Apocalypse of John.

Chapters 5-8.


Chapter 5.

  1. Και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν, κατεσφραγισμενον σφραγισιν επτα.
  2. και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη, Τις αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου;
  3. και ουδεις εδυνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο.
  4. και εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο.
  5. και εις εκ των πρεσβυτερων λεγει μοι, Μη κλαιε· ιδου ενικησεν ο λεων ο εκ της φυλης Ιουδα, η ριζα Δαυιδ, ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου.
  6. Και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον, εχων κερατα επτα και οφθαλμους επτα, οι εισιν τα [επτα] πνευματα του θεου απεσταλμενοι εις πασαν την γην.
  7. και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου.
  8. και οτε ελαβεν το βιβλιον, τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες πρεσβυτεροι επεσαν ενωπιον του αρνιου, εχοντες εκαστος κιθαραν και φιαλας χρυσας γεμουσας θυμιαματων, αι εισιν αι προσευχαι των αγιων.
  9. και αδουσιν ωδην καινην λεγοντες, Αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου, οτι εσφαγης και ηγορασας τω θεω εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους,
  10. και εποιησας αυτους τω θεω ημων βασιλειαν και ιερεις, και βασιλευσουσιν επι της γης.
  11. Και ειδον, και ηκουσα φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων, και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων,
  12. λεγοντες φωνη μεγαλη, Αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν.
  13. και παν κτισμα ο εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης, και τα εν αυτοις παντα, ηκουσα λεγοντας, Τω καθημενω επι τω θρονω και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων.
  14. και τα τεσσαρα ζωα ελεγον, Αμην· και οι πρεσβυτεροι επεσαν και προσεκυνησαν.

Chapter 6.

  1. Και ειδον οτε ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων, και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνη βροντης, Ερχου.
  2. και ειδον, και ιδου ιππος λευκος, και ο καθημενος επ αυτον εχων τοξον, και εδοθη αυτω στεφανος, και εξηλθεν νικων και ινα νικηση.
  3. Και οτε ηνοιξεν την σφραγιδα την δευτεραν, ηκουσα του δευτερου ζωου λεγοντος, Ερχου.
  4. και εξηλθεν αλλος ιππος πυρρος, και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ της γης και ινα αλληλους σφαξουσιν, και εδοθη αυτω μαχαιρα μεγαλη.
  5. Και οτε ηνοιξεν την σφραγιδα την τριτην, ηκουσα του τριτου ζωου λεγοντος, Ερχου. και ειδον, και ιδου ιππος μελας, και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου.
  6. και ηκουσα ως φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν, Χοινιξ σιτου δηναριου, και τρεις χοινικες κριθων δηναριου· και το ελαιον και τον οινον μη αδικησης.
  7. Και οτε ηνοιξεν την σφραγιδα την τεταρτην, ηκουσα φωνην του τεταρτου ζωου λεγοντος, Ερχου.
  8. και ειδον, και ιδου ιππος χλωρος, και ο καθημενος επανω αυτου ονομα αυτω [ο] Θανατος, και ο αδης ηκολουθει μετ αυτου· και εδοθη αυτοις εξουσια επι το τεταρτον της γης, αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης.
  9. Και οτε ηνοιξεν την πεμπτην σφραγιδα, ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν ην ειχον.
  10. και εκραξαν φωνη μεγαλη λεγοντες, Εως ποτε, ο δεσποτης ο αγιος και αληθινος, ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης;
  11. και εδοθη αυτοις εκαστω στολη λευκη, και ερρεθη αυτοις ινα αναπαυσονται ετι χρονον μικρον, εως πληρωθωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκτεννεσθαι ως και αυτοι.
  12. Και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην, και σεισμος μεγας εγενετο, και ο ηλιος εγενετο μελας ως σακκος τριχινος, και η σεληνη ολη εγενετο ως αιμα,
  13. και οι αστερες του ουρανου επεσαν εις την γην, ως συκη βαλλει τους ολυνθους αυτης υπο ανεμου μεγαλου σειομενη,
  14. και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον, και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν.
  15. και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων·
  16. και λεγουσιν τοις ορεσιν και ταις πετραις, Πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου,
  17. οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτων, και τις δυναται σταθηναι;

Chapter 7.

