεξαμην, λεγει κυριος, ουκ ανθρωπον ταπεινουντα την ψυχην αυτου·
  2. ουδ αν καμψητε ως κρικον τον τραχηλον υμων και σακκον ενδυσησθε και σποδον υποστρωσητε, ουδ ουτως καλεσετε νηστειαν δεκτην.
  3. προς ημας δε λεγει· Ιδου αυτη η νηστεια ην εγω εξελεξαμην, λεγει κυριος· λυε παν συνδεσμον αδικιας, διαλυε στραγγαλιας βιαιων συναλλαγματων, αποστελλε τεθραυσμενους εν αφεσει, και πασαν αδικον συγγραφην διασπα. διαθρυπτε πεινωσιν τον αρτον σου, και γυμνον εαν ιδης περιβαλε· αστεγους εισαγε εις τον οικον σου, και εαν ιδης ταπεινον, ουχ υπεροψη αυτον, ουδε απο των οικειων του σπερματος σου.
  4. τοτε ραγησεται πρωιμον το φως σου, και τα ιαματα σου ταχεως ανατελει, και προπορευσεται εμπροσθεν σου η δικαιοσυνη, και η δοξα του θεου περιστελει σε.
  5. τοτε βοησεις, και ο θεος επακουσεται σου, ει λαλουντος σου ερει· Ιδου, παρειμι, εαν αφελης απο σου συνδεσμον και χειροτονιαν και ρημα γογγυσμου, και δως πεινωντι τον αρτον σου εκ ψυχης σου, και ψυχην τεταπεινωμενην ελεησησ.
  6. εις τουτο ουν, αδελφοι, ο μακροθυμος προβλεψας, ως εν ακεραιοσυνη πιστευσει ο λαος ον ητοιμασεν εν τω ηγαπημενω αυτου, προεφανερωσεν ημιν περι παντων, ινα μη προσρησσωμεθα ως επηλυτοι τω εκεινων νομω.

Chapter 4.

  1. Δει ουν ημας περι των ενεστωτων επιπολυ εραυνωντας εκζητειν τα δυναμενα ημας σωζειν. φυγωμεν ουν τελειως απο παντων των εργων της ανομιας, μηποτε καταλαβη ημας τα εργα της ανομιας· και μισησωμεν την πλανην του νυν καιρου, ινα εις τον μελλοντα αγαπηθωμεν.
  2. μη δωμεν τη εαυτων ψυχη ανεσιν, ωστε εχειν αυτην εξουσιαν μετα αμαρτωλων και πονηρων συντρεχειν, μηποτε ομοιωθωμεν αυτοις.
  3. το τελειον σκανδαλον ηγγικεν, περι ου γεγραπται, ως Ενωχ λεγει. εις τουτο γαρ ο δεσποτης συντετμηκεν τους καιρους και τας ημερας, ινα ταχυνη ο ηγαπημενος αυτου και επι την κληρονομιαν ηξη.
  4. λεγει δε ουτως και ο προφητης· βασιλειαι δεκα επι της γης βασιλευσουσιν, και εξαναστησεται οπισθεν αυτων μικρος βασιλευς, ος ταπειςωσει τρεις υφ εν των βασιλειων
  5. ομοιως περι του αυτου λεγει Δανιηλ· Και ειδον το τεταρτον θηριον πονηρον και ισχυρον και χαλεπωτερον παρα παντα τα θηρια της γης, και ως εξ αυτου ανετειλεν δεκα κερατα, και εξ αυτων μικρον κερας παραφυαδιον, και ως εταπεινωσεν υφ εν τρια των μεγαλων κερατων.
  6. συνιεναι ουν οφειλετε. ετι δε και τουτο ερωτω υμας ως εις εξ υμων ων, ιδιως δε και παντας αγαπων υπερ την ψυχην μου, προσεχειν νυν εαυτοις και μη ομοιουσθαι τισιν, επισωρευοντας ταις αμαρτιαις υμων λεγοντας οτι η διαθηκη {υμων υμιν μενει. ημων μεν·} αλλ εκεινοι ουτως εις τελος απωλεσαν αυτην, λαβοντος ηδη του Μωυσεως.
  7. λεγει γαρ η γραφη· Και ην Μωυσης εν τω ορει νηστευων ημερας τεσσαρακοντα και νυκτας τεσσαρακοντα και ελαβεν την διαθηκην απο του κυριου, πλακας λιθινας γεγραμμενας τω δακτυλω της χειρος του κυριου.
  8. αλλα επιστραφεντες επι τα ειδωλα απωλεσαν αυτην. λεγει γαρ ουτως κυριος· Μωυση, Μωυση, καταβηθι το ταχος, οτι ηνομησεν ο λαος σου, ους εξηγαγες εκ γης Αιγυπτου. και συνηκεν Μωυσης και εριψεν τας δυο πλακας εκ των χειρων αυτου, και συνετριβη αυτων η διαθηκη, ινα η του ηγαπημενου Ιησου ενκατασφραγισθη εις την καρδιαν ημων εν ελπιδι της πιστεως αυτου.
  9. πολλα δε θελων γραφειν, ουχ ως διδασκαλος αλλ ως πρεπει αγαπωντι αφ ων εχομεν μη ελλειπειν, γραφειν εσπουδασα, περιψημα υμων. Διο προσεχωμεν εν ταις εσχαταις ημεραις, ουδεν γαρ ωφελησει ημας ο πας χρονος της πιστεως ημων, εαν μη νυν εν τω ανομω καιρω και τοις μελλουσιν σκανδαλοις, ως πρεπει υιοις θεου, αντιστωμεν, ινα μη σχη παρεισδυσιν ο μελας
  10. φυγωμεν απο πασης ματαιοτητος, μισησωμεν τελειως τα εργα της πονηρας οδου. μη καθ εαυτους ενδυνοντες μοναζετε ως ηδη δεδικαιωμενοι, αλλ επι το αυτο συνερχομενοι συνζητειτε περι του κοινη συμφεροντος.
  11. λεγει γαρ η γραφη· ουαι οι συνετοι εαυτοις και ενωπιον εαυτων επιστημονες. γενωμεθα πνευματικοι, γενωμεθα ναος τελειος τω θεω. εφ οσον εστιν εν ημιν, μελετωμεν τον φοβον του θεου και φυλασσειν αγωνιζωμεθα τας εντολας αυτου, ινα εν τοις δικαιωμασιν αυτου ευφρανθωμεν.
  12. ο κυριος απροσωπολημπτως κρινει τον κοσμον. εκαστος καθως εποιησεν κομιειται· εαν η αγαθος, η δικαιοσυνη αυτου προηγησεται αυτου· εαν η πονηρος, ο μισθος της πονηριας εμπροσθεν αυτου·
  13. ινα μηποτε επαναπαυομενοι ως κλητοι επικαθυπνωσωμεν ταις αμαρτιαις ημων, και ο πονηρος αρχων λαβων την καθ ημων εξουσιαν απωσηται ημας απο της βασιλειας του κυριου.
  14. ετι δε κακεινο, αδελφοι μου, νοειτε· οταν βλεπετε μετα τηλικαυτα σημεια και τερατα γεγονοτα εν τω Ισραηλ, και ουτως ενκαταλελειφθαι αυτους, προσεχωμεν, μηποτε, ως γεγραπται, πολλοι κλητοι, ολιγοι δε εκλεκτοι ευρεθωμεν.