Apocalypse of John.

Chapters 9-12.


Chapter 9.

  1. Και ο πεμπτος αγγελος εσαλπισεν· και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εις την γην, και εδοθη αυτω η κλεις του φρεατος της αβυσσου.
  2. και ηνοιξεν το φρεαρ της αβυσσου, και ανεβη καπνος εκ του φρεατος ως καπνος καμινου μεγαλης, και εσκοτωθη ο ηλιος και ο αηρ εκ του καπνου του φρεατος.
  3. και εκ του καπνου εξηλθον ακριδες εις την γην, και εδοθη αυταις εξουσια ως εχουσιν εξουσιαν οι σκορπιοι της γης.
  4. και ερρεθη αυταις ινα μη αδικησουσιν τον χορτον της γης ουδε παν χλωρον ουδε παν δενδρον, ει μη τους ανθρωπους οιτινες ουκ εχουσι την σφραγιδα του θεου επι των μετωπων.
  5. και εδοθη αυτοις ινα μη αποκτεινωσιν αυτους, αλλ ινα βασανισθησονται μηνας πεντε· και ο βασανισμος αυτων ως βασανισμος σκορπιου, οταν παιση ανθρωπον.
  6. και εν ταις ημεραις εκειναις ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον, και επιθυμησουσιν αποθανειν και φευγει ο θανατος απ αυτων.
  7. Και τα ομοιωματα των ακριδων ομοια ιπποις ητοιμασμενοις εις πολεμον, και επι τας κεφαλας αυτων ως στεφανοι ομοιοι χρυσω, και τα προσωπα αυτων ως προσωπα ανθρωπων,
  8. και ειχον τριχας ως τριχας γυναικων, και οι οδοντες αυτων ως λεοντων ησαν,
  9. και ειχον θωρακας ως θωρακας σιδηρους, και η φωνη των πτερυγων αυτων ως φωνη αρματων ιππων πολλων τρεχοντων εις πολεμον.
  10. και εχουσιν ουρας ομοιας σκορπιοις και κεντρα, και εν ταις ουραις αυτων η εξουσια αυτων αδικησαι τους ανθρωπους μηνας πεντε.
  11. εχουσιν επ αυτων βασιλεα τον αγγελον της αβυσσου· ονομα αυτω Εβραιστι Αβαδδων και εν τη Ελληνικη ονομα εχει Απολλυων.
  12. Η ουαι η μια απηλθεν· ιδου ερχεται ετι δυο ουαι μετα ταυτα.
  13. Και ο εκτος αγγελος εσαλπισεν· και ηκουσα φωνην μιαν εκ των [τεσσαρων] κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου,
  14. λεγοντα τω εκτω αγγελω, ο εχων την σαλπιγγα, Λυσον τους τεσσαρας αγγελους τους δεδεμενους επι τω ποταμω τω μεγαλω Ευφρατη.
  15. και ελυθησαν οι τεσσαρες αγγελοι οι ητοιμασμενοι εις την ωραν και ημεραν και μηνα και ενιαυτον, ινα αποκτεινωσιν το τριτον των ανθρωπων.
  16. και ο αριθμος των στρατευματων του ιππικου δισμυριαδες μυριαδων· ηκουσα τον αριθμον αυτων.
  17. και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ αυτων, εχοντας θωρακας πυρινους και υακινθινους και θειωδεις· και αι κεφαλαι των ιππων ως κεφαλαι λεοντων, και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνος και θειον.
  18. απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων, εκ του πυρος και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων.
  19. η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταις ουραις αυτων· αι γαρ ουραι αυτων ομοιαι οφεσιν, εχουσαι κεφαλας, και εν αυταις αδικουσιν.
  20. Και οι λοιποι των ανθρωπων, οι ουκ απεκτανθησαν εν ταις πληγαις ταυταις, ουδε μετενοησαν εκ των εργων των χειρων αυτων, ινα μη προσκυνησουσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα, α ουτε βλεπειν δυνανται ουτε ακουειν ουτε περιπατειν,
  21. και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακων αυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλεμματων αυτων.

Chapter 10.

  1. Και ειδον αλλον αγγελον ισχυρον καταβαινοντα εκ του ουρανου, περιβεβλημενον νεφελην, και η ιρις επι της κεφαλης αυτου, και το προσωπον αυτου ως ο ηλιος, και οι ποδες αυτου ως στυλοι πυρος,
  2. και εχων εν τη χειρι αυτου βιβλαριδιον ηνεωγμενον. και εθηκεν τον ποδα αυτου τον δεξιον επι της θαλασσης, τον δε ευωνυμον επι της γης,
  3. και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυκαται. και οτε εκραξεν, ελαλησαν αι επτα βρονται τας εαυτων φωνας.
  4. και οτε ελαλησαν αι επτα βρονται, ημελλον γραφειν· και ηκουσα φωνην εκ του ουρανου λεγουσαν, Σφραγισον α ελαλησαν αι επτα βρονται, και μη αυτα γραψης.
  5. Και ο αγγελος ον ειδον εστωτα επι της θαλασσης και επι της γης ηρεν την χειρα αυτου την δεξιαν εις τον ουρανον
  6. και ωμοσεν εν τω ζωντι εις τους αιωνας των αιωνων, ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη και την θαλασσαν και τα εν αυτη, οτι χρονος ουκετι εσται,
  7. αλλ εν ταις ημεραις της φωνης του εβδομου αγγελου, οταν μελλη σαλπιζειν, και ετελεσθη το μυστηριον του θεου, ως ευηγγελισεν τους εαυτου δουλους τους προφητας.
  8. Και η φωνη ην ηκουσα εκ του ουρανου, παλιν λαλουσαν μετ εμου και λεγουσαν, Υπαγε λαβε το βιβλιον το ηνεωγμενον εν τη χειρι του αγγελου του εστωτος επι της θαλασσης και επι της γης.
  9. και απηλθα προς τον αγγελον λεγων αυτω δουναι μοι το βιβλαριδιον. και λεγει μοι, Λαβε και καταφαγε αυτο, και πικρανει σου την κοιλιαν, αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι.
  10. και ελαβον το βιβλαριδιον εκ της χειρος του αγγελου και κατεφαγον αυτο, και ην εν τω στοματι μου ως μελι γλυκυ· και οτε εφαγον αυτο, επικρανθη η κοιλια μου.
  11. και λεγουσιν μοι, Δει σε παλιν προφητευσαι επι λαοις και εθνεσιν και γλωσσαις και βασιλευσιν πολλοις.

Chapter 11.

  1. Και εδοθη μοι καλαμος ομοιος ραβδω, λεγων, Εγειρε και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τους προσκυνουντας εν αυτω.
  2. και την αυλην την εξωθεν του ναου εκβαλε εξωθεν και μη αυτην μετρησης, οτι εδοθη τοις εθνεσιν, και την πολιν την αγιαν πατησουσιν μηνας τεσσερακοντα [και] δυο.
  3. και δωσω τοις δυσιν μαρτυσιν μου, και προφητευσουσιν ημερας χιλιας διακοσιας εξηκοντα περιβεβλημενοι σακκους.
  4. ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου της γης εστωτες.
  5. και ει τις αυτους θελει αδικησαι, πυρ εκπορευεται εκ του στοματος αυτων και κατεσθιει τους εχθρους αυτων· και ει τις θεληση αυτους αδικησαι, ουτως δει αυτον αποκτανθηναι.
  6. ουτοι εχουσιν την εξουσιαν κλεισαι τον ουρανον, ινα μη υετος βρεχη τας ημερας της προφητειας αυτων, και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην εν παση πληγη οσακις εαν θελησωσιν.
  7. και οταν τελεσωσιν την μαρτυριαν αυτων, το θηριον το αναβαινον εκ της αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτους και αποκτενει αυτους.
  8. και το πτωμα αυτων επι της πλατειας της πολεως της μεγαλης, ητις καλειται πνευματικως Σοδομα και Αιγυπτος, οπου και ο κυριος αυτων εσταυρωθη.
  9. και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερας τρεις και ημισυ, και τα πτωματα αυτων ουκ αφιουσιν τεθηναι εις μνημα.
  10. και οι κατοικουντες επι της γης χαιρουσιν επ αυτοις και ευφραινονται, και δωρα πεμψουσιν αλληλοις, οτι ουτοι οι δυο προφηται εβασανισαν τους κατοικουντας επι της γης.
  11. και μετα τας τρεις ημερας και ημισυ πνευμα ζωης εκ του θεου εισηλθεν εν αυτοις, και εστησαν επι τους ποδας αυτων, και φοβος μεγας επεπεσεν επι τους θεωρουντας αυτους.
  12. και ηκουσαν φωνης μεγαλης εκ του ουρανου λεγουσης αυτοις, Αναβατε ωδε· και ανεβησαν εις τον ουρανον εν τη νεφελη, και εθεωρησαν αυτους οι εχθροι αυτων.
  13. Και εν εκεινη τη ωρα εγενετο σεισμος μεγας, και το δεκατον της πολεως επεσεν, και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδες επτα, και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου.
  14. Η ουαι η δευτερα απηλθεν· ιδου η ουαι η τριτη ερχεται ταχυ.
  15. Και ο εβδομος αγγελος εσαλπισεν· και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγοντες, Εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του Χριστου αυτου, και βασιλευσει εις τους αιωνας των αιωνων.
  16. και οι εικοσι τεσσαρες πρεσβυτεροι [οι] ενωπιον του θεου καθημενοι επι τους θρονους αυτων επεσαν επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
  17. λεγοντες, Ευχαριστουμεν σοι, κυριε ο θεος ο παντοκρατωρ, ο ων και ο ην, οτι ειληφας την δυναμιν σου την μεγαλην και εβασιλευσας·
  18. και τα εθνη ωργισθησαν, και ηλθεν η οργη σου και ο καιρος των νεκρων κριθηναι και δουναι τον μισθον τοις δουλοις σου τοις προφηταις και τοις αγιοις και τοις φοβουμενοις το ονομα σου, τους μικρους και τους μεγαλους, και διαφθειραι τους διαφθειροντας την γην.
  19. και ηνοιγη ο ναος του θεου ο εν τω ουρανω, και ωφθη η κιβωτος της διαθηκης αυτου εν τω ναω αυτου· και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος και χαλαζα μεγαλη.

Chapter 12.

  1. Και σημειον μεγα ωφθη εν τω ουρανω, γυνη περιβεβλημενη τον ηλιον, και η σεληνη υποκατω των ποδων αυτης, και επι της κεφαλης αυτης στεφανος αστερων δωδεκα,
  2. και εν γαστρι εχουσα, και κραζει ωδινουσα και βασανιζομενη τεκειν.
  3. και ωφθη αλλο σημειον εν τω ουρανω, και ιδου δρακων μεγας πυρρος, εχων κεφαλας επτα και κερατα δεκα και επι τας κεφαλας αυτου επτα διαδηματα,
  4. και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου και εβαλεν αυτους εις την γην. και ο δρακων εστηκεν ενωπιον της γυναικος της μελλουσης τεκειν, ινα οταν τεκη το τεκνον αυτης καταφαγη.
  5. και ετεκεν υιον, αρσεν, ος μελλει ποιμαινειν παντα τα εθνη εν ραβδω σιδηρα· και ηρπασθη το τεκνον αυτης προς τον θεον και προς τον θρονον αυτου.
  6. και η γυνη εφυγεν εις την ερημον, οπου εχει εκει τοπον ητοιμασμενον απο του θεου, ινα εκει τρεφωσιν αυτην ημερας χιλιας διακοσιας εξηκοντα.
  7. Και εγενετο πολεμος εν τω ουρανω, ο Μιχαηλ και οι αγγελοι αυτου του πολεμησαι μετα του δρακοντος. και ο δρακων επολεμησεν και οι αγγελοι αυτου,
  8. και ουκ ισχυσεν, ουδε τοπος ευρεθη αυτων ετι εν τω ουρανω.
  9. και εβληθη ο δρακων ο μεγας, ο οφις ο αρχαιος, ο καλουμενος Διαβολος και ο Σατανας, ο πλανων την οικουμενην ολην εβληθη εις την γην, και οι αγγελοι αυτου μετ αυτου εβληθησαν.
  10. και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν, Αρτι εγενετο η σωτηρια και η δυναμις και η βασιλεια του θεου ημων και η εξουσια του Χριστου αυτου, οτι εβληθη ο κατηγωρ των αδελφων ημων, ο κατηγορων αυτους ενωπιον του θεου ημων ημερας και νυκτος.
  11. και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον της μαρτυριας αυτων, και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου.
  12. δια τουτο ευφραινεσθε, [οι] ουρανοι και οι εν αυτοις σκηνουντες· ουαι την γην και την θαλασσαν, οτι κατεβη ο διαβολος προς υμας εχων θυμον μεγαν, ειδως οτι ολιγον καιρον εχει.
  13. Και οτε ειδεν ο δρακων οτι εβληθη εις την γην, εδιωξεν την γυναικα ητις ετεκεν τον αρσενα.
  14. και εδοθησαν τη γυναικι αι δυο πτερυγες του αετου του μεγαλου, ινα πετηται εις την ερημον εις τον τοπον αυτης, οπου τρεφεται εκει καιρον και καιρους και ημισυ καιρου απο προσωπου του οφεως.
  15. και εβαλεν ο οφις εκ του στοματος αυτου οπισω της γυναικος υδωρ ως ποταμον, ινα αυτην ποταμοφορητον ποιηση.
  16. και εβοηθησεν η γη τη γυναικι, και ηνοιξεν η γη το στομα αυτης και κατεπιεν τον ποταμον ον εβαλεν ο δρακων εκ του στοματος αυτου.
  17. και ωργισθη ο δρακων επι τη γυναικι, και απηλθεν ποιησαι πολεμον μετα των λοιπων του σπερματος αυτης, των τηρουντων τας εντολας του θεου και εχοντων την μαρτυριαν Ιησου·
  18. και εσταθη επι την αμμον της θαλασσης.