  1. Μετα τουτο ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης, κρατουντας τους τεσσαρας ανεμους της γης, ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον.
  2. και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου, εχοντα σφραγιδα θεου ζωντος, και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν,
  3. λεγων, Μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι σφραγισωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων.
  4. και ηκουσα τον αριθμον των εσφραγισμενων, εκατον τεσσερακοντα τεσσαρες χιλιαδες, εσφραγισμενοι εκ πασης φυλης υιων Ισραηλ·
  5. εκ φυλης Ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι, εκ φυλης Ρουβην δωδεκα χιλιαδες, εκ φυλης Γαδ δωδεκα χιλιαδες,
  6. εκ φυλης Ασηρ δωδεκα χιλιαδες, εκ φυλης Νεφθαλιμ δωδεκα χιλιαδες, εκ φυλης Μανασση δωδεκα χιλιαδες,
  7. εκ φυλης Συμεων δωδεκα χιλιαδες, εκ φυλης Λευι δωδεκα χιλιαδες, εκ φυλης Ισσαχαρ δωδεκα χιλιαδες,
  8. εκ φυλης Ζαβουλων δωδεκα χιλιαδες, εκ φυλης Ιωσηφ δωδεκα χιλιαδες, εκ φυλης Βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι.
  9. Μετα ταυτα ειδον, και ιδου οχλος πολυς, ον αριθμησαι αυτον ουδεις εδυνατο, εκ παντος εθνους και φυλων και λαων και γλωσσων, εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου, περιβεβλημενους στολας λευκας, και φοινικες εν ταις χερσιν αυτων·
  10. και κραζουσιν φωνη μεγαλη λεγοντες, Η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω.
  11. και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων, και επεσαν ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω,
  12. λεγοντες, Αμην· η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων· αμην.
  13. Και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι, Ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον;
  14. και ειρηκα αυτω, Κυριε μου, συ οιδας. και ειπεν μοι, Ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης, και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου.
  15. δια τουτο εισιν ενωπιον του θρονου του θεου, και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου, και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους.
  16. ου πεινασουσιν ετι ουδε διψησουσιν ετι, ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα,
  17. οτι το αρνιον το ανα μεσον του θρονου ποιμανει αυτους, και οδηγησει αυτους επι ζωης πηγας υδατων· και εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων.

Chapter 8.

  1. Και οταν ηνοιξεν την σφραγιδα την εβδομην, εγενετο σιγη εν τω ουρανω ως ημιωριον.
  2. και ειδον τους επτα αγγελους οι ενωπιον του θεου εστηκασιν, και εδοθησαν αυτοις επτα σαλπιγγες.
  3. Και αλλος αγγελος ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουν, και εδοθη αυτω θυμιαματα πολλα ινα δωσει ταις προσευχαις των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου.
  4. και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του θεου.
  5. και ειληφεν ο αγγελος τον λιβανωτον, και εγεμισεν αυτον εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γην· και εγενοντο βρονται και φωναι και αστραπαι και σεισμος.
  6. Και οι επτα αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν αυτους ινα σαλπισωσιν.
  7. Και ο πρωτος εσαλπισεν· και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι, και εβληθη εις την γην· και το τριτον της γης κατεκαη, και το τριτον των δενδρων κατεκαη, και πας χορτος χλωρος κατεκαη.
  8. Και ο δευτερος αγγελος εσαλπισεν· και ως ορος μεγα πυρι καιομενον εβληθη εις την θαλασσαν· και εγενετο το τριτον της θαλασσης αιμα,
  9. και απεθανεν το τριτον των κτισματων των εν τη θαλασση, τα εχοντα ψυχας, και το τριτον των πλοιων διεφθαρησαν.
  10. Και ο τριτος αγγελος εσαλπισεν· και επεσεν εκ του ουρανου αστηρ μεγας καιομενος ως λαμπας, και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας των υδατων.
  11. και το ονομα του αστερος λεγεται ο Αψινθος. και εγενετο το τριτον των υδατων εις αψινθον, και πολλοι των ανθρωπων απεθανον εκ των υδατων, οτι επικρανθησαν.
  12. Και ο τεταρτος αγγελος εσαλπισεν· και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων, ινα σκοτισθη το τριτον αυτων και η ημερα μη φανη το τριτον αυτης, και η νυξ ομοιως.
  13. Και ειδον, και ηκουσα ενος αετου πετομενου εν μεσουρανηματι λεγοντος φωνη μεγαλη, Ουαι ουαι ουαι τους κατοικουντας επι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν.